Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἀφροδίτη ἐπίκεντρος οὖσα τῷ ὡροσκόπῳ μάλιστα ἢ τῷ μεσουρανήματι καὶ μὴ κεκακωμένη ὑπὸ Κρόνου εὐγάμους ποιεῖ, ὑπὸ [*](2 del. Vb aut V2; dele etiam Διὸς et adde ἢ 7 nempe διαμετρήσῃ et οἰκοδεσποτῇ 13 ἀκτημάτων V 15 πολυτεκνήσωσιν V 18 αὐτῆς Va] αὐτοῦ Vb 25 ἡ] ἢ V 27 nempe ⟨γενήσεται καὶ〉 γν. 29 εὐεπίβουλοι V πολυκίνητοι Va)

117
Διὸς δὲ μαρτυρουμένη ἀντέχει ταῖς κακώσεσιν εἰς τὸ μὴ σφάλλεσθαι, συμπαθείας ποιοῦσα καὶ γάμους. κακοδαιμονοῦσα Ἀφροδίτη ἰδίῳ οἴκῳ ἢ ὑψώματι ἐπιδεκατευομένη ὑπὸ Διὸς ἢ τρίγωνος θεωρουμένη γάμον μὲν ἀγαθὸν δίδωσι, λυπήσει δὲ ἐπὶ θανάτῳ γυναικὸς ἀγαθῆς. ἐὰν Ἀφροδίτη καὶ Κρόνος κακοδαιμονῇ τοῦ Διὸς μὴ ἐπιβλέποντος, δύσγαμοι ἢ χῆροι γίνονται ἀπολείψει καὶ θανάτοις τρυχόμενοι. ἐὰν δὲ τούτῳ τῷ θχήματι, τουτέστι κακοδαιμονούσῃ Ἀφροδίτη καὶ ἀκαταμαρτυρήτῳ ὑπὸ Διὸς φθοροποιὸς αὐτῇ ἐπιμαρτυρῇ οἷον Ἄρης, κατάμοιχοι γίνονται ἢ ἔνοχοι μοιχείας, ἀνέραστοι ῥυπαροὶ καὶ διὰ ταῦτα εἰς περιστάσεις ἀγόμενοι. πάντοτε δὲ τῇ Ἀφροδίτη συμπαρόντες ἢ διαμετροῦντες αὐτὴν χωρισμοὺς συμβίων ἢ θανάτους ποιήσουσιν ἢ καὶ συμβισεις ἐπιλύπους καὶ πολὺ μᾶλλον, ἐὰν καὶ τὴν Σελήνην συγκακώσωσι.