Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀφροδίτη ὡροσκόπος Λέοντι, Κρόνος Ταύρῳ, Ζεὺς Τοξότῃ, Ἄρης Ζυγῷ. Σελήνη 7Παρθένῳ. ὁ τοιοῦτος ἡγεμονικὸς ζωῆς καὶ θανάτου κύριος· οἰκείως γάρ οἱ ἀστέρες εὑρέθησαν.

Ἄλλη. Ἥλιος Σελήνη Ζεὺς ὡροσκόπος Κριῷ. Κρόνος Ἀφροδίτη Ὑδροχόῳ, Ἄρης Διδύμοις, Ἑρμῆς Ἰχθύσιν. ὁ τοιοῦτος ἡγεμονικὸς τυραννικός· ἐπίκεντροι γὰρ καὶ ὡροσκοποῦντες οἱ κύριοι τοῦ τριγώνου εὑρέθησαν καὶ εἰς αὐτὸ καὶ ὁ κλῆρος καὶ ὁ δαίμων καὶ ἡ βάσις καὶ ὕψωμα ἐξέπεσεν. ὁ δὲ τούτων κύριος Ἄρης ἐκπαραπεσών καὶ ἀμαρτύρητος τῷ γ΄ τόπῳ ἐναντία καὶ [*](2 nempe οὐτων ⟨κακῶς πέσωσιν〉 vel sim. 5 S] καὶ M 5 sq. μοίραις συνών ἢ ἰδίαις τύχοι ζωδίοις καὶ θανάτου M 6 κυριεύσωσιν M post οἱ κληρονόμοι Sa del. Sb 7 καὶ οἱ ἀ. M 9 ἀσχήμονασ? S 11 πίστεων — καταξιουμένους om. S 12 om. M 15 τύχην om. S 16 εἰς αὐτὸ M 18 Καρκίνῳ M 19 εὐδαιμονοῦντες M 21 ἄλλη om. M Ἑρμῆς Ἀφρ. M] Σελήνη Ζεὺς S 22 Παρθένῳ Αἰγόκερφ M 25 ἄλλη om. M 26 Ἄρης Διδύμοις om. M 27 τυραννικός om. M 30 ἀκαταμαρτύρητος S an ἐναντιώματα? nisi scribendum ἐναντίος et praccedentia aliter restitnenda)

94
φυγαδείαν καὶ βιαιοθανασίαν ἐποίησεν· ἦν γὰρ καὶ τῆς συνόδου κύριος.

Ἄλλη. Ἥλιος Ζεὺς Ἀφροδίτη Ἰχθύσι, Σελήνη Ζυγῷ, Ἄρης Καρκίνῳ, Ἑρμῆς Ὑδροχόῳ, Κρόνος Σκορπίῳ, ὡροσκόπος Λέοντι. ὁ τοιοῦτος ἔνδοξος ἐξουσιαστικός· ἐδορυφορήθη γὰρ ὁ Ἥλιος ὑπὸ τῶν ἀγαθοποιῶν καὶ εὑρέθη ἐπικείμενος τῷ κλήρῳ τῆς τύχης σὺν τῷ οἰκοδεσπότῃ. ἐπεὶ δὲ οἱ συναιρετισταὶ τοῦ τριγώνου παρέπεσον καὶ ὁ κύριος τοῦ δαίμονος ἀπόστροφος, ἔκπτωτος ἐγένετο καὶ ἑκὼν μετέστη. ἠναντιώθη δὲ καὶ τῇ περιποιήσει Ἄρης καὶ ὁ τοῦ ὑψώματος κύριος οὐκ ἔσχε τόπον ἐπιτήδειον, ἀλλʼ ὑπὸ Κρόνου καθυπερτερηθεὶς ἐκακώθη. ὅθεν, καθὼς προεῖπον, ἐὰν τὰ πλείονα σχήματα ἢ οἱ τούτων κύριοι ἐπιτόπως εὑρεθῶσι, καὶ δόξη καὶ βίου φαντασίᾳ γενήσονται· ἐὰν δὲ οἱ μὲν παραπέσωσιν οἱ δὲ οἰκείως εὑρεθῶσιν, ἀνεπίμονα τὰ τῆς δόξης καὶ τῆς τύχης γενήσεται.

Οἱ δὲ χρόνοι καταληπτέοι ἔσονται τῆς εὐτυχίας ἢ δυστυχίας ἀνωμαλίας τε καὶ εὐπραξίας ἐκ τῆς ἑκάστου ζῳδίου ἀναφορᾶς ἢ τῆς τοῦ ἀστέρος κυκλικῆς περιόδου. περὶ μὲν γάρ χρόνων ζωῆς ζητοῦντας δεῖ προσέχειν τῷ ὡροσκόπῳ καὶ Σελήνη ἢ τῷ ζῳδίῳ, ἐφ᾿ ᾧ οἱ κύριοι πάρεισι. πρὸς δὲ πρᾶξιν καὶ δόξαν τῳ κλήρῳ τῆς τύχης καὶ δαίμονι καὶ Ἡλίῳ ἢ συνόδῳ πανσελήνῳ τῳ τε ὑψώματι καὶ τῳ τούτου κυρίῳ. ἄρξουσι δὲ τοῦ πρώτου χρόνου κυριεύειν οἱ ἐπόντες πρώτῳ λόγῳ τῳ ὡροσκόπῳ, ἔπειτα οἱ τῳ μεσουρανήματι ἢ τῳ δύνοντι ἢ τῳ ὑπογείῳ. ἐὰν δὲ οἱ τόποι οὗτοι τύχωσι κενοί, οἱ ἐπὶ τῶν ἐπαναφορῶν· τούτων δὲ κενῶν τυχόντων οἱ τοῖς ἀποκλίμασι, καὶ εἰ μὴ τοσοῦτον σθένουσι, πλὴν τὰ πράγματα διοικονομήσουσι. πρότερον δὲ οἱ τοῦ ὡροσκόπου [*](1 φυγαδεία καὶ βιαιοθανασία M 3 ἄλλη om. M 7 παρέπεσον om. M 8 Sol dominus daemonis i. e. Leonis sexto ab eo loco 9 ἐναντιώθη M περιπ. eat ln Capricorno 11 κακώς S καλῶς M 14 καὶ τὰ τῆς τ. M 16 sq. om. M 17 nempe 18 ἢ τῆς ὁ. M 19 ἀπραξίας M 20 τῆς om S ἀστέρος S] χρόνου M 21 τὸν ὡροσκόπον καὶ (τὴν add. M) ⦅ (ἢ τὴν ζωὴν add. M) ἢ ζύδιον MS et possis προσβλέπειν 22 ἐφ᾿ ὧν M δόξας MS 28 τε om. S 24 ἄρχουσι Ma τώ χρόνω S 25 οἱ om. S 26 καὶ τ. δ. S οἱ τόποι om. M 27 οἱ S] ἢ M 28 μὴ S] μὲν M 29 δὲ om. M οἱ S] ἢ M)

95
ἢ τοῦ μεσουρανήματος ἀπονενευκότες μεριοῦσιν εἶθʼ οὕτως οἱ τοῖς λοιποῖς ἀποκλίμασιν· οὐ μέντοι τελέας τὰς ἀναφορὰς ἢ τὰς περιόδους, ἀλλʼ ὅσον μέρος τοῦ ζῳδίου διακατέχειν δύνανται, πρὸς ἀναλογίαν τοσοῦτον καὶ τῆς περιόδου καὶ τῆς ἀναφορᾶς. οἱ γὰρ ἐπὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν οἰκείως σχηματισθέντες τε καὶ ἀνατολικοὶ εὑρεθέντες, μάλιστα δὲ λόγον ἔχοντες πρὸς τὰ τῆς γενέσεως πράγματα ἅτινά ἐστιν, ἐπὰν τῶν προκειμένων τόπων δεσπόζωσι, καὶ τὴν τοῦ ζῳδίου ἀναφοράν καὶ τὴν ἰδίαν περίοδον μεριοῦσιν ἢ τὴν ἐφʼ ὧν πάρεισι ζῳδίων οἱ κύριοι ἀναφορὰν καὶ περίοδον.

Ὁμοίως δὲ καὶ τούς λοιποὺς τόπους καὶ τούς δεσπότας ζητοῦντας δεῖ συγκρίνειν τοὺς χρόνους, οἷον περὶ βίου ἀδελφῶν γονέων τέκνων καὶ τὰ ἐξῆς, τοὺς καταβλάπτοντας ἀστέρας ἢ ὠφελοῦντας καὶ περὶ τίνων ἔκαστος δύναται ἀποτελεῖν, ἵνα μὴ περὶ τῶν αὐτῶν πλειστάκις γράφωμεν· πρόκεινται γὰρ αὐτῶν αἱ φύσεις, ὑπομιμνήσκομεν δὲ καὶ πάλιν τοῖς μετὰ ταῦτα. πρότερον μὲν οὖν χρὴ τοῦ κυρίου τὴν ἐλαχίστην περίοδον μερίζειν καὶ τὴν τοῦ ἐπικειμένου, εἶθ’ οὕτως τὴν ἀναφορὰν τοῦ ζῳδίου ἢ τὴν ἐφʼ ᾧ ὁ κύριος ἔπεστιν· ἄλλως τε καθώς προείπαμεν σκοπεῖν τοὺς οἰκοδεσποτοῦντας τοῦ τριγώνου. ἐάν μὲν γὰρ ἀμφότεροι καλῶς πέσωσιν, ἐπίδοξα καὶ ἐπωφελῆ τὰ τῶν χρόνων γενήσεται· ἐὰν δὲ ἀπὸ μέρους, ὁμοίως· ἐὰν δὲ παραπέσωσιν, ἀρχῆς μέχρι τέλους ἀνώμαλος ἡ γένεσις ἔσται ἢ λύπαις καὶ κινδύνοις περιτραπήσεται, ἐκτὸς εἰ μὴ ὁ κλῆρος τῆς τύχης ἢ ὁ τούτου κύριος οἰκείως σχηματισθεὶς εὐπορίᾳ καὶ δόξῃ κατὰ τὴν ἰδίαν ὑπόστασιν καταστήσει τὴν γένεσιν. ἐὰν δὲ δύο ἢ πλείους ἀστέρες ἑνὶ ζῳδίῳ τύχωσιν, ἑκάστου μὲν ἡ περίοδος κατὰ μόνας συμπληρουμένη ἐνεργήσει, δὲ ἀποτέλεσμα ἡ δύο ἢ τριῶν ἀστέρων σύγκρασις δηλώσει· ὁμοίως δὲ καὶ ἡ ἀναφορά τοῦ ζῳδίου συμπληρωθεῖσα τατὰ μόνας καὶ πάλιν σὺν τῇ περιόδῳ τοῦ ἐπικειμένου ἀστέρος ἢ τοῦ κυρίου ἐνεργήσει. ἐὰν δέ πως ἐκ τῶν ἀναφορῶν καὶ τῶν περιόδων οἱ τοιοῦτοι χρόνοι συντρέχωσιν ἢ ἀγαθοποιῶν ἢ κακοποιῶν ἀστέρων ἢ ζῳδίων, ἀμφότερα γενήσεται οὐ κατʼ ἐκεῖνον τὸν χρόνον τά τε φαῦλα καὶ τὰ ἀγαθά.

[*](2 λοιμοῖς S] μερικοῖς M ἀποκλίμασιν om. S τελέαν τὴν ἀναφορὰν M fort. recte 4 τῆς S] τοῦ M ἐπαναφορᾶς M 5 τῶν alterum om. M 6 τε καὶ S]  ἢ M 8 ln τόπων desinit M in fine fol. 286 11 iunge ζητοῦντας et τοὺς χρόνους 23 ἔσται] εἴη S 26 ἀστέρας ? S 27 συμαληρονμένους S 28 ἡ] ἢ S)
96

Τὸν περὶ ἀποδημίας τόπον δύσληπτον ὄντα οὔτε Πετόσιρις οὔτε ὁ γνώριμος βασιλεὺς τοῖς ὑπομνήμασιν ἑαυτῶν ἐξεῖπον, ἢ μόνον εἰς τὸν τόπον τοῦτον τοῦτο εἰρήκασιν· εἰς τοὺς χρόνους εἴ τις τῶν κακοποιῶν ἔχει φάσιν, ἀποδημίαις καὶ σκυλμοῖς ποιήσει τὴν γένεσιν. ὅ ἐστιν ἀληθές· περαιτέρω δὲ τούτων οὐδὲν ἄλλο εἰς τὸν περὶ ξένης τόπον ἔχουσιν. ὁ δὲ θαυμασιώτατος Ἄβραμος τοῖς βιβλίοις αὐτοῦ τούτου τοῦ τόπου δέδειχεν ἡμῖν ἀλληλόσοά τε καὶ αὑτὸς ἰδίᾳ ἄλλα ἐξευρών τε καὶ δοκιμάσας ἐπὶ τῶν ἀποδηματικῶν μάλιστα γενέσεων· αἵτινες ἔχουσι θεωρήματα τάδε. τὰ φῶτα δύνοντα Ἄρης ἢ τὸν κλῆρον τῆς τύχης ὁρῶν εἰς ἀπόκλιμα τοῦ μεσουρανήματος ἢ τὴν Σελήνην ἢ τοὺς πλείστους τῶν ἀστέρων εἰς ὑπόγειον ἡμισφαίριον ὴ εἰ ὁ τῆς τύχης κύριος εἰς τὸν περὶ ξένης κλῆρον τὸν τόπον εὑρίσκοιτο ἢ καὶ διάμετρος πρὸς αὐτοὺς ἢ καὶ αὐτὴ ἡ τύχη πέση, ὅπου ὁ κλῆρος ὁ περὶ ἀποδημίας, καὶ τῷ κλήρῳ δὲ Ἄρης ἦ ἐπικείμενος ἢ τὸν τόπον ὁρῶν, ἀποδηματικὰς ποιεῖ γενέσεις· ὁμοίως καὶ τὴν τύχην ἢ δαίμονα.

Ἀριθμεῖται δὲ ὁ περὶ ξένης κλῆρος ἀπὸ Κρόνου ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. καὶ ταῦτα μὲν τὰ θεωρήματα εὐκινήτους γενέσεις ποιεῖ· τίσι δὲ καὶ καιροῖς καὶ χρόνοις ἔσονται αἱ ἀποδημίαι ταῖς τοιαύταις γενέσεσι, τὰ σχήματα δηλώσει τὰ ὑπὸ Ἀβράμου λεγόμενα. προσυποτάξομεν δὲ καὶ τὰ ἐμοὶ αὐτῷ τηρηθέντα· μηδεὶς δὲ ἡμᾶς τῶν ἐντυγχανόντων μεμφέσθω, εἰ τοὺς ἑτέρων πόνους καὶ τηρήσεις μὴ ἰδιοποιοῦμεν ὥς τινες, μαρτυροῦμεν δὲ τοῖς ἀνδράσιν. ἔλθωμεν δὲ εἰς προκείμενον.

Ἐπὶ γὰρ τῆς διαιρέσεως τῶν χρόνων τῶν πρακτικῶν κατὰ Ἄβραμον τῶν ἀπὸ τοῦ δαίμονος μεριζομένων μερίζει γὰρ οὖτος), ὅπου δἂν ὁ κλῆρος ὁ περὶ δαίμονος πίπτῃ ἐπὶ γενέσεως, τοῦ ζῳδίου ὅπου εὑρίσκεται ὁ κλῆρος τὸν κύριον ὅρα, πόσων ἐτῶν [*](3 ἢ] οἳ Wdl. 4 ipsa Aegyptdorum verba esee videntur 8 nempe τοῦτον τὸν τόπον δ. ἡμῖν· δηλώσω δὲ καὶ aut sim. 9 αύτοΐδια S 10 possia ἀποδημητικῶν at cf. 17 12 sequentia plurifariam corrupta 17 ᾖ] ἢ S 26 ἰδιοποιούμενος ὡς S 27 ἔλθω S 31 fort. ante ὅπου plura exviderunt ὁρᾶ S)

97
τυγχάνει αὐτοῦ ὁ μικρὸς κύκλος, καὶ ταῦτα μέριζε εἰς τὰ ιβ΄ ζῴδια ἀπʼ αὐτοῦ τοῦ δαίμονος ἀρχὴν ποιούμενος τοῦ μερισμοῦ κατὰ τὰ ἐξῆς ζῴδια· εἶτα ὅταν πληρωθῇ αὐτοῦ ὁ κύκλος, τὸν τοῦ ἐξῆς ζῳδίου τοῦ δαίμονος κύριον· πάλιν ὅρα, πόσων ἐτῶν αὐτοῦ ὁ κύκλος τυγχάνει, καὶ τούτου ὁμοίως μέριζε· καὶ τὸν ἑξῆς πάλιν, εἰ ἔχει ζωῆς ἔτη ἡ γένεσις ὑποκείμενα. εἰ ζῴδιον οὖν, ὅπου οἱ χρόνοι αὐτοῦ τυγχάνουσιν, ἔχει τόπον ἀποδημίας δηλωτικὸν ἢ τὸν περὶ ἀποδημίας κλῆρον ἢ διάμετρον αὐτοῦ ἢ τετράγωνον ἢ εἰς τὰ ζῴδια τὰ λαμβάνοντα ἀπʼ αὐτοῦ τὸν ἐπιμερισμὸν πίπτωσιν οἱ ἀστέρες ὕστεροι τῆς καταβολῆς μάλιστα κακοποιοὶ ἔκκεντροι, ξενιτείας παρέχουσιν, ὁ τοῦ ἐπιμερισμοῦ κύριος τοῦ ζῳδίου ἐὰν ἔκκεντρος ἦ ἢ ἀπόστροφος τοῦ ζῳδίου κακοποιὸς ὤν, ξενιτείαν ἐπιποιεῖ· καὶ ἐὰν ἐπίκεντρος ἦ, ποιήσει. καὶ εἰ κακοποιοὶ πάλιν ἔχουσι τοὺς ἐπιμερισμούς ἄστροις ἐμπίπτοντες ἢ τετράγωνοι, ξενιτείας παρέχουσι. ἐὰν δὲ ἀγαθοποιὸς αὐτὸν τὸν ἐπιμερισμὸν λάβῃ, εὑρεθῇ δὲ ἐπὶ τῆς γενέσεως τοῦ διαμέτρου, ἀποδημίας καὶ κινήσεις ἐμποιεῖ τῷ γεννωμένῳ. Ἐπὰν οἱ κύριοι πάλιν τῶν ζῳδίων τοὺς χρόνους ἔχοντες ἢ τὴν ἐπιδιαίρεσιν ἀπόστροφοι τύχωσι τῶν ζῳδίων ἢ ἐναντίοι ἢ καθυπερτερούμενοι ἢ ἔκκεντροι, ξενιτείας παρέχουσι τὰ ζῴδια. ἐναντίων κακοποιῶν μάλιστα τὰ φῶτα θεωρούντων τοῖς σεληνιακοῖς ἢ ἡλιακοῖς τὰς ἀποδημίας ποιεῖ, ἐὰν τοῦ ζῳδίου ὅπου οἱ χρόνοι εἰσὶν ὁ κύριος ἔκκεντρος ἢ ἐναντίος αὐτοῦ ἦ, ἢ κινήσεις ἢ ἀποδημίας ποιεῖ, εἰ ὁ κλῆρος ὁ περὶ ἀποδημίας εἰς αὐτὸ πέση ἢ εἰς διάμετρον αὐτοῦ ἢ τετράγωνον ἐὰν δὲ ἰδιοτοπῇ ἢ τοῖς τετραγώνοις εὑρίσκηται, οὐ δίδωσιν ἀποδημίας. Ἑρμῆς μὲν οὖν καὶ Ἀφροδίτη οὐ δίδωσι μακρὰς ἀποδημίας, ἀλλὰ καὶ ταχείας τὰς ἐπανόδους. ἐὰν πίπτωσιν ἐνὶ ζῳδίῳ οἱ δύο κλῆροι, ὅ τε τῆς τύχης καὶ ὁ δαίμων, ἐναντίος δὲ ᾖ τῷ ζῳδίῳ ὁ περὶ ἀποδημίας κλῆρος ἢ τετράγωνος, ἐπῇ δὲ τῷ τόπῳ κακοποιός τις, ἀποδημίαις γίνονται οἱ γεννώμενοι. ὁμοίως καὶ τῷ ἀστέρι τῳ τοὺς χρόνους ἔχοντι ἢ ἐπὶ τοῦ κλήρου τῆς τύχης ἐφεστῶτι ἐναντίος ὁ τοῦ περὶ ἀποδημίας, κἂν οἱ δύο τόποι ὅ τε τῆς τύχης καὶ ὁ τοῦ δαίμονος ἐναντίοι πέσωσιν, ἢ κινήσεως αἴτιον τυγχάνει ἢ ἀποδημίαις ποιεῖ τὴν γένεσιν, μάλιστα ἐὰν τοῖς ἐκκέντροις ζῳδίοις. κἂν ἦ δὲ ἐπίκεντρα ἢ πάλιν τὰ ζῴδια, [*](5 aut ταῦτα aut τοῦτον 6 nempe ἔχει ⟨τοσαῦτα⟩ 7 τυγχάνωσιν S 10 ὕστεροι non intellego; an οἱ κύριοι? 13 fort. κἂν ἐπ. ⟨δὲ⟩ ᾖ εἰ] οἱ S 14 possis ἀγαθοῖς aut κέντροις 16 nempe ἐπὶ τοῦ τῆς γ. δ. i. e. horoscopo oppositus, nisi praestet τοῦ ⟨Κρόνου⟩ διάμετρος 20 τὰ ζῴδια suspectum 27 possis ⟨καλὰς⟩ καὶ 30 ἐπιδημίαις S 34 an αἴτιος)
98
ὅπου οἱ ἐπιμερισμοί εἰσιν, ἐὰν ἔχη τοὺς περὶ ξένης τόπους καὶ τὸν κλῆρον ἐναντίον ἢ τετράγωνον, ἀποδημίαις ποιοῦσι τὴν γένεσιν. ὁμοίως καὶ ἐὰν ᾖ εἰς ὑπόγειον ἡμισφαίριον, φιλαποδήμους ποιεῖ. ἐὰν ὁ κλῆρος πάλιν ὁ περὶ ἀποδημίας εἰς τὸν ὡροσκόπον ἢ εἰς μεσουράνημα ἢ εἰς τὴν ἐπαναφοράν τοῦ μεσουρανήματος πέσῃ μὴ ἀποδημητικῆς φύσει οὔσης τῆς γενέσεως ἢ τὰ προειρημένα σχήματα ἐχούσης, οὐ πολυαποδήμους ποιεῖ γενέσεις, σπανίως δὲ ἀποδημοῦσιν οἱ γεννώμενοι, μάλιστα μὴ ἔχοντες ἐναντίους κακοποιούς. καὶ ἐὰν τὰ ζῴδια τὰ ὑπέργεια τοὺς χρόνους ἔχῃ ἢ τῶν χρόνων τὴν ὑποδιαίρεσιν χωρὶς τοῦ δωδεκάτου ἢ ἐννάπάλιν ζῳδίου, οὐ διδόασιν ἀποδημίας, τοῦ κλήρου μὴ εἰς αὐτὸ πίπτοντος μηδὲ ἐναντιουμένου κακοποιοῦ ἢ τῳ ζωδίῳ ἐφεστῶτος χωρὶς ἀγαθοποιῶν.

Τὰ ὑπόγεια ἔχοντα τοὺς χρόνους δίδωσι, μάλιστα καὶ τοῦ περὶ ἀποδημίας κλήρου εἰς τὰ ὑπόγεια πίπτοντος. κἂν οἱ κλῆροι πάλιν ὅ τε τῆς τύχης καὶ ὁ περὶ ἀποδημίας κακοποιούς ἔχωσιν ἐφεστῶτας ἢ ἐναντίους, ἀποδημίας πυκνὰς παρέχουσιν. ἐὰν τῳ ζῳδίῳ τῷ τοὺς χρόνους ἔχοντι ἐναντίος τύχῃ ὁ τοῦ περὶ ξένης ὢν κύριος, ἀποδημίᾳ ποιήσει τὴν γένεσιν. ἐὰν δὲ τῷ κλήρῳ τῆς τύχης καὶ ὁ τοῦ περὶ ἀποδημίας ὁμοῦ πέσῃ εἰς ὑπόγειον κέντρον, πολυαποδήμους ποιεῖ, μάλιστα ὑπὸ κακοποιῶν θεωρούμενος ἢ κατεχόμενος ἢ ὑπὸ φωτός. ἐὰν εος τι τῶν ζῳδίων τῶν κληρωθέντων ἔχειν ἐπιμερισμοὺς τῶν χρόνων ἡ τριμηνιαία πίπτει, κινήσεις παρέχει, μάλιστα ἐὰν ἔχῃ ἐναντίον ἀστέρα κακοποιὸν ἢ τὰ φῶτα ἑστῶτα ὁμοίως καὶ τοῖς ὑπεργείοις τόποις τοῖς ἀποκεκλικόσιν ἦ. εἰ ἐλάττων ἐπιμερισμὸς ἢ ἐναντίος τύχῃ, παροδικὴν ἀποδημίαν ἔξει ἡ γένεσις. καθυπέρτεροι δὲ ἀστέρες μάλιστα τοῖς ὑπογείοις οὖσι καθύγροις τοῖς ἔχουσιν ἐπιμερισμούς ἀποδημίας ποιοῦσι, μάλιστα ἐὰν ἦ ἔχοντα τὰ φῶτα ἐπικείμενα τὰ ζῴδια ἢ κακοποιούς.

Ἐξαιρέτως δὲ τὰ ὑποκείμενα σχήματα εὐεργέστερα ἔσται, εἰ ὁ καταγόμενος ἐνιαυτὸς τοῦ τόπου τῷ γεννωμένῳ κίνημα ἔχει ἀποδημίας εἴτε ἐκ καταβολῆς ἄνωθεν εἶεν ἔχοντες γενέσεις ἀποδημικὰς μάλιστα. ὅπου δʼ ἂν ὁ ἐπιμερισμὸς τῶν χρόνων πέσῃ τῶν καθολικῶν ὴ ἡ ὑποδιαίρεσις αὐτῶν, ἐκείνου τε τοῦ ζῳδίου ὁ κύριος εἴτε ἔκκεντρος ὢν εἴτε ἐπίκεντρος, ἐὰν μή τινα τῶν κακοποιῶν ἔχῃ ἐναντίον --- τῶν ζῳδίων ἢ τῶν φώτων ἐὰν ἐπικείμενος [*](1 ὅποι S ξένοις S 12 πίπτοντος] διδόντος S 17 ἐὰν] S 20 an del. τοῦ? 22 ὑπόφωτος S 23 χρ. ἤτοι μηνιαία ut vid. S 25 an ⟨ἢ⟩ τοῖς ἀπ.? ᾖ] ἢ S 30 nempe ἐνεργέστερα 31 fort. del. τοῦ 32 εἶεν ut vid. S 33 nempe ἀποδημητικὰς)

99
εἴη, γίνονται ἔξοδοι. ἐπὰν δὲ ἔχωσιν ἤτοι ἐπικέντρους ἤτοι ἀποκεκλικότας, διδόασιν ἀποδημητικάς ἐξόδους· καὶ οἱ ἐφεστῶτες κακοποιοὶ τοῖς ζῳδίοις τοῖς ἀποκεκλικόσιν ἢ τοῖς ἔχουσι τούς χρόνους ἢ τὰς ὑποδιαιρέσεις ἀποδημίας διδόασι, τοῦ ἐνιαυτοῦ μάλιστα κίνημα ἔχοντος. ὅταν ὁ τούς χρόνους ἔχων εἰς τὸν περὶ ξένης τόπον ἢ κλῆρον ἐφεστώς εὑρίσκηται ἢ τοῦ περὶ ξένης τόπου ὁ κύριος, ἀποδημίας παρέχει, μάλιστα εἰ κακοποιὸς ᾖ τῷ ἀφωτίστῳ τετράγωνος ἢ διάμετρος. ὁμοίως κἀν ζῴδιον ἔχον ἐπιμερισμὸν τῶν χρόνων ἐναντίον ᾖ τῷ κλήρῳ τῳ περὶ ἀποδημίας, ἐξόδους διδόασι, μάλιστα τοῖς ἀποκλίμασιν. ἐὰν οἱ ἐπιμερισμοὶ πάλιν τῶν χρόνων εἰς τὰ ἀποκλίματα πίπτωσι μὴ ἐχόντων ζῴδιον ἐναντίον ἢ καθυπερτεροῦν, οὐ παρέχουσιν ἀποδημίας, μελλησμὸν δὲ ἀποδημίας ὑπομενεῖ τις καὶ πρόθεσιν ἀσυντέλεστον. ὅταν τοῖς κακοποιοῖς τοὺς χρόνους ἢ τὸν ἐπιμερισμὸν ἔχουσιν ἀγαθοποιὸς ἐναντίος πίπτῃ ἢ καθυπερτερῇ ἢ συμπαρῶσιν τοῖς ὑπογείοις καὶ ἀποδημητικὸς ἐνιαυτὸς ἐμπέσῃ, μελλησμούς ἐμποιοῦσιν ἢ ἐγκοπὰς τῶν ἐξόδων. ἐὰν ἡ τύχη εἰς τὸν περὶ ξένης τόπον ἐμπέσῃ ἢ πρὸς ἀλλήλους οἱ κλῆροι ἐναντίοι πίπτωσι κακοποιοῦ ἐφεστῶτος ἢ ἐναντίου, ἀποδημητικοὺς ποιεῖ μὴ συναναπλεκομένου, αὐτοῖς ἀγαθοποιοῦ ἢ ἐφεστῶτός τινος αὐτῶν. καὶ ἐὰν ὁ τῆς ξένης κύριος ἐναντίος αὐτῷ ᾖ αὐτῆς τύχῃ χωρὶς ἀγαθοποιῶν Ἄρεως πάλιν ἐναντίου τῷ κλήρῳ τῆς τύχης ἢ τῷ περὶ ξένης πίπτοντος ἐφʼ ἑνὸς ἑστῶτος, ἀποδημίαις ποιεῖ ἱκαναῖς τὸν γεννώμενον. ἐὰν πάλιν Ἄρης ἀμφοτέρων τῶν κλήρων κύριος ὢν ἀπόστροφος πέσῃ τῶν ζῳδίων τῶν τὰς ἀποδημίας παρεχόντων ἢ εἰς κάθυγρα, ἀποδημητικὰς ποιεῖ τὰς γενέσεις. Ἄρης ἀπόστροφος τοῦ κλήρου ἢ τοῦ περὶ ξένης πεσὼν μηδενὸς αὐτῶν κύριος ὢν ἀποδημίας οὐ παρέχει, ἀλλὰ τὰ πλεῖστα πατρίδι διάγοντας ἢ μελλησμοὺς ἀποδημίας πάσχοντας. ὁμοίως καὶ ἐὰν οἱ κλῆροι ἀγαθοποιούς ἔχωσιν ἐφεστῶτας, οὐ ποιοῦσι φιλαποδήμους ἀλλὰ σπανίους. Σχήματα δὲ ἐστιν ἐπὶ γενέσεως εὑρεῖν τὰ μὴ ῥᾳδίως ἀποδημίαν παρέχοντα διὰ τὰς πλείστας τῶν γενέσεων ἀποδημητικάς γίνεσθαι, καὶ τὰς μὲν συνεχέσι καὶ ποικίλαις τὰς δὲ σπανίως [*](7 ᾖ] ἢ S 9 ἐπιμερισμῶν S 12 ζῴδιον hic et supra p. 98, 36 fort. aliter usurpatum ac solet; omnino alius terminorum usus in hoc capite notandus Abraamum fort. fontem indicans 14 ἔχωσιν S 15 πίπτει ἢ καθυπερτερεῖ S 20 nempe τινι 21 τύχης S 28 intellegerem ἢ ἐφεστῶτος 24 ὢν] ἦ ὁ S (possis etiam ᾖ καὶ) 25 τὰς] τῆς S 26 τοῦ] τῶ S 29 παρέχοντας S 30 potius σπανίως sc. ἀποδημοῦντας 31 fort. τινα pro τὰ 33 possis ποικίλαις ⟨ἀποδημίαις περιτρέπεσθαι⟩)
100
καὶ ὀλιγάκις, διὰ πλεονάζειν ἔν τισι τὰ σχήματα τὰ ἀποδημίας ἐμποιοῦντα τισι δὲ μή· ὅθεν οἱ μὲν πολυαπόδημοι γίνονται, οἱ δὲ μετρίως καὶ οὐ συνεχέσι ταῖς ἀποδημίαις χρῶνται. ὅσοι γενέσει ὀλίγα σχήματα περὶ ἀποδημίας ἔχουσιν, ἐὰν καὶ οἱ κλῆροι ἐπὶ τῆς γενέσεως ἢ τῆς ἀντιγενέσεως οἱ περὶ ἀποδημίας καὶ τῆς τύχης πρὸς ἀγαθούς πέσωσιν, οὐ διδόασιν ἐξόδους, μάλιστα τοῦ ἐνιαυτοῦ μὴ ἔχοντος κίνημα ἀποδημίας· ἐὰν δὲ ἔχῃ καθὼς προεῖπον σχήματα, ποιοῦσιν ἀποδημίας. ἀσύνδετος πάλιν ὁ περὶ ἀποδημίας τῷ τῆς τύχης μάλιστα ἔχοντος τοῦ ἑνὸς κλήρου ἀγαθοποιὸν οὐ ποιήσει φιλαποδήμους, ἀλλʼ πατρίδι τὰ πλεῖστα διάγοντας. ἀπόστροφος Ἄρης τοῦ περὶ ξένης κλήρου μικρὰς κινήσεις ποιεῖ, τοῦ τῆς τύχης ἔχοντος ἀγαθοποιούς ἐπικειμένους ἀστέρας οὐ διδόασιν ἀποδημίας, μάλιστα ὑπὲρ γῆν πίπτοντες. ὁ κλῆρος τῆς τύχης ἐπὶ τοῦ μεσουρανήματος πίπτων ἀπόστροφος ὢν τοῦ περὶ ἀποδημίας μὴ ἔχων ἐναντίον κακοποιὸν ἢ φῶς οὐκ ἀποδημητικάς ποιεῖ γενέσεις, ἀλλʼ πατρίδι διάγοντας. ἐὰν οἱ δύο κλῆροι συμπέσωσι χωρὶς τοῦ Ἄρεως εἰς ἀπόκλιμα τοῦ μεσουρανήματος εἰς ἕτερον ζῴδιον μηδένα κακοποιὸν ἔχοντες ἐναντίον ἤ ἐφεστῶτα, οὐ ῥᾳδίως ἀποδημίᾳ γίνονται. οἱ δὲ κλῆροι οἱ δύο κακοποιούς ἔχοντες ἐπικειμένους ἢ ἐναντίους πολυαποδήμους ποιοῦσι, μάλιστα τῶν ζῳδίων ὄντων καθύγρων, ὅπου οἱ κλῆροι. ὁ περὶ τύχης κλῆρος καλῶς πίπτων μηδένα ἔχων κακοκοιὸν ἢ καθυπερτεροῦντα ἢ τὰ φῶτα ἢ τὸν περὶ ἀποδημίας κλῆρον μάλιστα τῶν δύο --- κλήρων Ἄρης ἀπόστροφος ὢν οὐ διδόασιν ἀποδημίας, ἀλλὰ βουλόμενος ἀποδημῆσαι οὐκ ἐξῆλθεν. Ζεὺς γὰρ ἐὰν παροδικῶς ἐπὶ τούτων τῶν ζῳδίων γένηται, κωλύει τὴν ἔξοδον. ἐξαιρέτως δὲ ἀποδημεῖ, ἐὰν τύχῃ ἔτὸς εἰς ἀπόκλιμα ἐκπεσὸν ἀπὸ τοῦ ὡροσκόπου καθύγροις ζῳδίοις, μάλιστα ἀγαθοποιοῦ μὴ ἐφεστῶτος παροδικοῦ ἢ κατὰ γένεσιν. καὶ ὁ κύριος τῶν χρόνων τῷ κυρίῳ τοῦ περὶ ἀποδημίας κλήρου ἔτος παραδιδοὺς κακοποιοῦ μάλιστα ὁρῶντος ἢ ἀνάπαλιν ὁ κύριος τοῦ κλήρου τῳ τούς χρόνους ἔχοντι.

[*](3 possis μετρίαις 5 possis ⟨ὁ⟩ τῆς 9 spatium vacuum in S 13 ἐπιδημίας S 17 supplem. incertum 18 ἔχοντα S 24 lacunam indicat S 29 possis παροδικῶς 32 aut subaudi aut supple πολυακοδήμους ποιεῖ)
101

Περὶ προτελευτῆς γονέων ἄλλοι μὲν ἄλλως διεσάφησαν καὶ αὐτοὶ δὲ δοκιμάσαντες εὕρομεν οὕτως. ἐπειδὴ Ἥλιος σημαίνει πατέρα, δευτέρῳ δὲ τόπῳ Κρόνος, ἀκριβέστερον ἐπὶ τῶν νυκτὸς καὶ ἡμέρας ὁ συνοικειούμενος τῇ Σελήνη, τουτέστιν ὁ ἐπιθεωρούμενος ὑπʼ αὐτῆς καὶ συμπαρών ἢ οἴκῳ ἢ τριγώνῳ ὑπάρχων, ἐκεῖνος ἀναλαμβάνει τὸν πατρικὸν τόπον ὁμοίως δὲ καὶ ἡ Ἀφροδίτη τὸν μητρικὸν τόπον καὶ ἡ Σελήνη. σκοπεῖν οὖν δεήσει καθʼ ἑκάστην γένεσιν, τίς μᾶλλον ὑπὸ τῶν κακοποιῶν θεωρεῖται ἢ καὶ παραπέπτωκε, πότερον Ἥλιος ἢ Σελήνη ἢ Ἀφροδίτη ἢ Κρόνος, καίπερ αὐτὸς ἀναιρέτης ὑπάρχων τοῦ πατρός. ἐὰν γὰρ Ἥλιος τὸν πατρικὸν τόπον ἀναλαβὼν κατοπτευθῇ ὑπὸ Ἄρεως ἢ Κρόνου τῶν ἀγαθοποιῶν ἀπόντων, περὶ τὸν πατέρα ἡ προτελευτὴ γενήσεται· ἐὰν δὲ Σελήνη ἢ Ἀφροδίτη, περὶ τὴν μητέρα· ἐὰν δὲ ἀμφότερα τὰ φῶτα ὑπὸ κακοποιῶν κατοπτευθῇ ἢ καὶ Ἀφροδίτη, ὁ παραπεπτωκώς ἢ παῤ αἵρεσιν τετευχὼς τὴν προτελευτὴν σημαίνει.

Ἄλλως. Ἐὰν ὁ πατρικὸς κλῆρος ἀρσενικῷ ζῳδίῳ πέσῃ ἢ ὁ κύριος αὐτοῦ ὑπὸ κακοποιοῦ μαρτυρούμενος, πατρὸς προτελευτὴν σημαίνει. ὁμοίως καὶ ἐπὶ τοῦ μητρικοῦ κλήρου αὐτὸ συμβήσεται, ἐὰν μάλιστα ἀσφαλέστατά τις γνῷ εἰ πατήρ ἐστιν.

Ἄλλως. Ἀπὸ κυνὸς ἐπιτολῆς ἕως τῆς γενεσιακῆς ἡμέρας λαμβάνειν καὶ ἐκ τοῦ συναχθέντος ἀριθμοῦ ἀφαιρεῖν δωδεκάδας καὶ τὸν περιλειφθέντα ἐντὸς τῶν ιβ΄ ἀπολύειν ἀπὸ Σελήνης ἀνὰ μίαν· ἐὰν μὲν οὖν εἰς ἀρσενικὸν ζῴδιον καταλήξῃ, πατὴρ προτελευτήσει· ἐὰν δὲ εἰς θηλυκόν, μήτηρ. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως Μεχὶρ ιγ΄ ἀπὸ Ἐπιφὶ κ΄ ἕως τῆς ιγ΄ γίνονται σγ΄· ἀφεῖλον δωδεκάδας ις΄ λοιπὰ ια΄, ταῦτα ἀπὸ Σελήνης τῆς ἐν Σκορπίῳ κατέληξεν Παρθένῳ ζῳδίῳ θηλυκῷ· ἐπῆν δὲ καὶ Ἄρης· ἐγίνετο περὶ τὴν μητέρα ἡ προτελευτή.