Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὸν δὲ γαμικὸν κλῆρον οὕτως ψήφιζε· ἐφʼ ἡμερινῆς γενέσεως ἀπὸ Διὸς ἐπὶ Ἀφροδίτην, νυκτερινῆς δὲ τὸ ἀνάπαλιν, καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου. ὁ οὖν διάμετρος τόπος τοῦ κλήρου μοιχείας δηλωτικὸς ἔσται. ἐὰν ὁ κύριος τοῦ γαμικοῦ κλήρου ἐπὶ τοῦ διαμέτρου εὑρεθῇ καὶ ὁ τοῦ τῆς μοιχείας κλήρου τῳ γαμικῷ, προσμοιχεύσουσι καὶ ὕστερον συναλλάσσουσι καὶ συναλλάξαντες [*](5 πολυκοινοῦσι V 7 nempe μετὰ ἐλαφρίας 13 νεωτέροις V 19 στειρώδεις Va 20 τῷ] τὸ V 22 σμίγονται V 23 στεῖροι opinor, nisii praestat ὑστεροῦσι 25 τῆς] τὴν V 26 μαρτυροῦσι V 34 τὸ διάμετρον V κλήρω V 35 προσμοιχεύσωσι V)

119
χωρίζονται καὶ πάλιν κατὰ μοιχείαν συνελεύσονται. ἐὰν ὁ κύριος τοῦ γαμικοῦ κλήρου ἔχῃ ἐῷαν ἀνατολήν, ἀπὸ πρώτης ἡλικίας μίγνυνται γάμοις. ἐὰν δʼ ἑσπερίαν, ὀψιγαμοῦσιν· ἐὰν δὲ δυτικὸς ᾖ χρηματίζων, ζηλοτύπως τοῖς γάμοις ἢ ἀσυννόμως ἐπιπλέκονται. ὁ μὲν κύριος τοῦ γάμου δίδωσι τὸν πρῶτον γάμον, οἱ δὲ συμφωνήσαντες τῷ γαμοστόλῳ ἢ τῷ κυρίῳ αὐτοῦ ἀγαθοποιοὶ δώσουσι καὶ αὐτοὶ γάμους, καὶ μᾶλλον, εἰ καὶ διφυῆ ᾖ τὰ ζῴδια τῶν μαρτυρούντων ἢ καὶ αὐτὸς ὁ γαμοστολικός.