Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Οἱ δὲ χρόνοι καταληπτέοι ἔσονται τῆς εὐτυχίας ἢ δυστυχίας ἀνωμαλίας τε καὶ εὐπραξίας ἐκ τῆς ἑκάστου ζῳδίου ἀναφορᾶς ἢ τῆς τοῦ ἀστέρος κυκλικῆς περιόδου. περὶ μὲν γάρ χρόνων ζωῆς ζητοῦντας δεῖ προσέχειν τῷ ὡροσκόπῳ καὶ Σελήνη ἢ τῷ ζῳδίῳ, ἐφ᾿ ᾧ οἱ κύριοι πάρεισι. πρὸς δὲ πρᾶξιν καὶ δόξαν τῳ κλήρῳ τῆς τύχης καὶ δαίμονι καὶ Ἡλίῳ ἢ συνόδῳ πανσελήνῳ τῳ τε ὑψώματι καὶ τῳ τούτου κυρίῳ. ἄρξουσι δὲ τοῦ πρώτου χρόνου κυριεύειν οἱ ἐπόντες πρώτῳ λόγῳ τῳ ὡροσκόπῳ, ἔπειτα οἱ τῳ μεσουρανήματι ἢ τῳ δύνοντι ἢ τῳ ὑπογείῳ. ἐὰν δὲ οἱ τόποι οὗτοι τύχωσι κενοί, οἱ ἐπὶ τῶν ἐπαναφορῶν· τούτων δὲ κενῶν τυχόντων οἱ τοῖς ἀποκλίμασι, καὶ εἰ μὴ τοσοῦτον σθένουσι, πλὴν τὰ πράγματα διοικονομήσουσι. πρότερον δὲ οἱ τοῦ ὡροσκόπου [*](1 φυγαδεία καὶ βιαιοθανασία M 3 ἄλλη om. M 7 παρέπεσον om. M 8 Sol dominus daemonis i. e. Leonis sexto ab eo loco 9 ἐναντιώθη M περιπ. eat ln Capricorno 11 κακώς S καλῶς M 14 καὶ τὰ τῆς τ. M 16 sq. om. M 17 nempe 18 ἢ τῆς ὁ. M 19 ἀπραξίας M 20 τῆς om S ἀστέρος S] χρόνου M 21 τὸν ὡροσκόπον καὶ (τὴν add. M) ⦅ (ἢ τὴν ζωὴν add. M) ἢ ζύδιον MS et possis προσβλέπειν 22 ἐφ᾿ ὧν M δόξας MS 28 τε om. S 24 ἄρχουσι Ma τώ χρόνω S 25 οἱ om. S 26 καὶ τ. δ. S οἱ τόποι om. M 27 οἱ S] ἢ M 28 μὴ S] μὲν M 29 δὲ om. M οἱ S] ἢ M)

95
ἢ τοῦ μεσουρανήματος ἀπονενευκότες μεριοῦσιν εἶθʼ οὕτως οἱ τοῖς λοιποῖς ἀποκλίμασιν· οὐ μέντοι τελέας τὰς ἀναφορὰς ἢ τὰς περιόδους, ἀλλʼ ὅσον μέρος τοῦ ζῳδίου διακατέχειν δύνανται, πρὸς ἀναλογίαν τοσοῦτον καὶ τῆς περιόδου καὶ τῆς ἀναφορᾶς. οἱ γὰρ ἐπὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν οἰκείως σχηματισθέντες τε καὶ ἀνατολικοὶ εὑρεθέντες, μάλιστα δὲ λόγον ἔχοντες πρὸς τὰ τῆς γενέσεως πράγματα ἅτινά ἐστιν, ἐπὰν τῶν προκειμένων τόπων δεσπόζωσι, καὶ τὴν τοῦ ζῳδίου ἀναφοράν καὶ τὴν ἰδίαν περίοδον μεριοῦσιν ἢ τὴν ἐφʼ ὧν πάρεισι ζῳδίων οἱ κύριοι ἀναφορὰν καὶ περίοδον.

Ὁμοίως δὲ καὶ τούς λοιποὺς τόπους καὶ τούς δεσπότας ζητοῦντας δεῖ συγκρίνειν τοὺς χρόνους, οἷον περὶ βίου ἀδελφῶν γονέων τέκνων καὶ τὰ ἐξῆς, τοὺς καταβλάπτοντας ἀστέρας ἢ ὠφελοῦντας καὶ περὶ τίνων ἔκαστος δύναται ἀποτελεῖν, ἵνα μὴ περὶ τῶν αὐτῶν πλειστάκις γράφωμεν· πρόκεινται γὰρ αὐτῶν αἱ φύσεις, ὑπομιμνήσκομεν δὲ καὶ πάλιν τοῖς μετὰ ταῦτα. πρότερον μὲν οὖν χρὴ τοῦ κυρίου τὴν ἐλαχίστην περίοδον μερίζειν καὶ τὴν τοῦ ἐπικειμένου, εἶθ’ οὕτως τὴν ἀναφορὰν τοῦ ζῳδίου ἢ τὴν ἐφʼ ᾧ ὁ κύριος ἔπεστιν· ἄλλως τε καθώς προείπαμεν σκοπεῖν τοὺς οἰκοδεσποτοῦντας τοῦ τριγώνου. ἐάν μὲν γὰρ ἀμφότεροι καλῶς πέσωσιν, ἐπίδοξα καὶ ἐπωφελῆ τὰ τῶν χρόνων γενήσεται· ἐὰν δὲ ἀπὸ μέρους, ὁμοίως· ἐὰν δὲ παραπέσωσιν, ἀρχῆς μέχρι τέλους ἀνώμαλος ἡ γένεσις ἔσται ἢ λύπαις καὶ κινδύνοις περιτραπήσεται, ἐκτὸς εἰ μὴ ὁ κλῆρος τῆς τύχης ἢ ὁ τούτου κύριος οἰκείως σχηματισθεὶς εὐπορίᾳ καὶ δόξῃ κατὰ τὴν ἰδίαν ὑπόστασιν καταστήσει τὴν γένεσιν. ἐὰν δὲ δύο ἢ πλείους ἀστέρες ἑνὶ ζῳδίῳ τύχωσιν, ἑκάστου μὲν ἡ περίοδος κατὰ μόνας συμπληρουμένη ἐνεργήσει, δὲ ἀποτέλεσμα ἡ δύο ἢ τριῶν ἀστέρων σύγκρασις δηλώσει· ὁμοίως δὲ καὶ ἡ ἀναφορά τοῦ ζῳδίου συμπληρωθεῖσα τατὰ μόνας καὶ πάλιν σὺν τῇ περιόδῳ τοῦ ἐπικειμένου ἀστέρος ἢ τοῦ κυρίου ἐνεργήσει. ἐὰν δέ πως ἐκ τῶν ἀναφορῶν καὶ τῶν περιόδων οἱ τοιοῦτοι χρόνοι συντρέχωσιν ἢ ἀγαθοποιῶν ἢ κακοποιῶν ἀστέρων ἢ ζῳδίων, ἀμφότερα γενήσεται οὐ κατʼ ἐκεῖνον τὸν χρόνον τά τε φαῦλα καὶ τὰ ἀγαθά.

[*](2 λοιμοῖς S] μερικοῖς M ἀποκλίμασιν om. S τελέαν τὴν ἀναφορὰν M fort. recte 4 τῆς S] τοῦ M ἐπαναφορᾶς M 5 τῶν alterum om. M 6 τε καὶ S]  ἢ M 8 ln τόπων desinit M in fine fol. 286 11 iunge ζητοῦντας et τοὺς χρόνους 23 ἔσται] εἴη S 26 ἀστέρας ? S 27 συμαληρονμένους S 28 ἡ] ἢ S)