Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Οἱ ἀγαθοποιοὶ ἐπιπαρόντες καὶ οἰκοδεσποτοῦντες τὸν ὡροσκόπον ἢ τὸν κλῆρον ἀγαθὰ σημαίνουσι τοῖς γεννωμένοις, σἷον κληρονομίας καὶ ἄλλων ὑπαρχόντων αἰφκνιδίους κτήσεις καὶ ἐκ θανάτου [*](1 inscr. om. M 2 ἐν τούτω M 3 ἀμέριστοι i. e. οὐ μεριστικοὶ 4 ἀπρακτώτεροι S 5 δὲ καὶ οἱ S κυριεύσουσιν δὲ M 6 οἱ M] οἷον S πένητες M κτήσονται MaS 7 δὲ om. M ἐμπ. ἐν τούτω M 8 οἰκοδεσποτησάντων M 9 ἐὰν M 11 τῶν ἡλίου M τὰς ὥρας M 12 ὁ om. M 13 κυριεύσει S ὃς S] οὐ M ergo fort. οὗ. cf. Mus. Rhen. LII 579 adn. 2 14 ἐνωήτους S τῆ γλώσση M 15 καὶ ὁ S ἀδιανοήτω S 16 ἔσται M] ἅμα S? 18 ὤφρων S προθέσει (vel προδέσει) M 19 ἀγαθοδαμμονεῖ S 21 ?? S] ὁ M 22 συμπαραγίνηται S? 24 nempe δυικός i. e, septimus, quod vel ex ordine apparet 25 ἢ ὡροσκοποῦντες M 26 κλ. τῆς τύχης M 17 καὶ om. S, fuitne καὶ τῶν ἄλλοις?)

65
σημαίνουσι τὸ ἀγαθόν· εἰ δὲ ἐν ἀλλοτρίοις τόποις εἶεν, ἧττον εὐποροῦσεν, οὐκ ἀποροῦσι μέντοι. εἰ δὲ Ἑρμῆς ἐπιπαρῇ μόνος ἰδιοπροσωπῶν, ἐν τῷ γήρει κέρδη ἕξει καὶ πιστευθήσεται πόλεις καὶ βασιλέων πράγματα· εἰ δὲ κακοποιοὶ παρῶσιν ἐν τούτῳ τῷ τόπῳ καὶ κυριεύσωσι τοῦ κλήρου ἢ τοῦ ὡροσκόπου ἰδιοπροσωποῦντες, ἀνωμαλήσει τῷ βίῳ, μάλιστα ἐπὶ τὸ γῆρας, οὐκ ἀπορήσει μέντοι· ἐξ ὀνειδισμῶν γὰρ καὶ κακῶν τὰ ποριζόμενα ἀναλώσουσιν. εἰ δέ καὶ ἀλλοιοπροσωποῦντες καὶ παῤ αἵρεσιν ὄντες οἰκοδεσποτῶσιν τῶν κλήρων, ὁ γεννώμενος κακῶς τὸ γῆρας διάξει, ἔνιοι δὲ καὶ ἐν φυλακαῖς γίνονται χρόνον καὶ ἐν ἀρρωστίαις καὶ νόσοις. ἐὰν δὲ ὁ τοῦ Διὸς ἐπιθεωρήσῃ, ἐν ἱεροῖς ἕνεκεν ἀρρωστίας γίνονται, ἐνοχλοῦνται δὲ καὶ αἱμορροΐσι καὶ περὶ αἰδοίων ἢ δακτύλων πάθος ἰσχάνουσιν. εἰ δὲ ὁ τοῦ Ἑρμοῦ σὺν τῷ τοῦ Ἄρεως ἐπὶ τὸ δυτικὸν τύχῃ ζῴδιον, λῃστὰς καὶ φόνου συνίστορας· διὸ κακῷ θανάτῳ ἀπολοῦνται ὕστερον. οἱ κακοποιοὶ δύνοντες ἐν ἀλλοτρίῳ ζῳδίῳ βιαιοθανάτους ποιοῦσιν, οἱ δὲ ἀγαθοποιοὶ πολυπείρους καὶ ἐπὶ τὸ γῆρας εὐτυχεῖς.

Οἱ ἀγαθοποιοὶ ἐν τούτῳ τῷ τόπῳ ἐὰν τύχωσιν ἐπιπαρόντες, ὁ γεννώμενος ὅσα ἂν κτήσηται ἀπολεῖ καὶ ἡ οὐσία οὐ παραμενεῖ αὐτῷ· ζημίαις ἐλαττωθήσεται ἐπὶ τὸ γῆρας προβαίνων τῇ ἡλικίᾳ. ὁ δὲ Ἥλιος ἐπιπαρὼν τῷ τόπῳ τούτῳ καὶ κυριεύων τοῦ κλήρου τῆς τύχης ἢ τῆς ὥρας ποιεῖ τὸν γεννώμενον καταδικασθῆναι ὑπὸ μεγάλης ἐξουσίας. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ, πλανήτης ἔσται καὶ προσκοπτικὸς καὶ φεύξεται τὴν ἰδίαν πατρίδα μόγις τὸ ζῆν πορίζων. ἐὰν δὲ ὁ τοῦ Διὸς κυριεύσῃ τοῦ κλήρου ἢ τοῦ ὡροσκόπου, ἐν δημοσίοις πράγμασιν ἀπολέσει τὸν βίον· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης, διὰ γυναῖκα κρίσεις ζημίας δώσουσι· γίνονται δὲ καὶ ἀνεπαφρόδιτοι οὐκ ἔχοντες χάριν. ἐὰν δὲ ὁ τοῦ Ἄρεως, σίνη καὶ πάθη [*](3 πολλὰ M, fuitne πόλεων? 4 εἰ] οἱ MaS 5 καὶ om. M τοῦ ὡρ. τοῦ κλ. M (τὸν κλῆρον S ut vid.). 6 ἐπὶ τὸ γ. μάλιστα M 7 γὰρ καὶ S] ἢ M 8 αἴνεσιν M 9 τὺ γ. κακῶς διάξει M 10 χρόνιον δὲ ἢν M 11 Χρόνου Hermes ἀρρωστίαις S 12 nempe αίδοῖον ἢ δάκτυλον 13 ἰσχανῶσιν S τῶ ♂ M 14 λῃσταῖς καὶ φόνοις συνιστορήσει M 15 κακοποιῶ M 18 om. M 20 ἀπολεῖ τὴν οὐσίαν καὶ ὥσα ἂν κτ. οὐ παραμενεῖ· ζημίαις S 22 καὶ om. S 23 καταδυναστευθήσεται Hermes (cf. 74, 7) ἀπὸ S 24 προσκοπικὸς S 26 ἐπικυριεύση M cf. Plaut. Trin. 331 27 ἀπολέση M 28 non opus 〈καὶ〉 ζημίας. δώσωσι S ἐπαφρόδιτοι S)

66
κατὰ τὸ μέλος ἀποτελεῖ τοῦ ζῳδίου, ποιεῖ δὲ καὶ γυμνῆτας ἐπαίτας κακῶς τὸν βίον καταστρέφοντας. ὁ δὲ τοῦ Ἑρμοῦ κυριεύσας τοῦ κλήρου ἢ τῆς ὥρας ποιεῖ κακοβούλους κλέπτας κακολόγους καὶ ἐν ὄχλοις κακολογουμένους· ἐὰν δὲ καὶ Σελήνη ἐπιπαρῇ, δοῦλος ἔσται καὶ ἀδύνατος, ἐάνπερ μὴ καὶ τὰ λοιπὰ συμπαρῇ τῇ Σελήνῃ· δύνανται γὰρ τῶν ἄλλων ἀστέρων καλῶς ἐχόντων νῆς Σελήνης κακοτυχούσης ἐλεύθεροι καὶ εὐσχήμονες γενέσθαι.