Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Τινὲς μὲν οὖν ἡμέρας ἔδοσαν Ἡλῖῳ, νυκτὸς δὲ Σελήνη· ἐγὼ δέ φημι καὶ νυκτὸς ἐπικρατεῖν Ἥλιον, ἡμέρας δὲ Σελήνην, ἐὰν ἐπικαίρως τύχωσιν ἐσχηματισμένοι· ἐὰν δὲ καὶ ἀμφοτέροις τοῦτο συμβῇ, τῷ μᾶλλον οἰκείως ἐσχηματισμένῳ καὶ αἱρέσει ἢ τριγώνῳ τετευχότι προσνέμειν τὴν ἐπικράτησιν. καὶ ἐκ τῶν ὁρίων τοῦ ἐπικρατήτορος εὑρίσκεται καὶ ὁ οἰκοδεσπότης· ἐὰν δʼ ἀμφότεροι παραπέσωσι, ὅριον τῆς ὡροσκοπούσης μοίρας ἢ τοῦ μεσουρανήματος γεννήσει τὴν οἰκοδεσποτείαν, κατὰ πλεῖστον δʼ ἐκείνου, οὗ ὁ κύριος οἰκεῖον σχηματισμὸν ἐπέχει ὡροσκόπου.
Ἔστωσαν δὲ αἱ ἐπικρατήσεις ἡμῖν δεδοκιμασμέναι αὗται. Πρώτη ἐπικράτησις Ἡλίου ὄντος Λέοντι, Σελήνης Καρκίνῳ· ὁ ὡροσκόπῳ ἢ μεσουρανήματι ἢ ἐπικαίρως ἐσχηματισμένος ἐπικρατήσει, ὁ δὲ κύριος τοῦ ὁρίου τὴν οἰκοδεσποτείαν ἐφέξει· ἐὰν δʼ ἀμφότεροι ἑνὸς ἀστέρος ὅριον ἔχωσιν, ἐκεῖνος ἀναμφιλέκτως καὶ οἰκοδεσπότης κριθήσεται. Δευτέρα ἐπικράτησις, ἐὰν ὁ Ἥλιος ὡροσκοπῇ τῆς Σελήνης κακοδαιμονούσης, ὁ Ἥλιος ἐπικρατήσει· ἐὰν ὁ Ἥλιος ἀγαθοδαιμονῇ, ἡ δὲ Σελήνη μεσουρανῇ, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος δύνῃ τῆς Σελήνης τῇ ἐπικαταδύσει [*](6 an 〈ἱκανὰς〉 αἱρέσες? 7 πρῶτον S 8 ζητήσθω S 14 καὶ fort del. 17 nempe ἐκεῖνο 18 an ὡροσκόπῳ? 20 sq. ὁ ω ἢ ο μ ἢ S)
Οἷον ὡροσκόπος Σελήνη Ὑδροχόῳ Κριῷ ιβ΄ δὲ τῇ αὐτῇ ἡμέρᾳ τὴν πανσέληνον λύει περὶ μοίρας κζ΄ τοῦ αὐτοῦ ζῳδίου. διάστημα μεταξὺ αὐτῆς καὶ τῆς πανσελήνου μοῖραι ε΄, ἅτινα συνάγεται ἔτη δ΄. τοσαῦτα ἐβίωσεν ὁ γεννώμενος. καὶ μάλιστα ἐὰν κακοποιὸς ἐπιφέρῃ τὴν ἀκτῖνα καὶ εἰ μαρτυρήσει δὲ ἢ ἐναντιωθῇ τῷ ζῳδίῳ, ἔσται ὁ θάνατος· ἐὰν δὲ καὶ ὁ ἀγαθοποιὸς ὁμοίως ἐπιθεωρῇ, ὁ μὲν θάνατος οὐκ ἔσται, σίνος δὲ ἢ πάθος. καὶ αἱ λοιπαὶ δὲ φάσεις τῆς Σελήνης ἕως τῆς τοῦ συνδέσμου λύσεώς εἰσιν ἀναιρετικαί. δεῖ δὲ καὶ τὴν ἐπικράτησιν τότε βεβαίαν κρίνειν, ἐὰν καὶ τῷ κυρίῳ τῶν ὁρίων Ἥλιος καὶ Σελήνη ἐπιμαρτυρῇ καὶ ἐπίκεντρος τύχῃ ἢ ταῖς χρηματιζούσαις μοίραις· ἐὰν δὲ ἀπόστροφος εὑρεθῇ, ἀνοικοδεσπότητος ἡ γένεσις κριθήσεται. ἐὰν δὲ ἐναλλάξωσι τὰ ὅρια ὅ τε κύριος τοῦ ἡλιακοῦ ἢ σεληνιακοῦ ζῳδίου καὶ τῶν ὁρίων, καὶ οὕτως ἔσται ἀνεπικράτητος ἡ οἰκοδεσποτεία. σκοπεῖν δὲ δεῖ, μήποτε ὁ δοκῶν οἰκοδεσποτεῖν ὑπὸ δύσιν τύχῃ· καὶ οὕτως γὰρ πάλιν ἀνοικοδεσπότητος ἡ γένεσις.
Πρὸ πάντων οὖν στήσαντα τὴν ὡροσκοποῦσαν καὶ μεσουρανοῦσαν μοῖραν καὶ τῶν λοιπῶν κέντρων λαμβάνειν χρὴ ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς ἀντιμεσουρανούσης καὶ τοῦ συναχθέντος πλήθους τρίτον μέρος ἡγεῖσθαι κεντρικῷ σχήματι χρηματιζούσας μοίρας ἀπὸ τῆς ἑξῆς δυναστικούς τε τοὺς ἀστέρας ἤτοι ἀγαθοποιοὺς ἢ κακοποιοὺς ταύταις ταῖς μοίραις, τὰς δὲ λοιπὰς ἕως τοῦ ὑπογείου ἀχρηματίστους καὶ τοὺς ἐπόντας ἀστέρας ἀχρηματίστους ἢ ἀπράκτους. τὴν δὲ αὐτὴν δύναμιν τὰ διάμετρα τοῦ τε ὡροσκόπου καὶ τῶν λοιπῶν κέντρων ἐφέξει πρός τε τὰς χρηματιζούσας μοίρας καὶ ἀχρηματίστους καὶ οἱ ἐπόντες ἀστέρες ὁμοίως εὐτονήσουσι. φανερὸν οὖν ὅτι οὐκ ἀεὶ τριάκοντα μοῖραι ἐπίκεντροι, ἀλλʼ ὅτε μὲν πλείους ὅτε δὲ ἐλάττους· ἐὰν δέ πως τῷ ὡροσκοποῦντι καὶ δύνοντι ζῳδίῳ δυναστικαὶ μοῖραι ἐλάττους [*](1 λύει S (item v. 2) 2 ἀφέτης S 24 possis 〈τὴν〉 τῶν 17 ἐπὶ τἀς ἑξῆς opinor 29 ἀχρηματίστου S)