Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ὑποδείξομεν δέ, καθὼς καὶ ὁ βασιλεὺς ἐσήμανε, περὶ κλιμακτῆρος ἀπὸ τῆς τοῦ Σὴθ ἀνατολῆς ἕως τῆς γενεθλιακῆς ἡμέρας [*](2 an κακοποιοῦ βλάπτει? 4—8 del. Riess repetita ex p. 146, 2933 9 deleverim ὑπὸ et ἡ 16 δίδυμοι V praeter morem; nam plerumque signis ntitur 23 vitae spatium extendit a Librae parte II. usque ad 22° 53΄, quo Mars radium mittit, anaforarum ratione habita 30 possis κἂν 31 in mg. η΄ κληματῆρος V 33 fr. 23 Riess 34 in mg. τοῦ κυνὸς αἰγυπτιστί V)
Λέγει δʼ ὁμοίως σκοπεῖν, μὴ ὁ κατʼ ἔλλειψιν τοῦ ἀριθμοῦ τῶν ἐτῶν κλιμακτὴρ συνεμπέσῃ. οἷον ἐπὶ ὑποδείγματος ἡ ὑπόστασις ἐὰν ᾖ ἐτῶν μζ΄, κλιμακτὴρ δὲ συνεμπέσῃ ἐτῶν με΄, συναιρεθήσεται ὁ γινόμενος, ἐπεὶ ὁ κατʼ ἔλλειψιν τῶν τῆς ὑποστάσεως κλιμακτὴρ ἐμπέπτωκεν. εἴρηκε δὲ ὅτι, ἐὰν ὁ ἑβδομαδικὸς ἐμπέσῃ εἰς τὸν ἐννεαδικόν, ἀσύμφωνα τὰ πράγματα ἔσται. οἷον ὁ ἑβδομαδικὸς ἤνεγκε μοίρας ε΄· ταῦτα ἀναλύεται εἰς τὸν θ΄· παράκειται γὰρ ἐννάκις ε΄ γίνονται με΄. συνεμπέπτωκεν οὖν ὁ ἑβδομαδικὸς εἰς τὸν ἐννεαδικόν, ἐὰν μὲν οὖν ὁ κατʼ ἔλλειψιν τοῦ ἐκ τῶν ἐτῶν κλιμακτὴρ ἐμπέσῃ καὶ γένηται προειρημένον, οὐκ ἰσχύει χρεοκοπῆσαι τὴν ὑπόστασιν, ἀλλὰ ζήσεται τὰ μεριζόμενα. ἐὰν δὲ συμφωνήσῃ, τὸν προειρημένον προλήψεται ὁ κλιμακτηρικὸς λόγος.
Ἡμεῖς δὲ συντομώτερον ἔφαμεν ἐπὶ τὸν ε΄ δ΄ πολυπλασιάζειν καὶ κεχρῆσθαι τῷ αὐτῷ τρόπῳ, ὡς ἐπὶ τῶν νβ΄, καὶ εὑρόντα πρῶτον ἐννεαδικὸν ζητεῖν, μὴ συνεμπίπτῃ αὐτῷ ἑβδομαδικός. οὐκ ἀρέσκει δέ τισι αὐτὸ ἀπὸ τῆς τοῦ Σὴθ ἀνατολῆς πεποιῆσθαι τὴν ἀρχήν. δυνατὸν οὖν ἰδίως τοῦτο ὑποδείγματος χάριν πεποιηκέναι, ἐπεὶ καὶ κατὰ κλίμα εὑρήσομεν ἄλλως καὶ ἄλλως τὴν ἀρχὴν τοῦ ἔτους ποιουμένους. φυσικώτερος οὖν ἔστω λόγος ἀπολύειν ἀπὸ τῆς πρὸ τοῦ κυνὸς συνόδου ἕως τῆς γενεθλιακῆς ἡμέρας ταύτην γὰρ ἀρχὴν τοῦ ἔτους οἱ πλείους ἀπεφήναντο· συντομώτερος δὲ οὖν περὶ ἑβδομαδικῆς ἡμέρας οὗτος ὁ τρόπος ἔστω. τοῖς μὲν νυκτερινοῖς τὰς ἑβδομαδικὰς ζητεῖν, τοῖς δʼ ἡμερινοῖς τὰς ἐννεαδικὰς δοκεῖ τισι· κατʼ ἀμφότερα δὲ ὅμοιοι, καὶ οἱ μὲν ἑβδομαδικοὶ ἔσονται πρὸς Ἄρην, οἱ δὲ ἐννεαδικοὶ πρὸς Κρόνον. κατʼ ἀμφότερα [*](4 ἔχῃ Riess 12 τῶν sc. ἐτῶν 21 τὸν] τῶν V 24 αὐτὸ del. Rad., αὐτὸν Riess 24 in mg. Αλεξαν Ἀθὺρ κς΄ Φαμενὼθ ια΄. Ἑλλ (sic) Νοέμβριος κβ΄ Μάρτιος κζ΄, Αἰγυπτ. Τυβὶ α΄ Φαρμουθ(ὶ) κζ΄ V 25 an ἴσως? 29 in mg. Ἀλεξανδ(ρέων) ἔτη V συντομώτεροι V 32 δοκεῖ Vb ετει Va)