Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄρης μετὰ Ἡλίου τετράγωνος κρόνῳ ὀρφανίαν ποιοῦσι. Κρόνος καὶ Ἄρης Ἑρμῇ συσχηματισθέντες ὡσαύτως Διὸς μὴ ἐπιθεωροῦντος ὀρφανοὶ γονέων γίνονται. Κρόνος μετὰ Διὸς δύνων ὀρφανοὺς ποιεῖ, Σελήνη διφυεῖ ζῳδίῳ οὖσα καὶ ὑπὸ Διὸς μαρτυρηθεῖσα ποιεῖ ἀπάτορας. ἐὰν δὲ Ἀφροδίτη ὡροσκοπῇ, [*](5 an [ἢ] καὶ? 6 an κακοποιούμενος? 11 dele καὶ alterum 13 χρηματίσειεν Raderm. haec vix sana 16 sq. δούλου καὶ ὑποτεταγμένου S 21 νυκτὸς] ἡμέρας S 35 ἀπάτορας S)

104
Σελήνη δὲ ὑπόγειος ἢ Ἄρεως οἴκῳ καὶ ὁ Ζεὺς ἰδίου οἴκου καταμαρτυρῇ, ἀπάτορας ποιήσει.

Τὰ δὲ ἤθη τῶν γονέων ἐκ τῶν συσχηματιζομένων ἀστέρων ληπτέον. Κρόνος μὲν γὰρ δείξει στυγνούς φθονερούς βαθυπονήρους καχυπόπτους ῥυπαρούς κρυπτούς πάθεσι περικυλιομένους, ἀπρεπεῖς ἁλισκομένους περὶ τε τὰ θεῖα, μεγιστάνων φίλους. Ζεὺς δὲ φιλαγάθους λαμπροὺς δωρηματικοὺς ἀνειμένους εὐφραντικούς. Ἄρης θρασεῖς ὀργίλους προπετεῖς ἐπηρεάστας παραβόλους πολυκινήτους πολυκινδύνους παροίνους μοχθώδεις ἐπὶ δὲ τῆς μητρὸς κατισχύσας τῆς Σελήνης Ἄρης ἢ τῆς Ἀφροδίτης οἰκοδεσποτῶν τραχεῖαν καὶ μοιχάδα δηλοῖ τὴν μητέρα καὶ ὐφʼ αἵματος ἢ φθορᾶς ὀξεῖ πάθει ἐνοχλουμένην, ἐὰν μή τις ἀγαθοποιὸς ἐφορῶν κουφίσῃ. Ἀφροδίτη δὲ τοῖς φωσὶ μαρτυροῦσα ἱλαροὺς φιλομούσους φιλευφροσύνους φιλοστόργους θρησκώδεις τοὺς γονεῖς δείκνυσιν. Ἑρμῆς δὲ κοινωνικούς τε καὶ οἰκονομικούς λόγου τινὸς ἢ ἐπιστήμης μετέχοντας, ψευδολογουμένους δὲ τὰ πολλὰ ἢ εἰς ὑποδεέστερα πρόσωπα ἁμαρτάνοντας. συνεπιβλέπειν δὲ χρὴ καὶ τοὺς τόπους. Ἥλιος μὲν γὰρ ἀρσενικῷ ζῳδίῳ κείμενος καὶ ὑπὸ ἀρσενικοῦ ἀστέρος μαρτυρούμενος γενναῖον δηλοῖ τὸν πατέρα, δὲ θηλυκῷ καὶ ὑπὸ Σελήνης μαρτυρούμενος ἀνειμένον καὶ θηλύφρονα δείκνυσιν. Ἥλιος θηλυκῷ ὑπὸ Κρόνου καὶ Ἀφροδίτης μαρτυρούμενος οὐκ ἀσινῆ οὐδὲ ἀφήμιστον δηλοῖ τὸν πατέρα. Σελήνη θηλυκῷ ζῳδίῳ καὶ ὑπὸ ἀρσενικῶν ἀστέρων μαρτυρουμένη ὀργίλην καὶ ἀκαταμάχητον τὴν μητέρα δείκνυσιν· θηλυκοῖς ζῳδίοις καὶ ὑπὸ Διὸς μαρτυρουμένη πρᾶον καὶ φιλάνθρωπον δηλοῖ τὴν μητέρα.