Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Κρόνος τὴν ὥραν λαχὼν ἢ τὸν κλῆρον οἰκοδεσποτήσας μὴ ἐναντιουμένου τοῦ Ἀρεως· ὁ τοιοῦτος εὐδαιμονήσει περὶ τῆς ὑπὸ Κρόνου μεριζομένης πράξεως· ἐὰν δὲ ὑπὸ Διὸς μαρτυρηθῇ, διπλασίονα· ἐὰν δὲ Ἀφροδίτης, διὰ γυναικὸς ἢ ἀσπέρμου· ἐὰν δὲ ὁ τοῦ Ἄρεως αὐτῷ συνῇ ἢ ἐναντιωθῇ, ὁ τοιοῦτος ἐν ταραχαῖς καὶ ἐναντιώμασιν ἔσται· ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ αὐτῷ συνωροσκοπήσῃ. ὁ τοιοῦτος ταῖς ἀκοαῖς παραποδισθήσεται. Ζεὺς τὴν ὥραν ἢ τὸν κλῆρον ὡροσκοπήσας εὐτυχεῖς ἄγαν ἀπὸ νεότητος ἀποτελεῖ· ἐὰν δὲ Ἄρης παρῇ ἢ ὁμόκεντρος ἢ τρίγωνος, ἐν λαμπραῖς στρατείαις προκόψει καὶ βίου περίκτησιν οἴσει· ἐὰν δὲ καὶ Κρόνος προσγένηται, ἐν ὑπεροχαῖς γίνονται· εἰ δὲ καὶ Ἀφροδίτη, ἔτι μᾶλλον· ἐὰν δὲ καὶ Ἑρμῆς, ἐν λήψεσι καὶ δόσεσι γίνονται. Ἀρης λαχὼν τὴν ὥραν ἢ τὸν κλῆρον ὡροσκοπῶν ποιεῖ ὅρμησιν ἐπὶ στρατείαν ἐὰν δὲ καὶ Ζεὺς μαρτυρήσῃ, ἐν ἀξίᾳ προκόψει· ἐὰν δὲ καὶ Ἀφροδίτη, ἐν ἀξίαις οὐ ταῖς τυχούσαις γίνονται· ἐὰν δὲ καὶ Ερμῆς συμπαρῇ, μόνος παρακαταθήκην λαβὼν ἀρνήσεται· ἐὰν δὲ καὶ Ζεύς, ἀπὸ πολλῶν πολλὰ περικτήσεται, μετὰ δὲ τὸν θάνατον εἰς βασιλικὰ χωρήσει. Ἀφροδίτη τὴν ὥραν ἢ τὸν κλῆρον λαχοῦσα μεγάλα ἀγαθὰ σημαίνει καὶ μεγαλοδόξους ποιεῖ· ἐὰν δὲ συμπαρῇ Ἑρμῆς, μουσικοὺς ποιεῖ· τούτων οὕτως ἐχόντων Κρόνος διαμετρήσας αὐτοὺς ἢ καθυπερτερήσας ἐστέρησε τῶν ὑπαρχόντων. Ἑρμῆς τὴν ὥραν λαχὼν ἢ τὸν κλῆρον ὡροσκοπήσας ποιεῖ εὐτυχεῖς· ἐὰν δὲ καὶ ὁ τοῦ Διὸς συμπροσγένηται ἢ τετραγωνίσῃ, κριτηρίων καὶ πόλεων ἀρχὰς ἕξουσιν· ἐὰν δὲ καὶ ὁ τοῦ Κρόνου τοῖσδε συμπροσγένηται, διπλασίονας τάς τε ἀρχὰς καὶ τιμάς καὶ τὰ ἀγαθὰ [*](2 διαλαμβάνωσιν S ὅν M] ὧν S 3 δηλούσας om. M dele εἰς τόπον ἢ λόγον M 5 inscr. om. M 6 ὁ ђ S ὡροσκοπήσας, MS 7 ἐναντιούμενος ♂ S 9 δὲ καὶ ♀ S non opus 〈ὑπὸ〉 Ἀφρ. ἢ ἀσπέρμου om. S 10 αὐτῷ om. M 12 ἢ S] καὶ M 13 ῥροσκοπῶν S ut vid. 14 παρῆ Ἀρης S 15 περίκτισιν M 16 δίδονται MS 17 sq. λ. ἢ τὴν ωραν ὡρκ. τὸν κλ. M 18 ὁρμήσειν S 19 καὶ prius om. M 21 παραθήκην M 18 τὸν κλ. ἢ τὴν ὥ. M 24 μεγαλοδόξως S 26 αὐτοῖς S 27 λαβὼν M ὡροσκοπῶν S? 29 καὶ om. M τοῖσδε om. S προσγένηται M 30 διπλασίονα τὰ ἀγαθὰ mediis om. S τὰ et 61, 1 τὰς om. M)
Ἐν τούτῳ τῷ τόπῳ ἐὰν οἱ κακοποιοὶ τύχωσι, μεγάλα σίνη καὶ πτώσεις ἀπεργάζονται, μάλιστα δὲ ἐὰν ἰδιοπροσωπῶσιν· ἐὰν δὲ ὁ κλῆρος τῆς τύχης ἐπῇ καὶ κυριεύσῃ τις αὐτοῦ οὐδέποτε οὐδὲ ἐν ταῖς παρόδοις ὠρέλειά τις ἔσται· ἐχθροὶ γὰρ ἐγένοντο ἐξ ἀρχῆς ἐκ τῆς ἐκτροπῆς· ὁμοίως καὶ οἱ ἀγαθοποιοὶ ἐν τούτῳ τῷ τόπῳ οὐ μερίζουσι τὰ ἑαυτῶν ἀγαθά. ὅταν δὲ ἐν τούτῳ τῷ ζῳδίῳ πέσωσιν οἱ τρεῖς ἀστέρες, ὁ κύριος τοῦ ὡροσκόπου καὶ τοῦ κλήρου καὶ τοῦ δαίμονος, ἀτυχεῖς καὶ ἀσχήμονας ποιοῦσι καὶ ἐνδεεῖς τῆς ἐφημέρου τροφῆς· πολλοὶ δὲ καὶ τὰς χεῖρας ὑρέξουσιν.