Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Σελήνη Ζεὺς Ἑρμῆς Λέοντι, Κρόνος ὡροσκόπος Ζυγῷ, Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη Καρκίνῳ. ὁ τοιοῦτος εὐτυχής ἡγεμονικὸς τυραννικὸς βασιλικὴν τύχην κεκτημένος καὶ περιουσίᾳ μεγάλη κατασταθείς. τῷ αὐτῷ γάρ ἐξέπεσεν ὁ τε κλῆρος τῆς τύχης καὶ ὁ δαίμων καὶ ἡ βάσις· ἡ δὲ τούτων κυρία Ἀφροδίτη μεσουρανοῦσα Καρκίνῳ, ὁ δὲ τοῦ τριγώνου κύριος καὶ τοῦ ὑψώματος εὑρέθησαν ἀγαθοδαιμονοῦντες τῇ περιποιήσει.
Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀφροδίτη ὡροσκόπος Λέοντι, Κρόνος Ταύρῳ, Ζεὺς Τοξότῃ, Ἄρης Ζυγῷ. Σελήνη 7Παρθένῳ. ὁ τοιοῦτος ἡγεμονικὸς ζωῆς καὶ θανάτου κύριος· οἰκείως γάρ οἱ ἀστέρες εὑρέθησαν.
Ἄλλη. Ἥλιος Σελήνη Ζεὺς ὡροσκόπος Κριῷ. Κρόνος Ἀφροδίτη Ὑδροχόῳ, Ἄρης Διδύμοις, Ἑρμῆς Ἰχθύσιν. ὁ τοιοῦτος ἡγεμονικὸς τυραννικός· ἐπίκεντροι γὰρ καὶ ὡροσκοποῦντες οἱ κύριοι τοῦ τριγώνου εὑρέθησαν καὶ εἰς αὐτὸ καὶ ὁ κλῆρος καὶ ὁ δαίμων καὶ ἡ βάσις καὶ ὕψωμα ἐξέπεσεν. ὁ δὲ τούτων κύριος Ἄρης ἐκπαραπεσών καὶ ἀμαρτύρητος τῷ γ΄ τόπῳ ἐναντία καὶ [*](2 nempe οὐτων ⟨κακῶς πέσωσιν〉 vel sim. 5 S] καὶ M 5 sq. μοίραις συνών ἢ ἰδίαις τύχοι ζωδίοις καὶ θανάτου M 6 κυριεύσωσιν M post οἱ κληρονόμοι Sa del. Sb 7 καὶ οἱ ἀ. M 9 ἀσχήμονασ? S 11 πίστεων — καταξιουμένους om. S 12 om. M 15 τύχην om. S 16 εἰς αὐτὸ M 18 Καρκίνῳ M 19 εὐδαιμονοῦντες M 21 ἄλλη om. M Ἑρμῆς Ἀφρ. M] Σελήνη Ζεὺς S 22 Παρθένῳ Αἰγόκερφ M 25 ἄλλη om. M 26 Ἄρης Διδύμοις om. M 27 τυραννικός om. M 30 ἀκαταμαρτύρητος S an ἐναντιώματα? nisi scribendum ἐναντίος et praccedentia aliter restitnenda)
Ἄλλη. Ἥλιος Ζεὺς Ἀφροδίτη Ἰχθύσι, Σελήνη Ζυγῷ, Ἄρης Καρκίνῳ, Ἑρμῆς Ὑδροχόῳ, Κρόνος Σκορπίῳ, ὡροσκόπος Λέοντι. ὁ τοιοῦτος ἔνδοξος ἐξουσιαστικός· ἐδορυφορήθη γὰρ ὁ Ἥλιος ὑπὸ τῶν ἀγαθοποιῶν καὶ εὑρέθη ἐπικείμενος τῷ κλήρῳ τῆς τύχης σὺν τῷ οἰκοδεσπότῃ. ἐπεὶ δὲ οἱ συναιρετισταὶ τοῦ τριγώνου παρέπεσον καὶ ὁ κύριος τοῦ δαίμονος ἀπόστροφος, ἔκπτωτος ἐγένετο καὶ ἑκὼν μετέστη. ἠναντιώθη δὲ καὶ τῇ περιποιήσει Ἄρης καὶ ὁ τοῦ ὑψώματος κύριος οὐκ ἔσχε τόπον ἐπιτήδειον, ἀλλʼ ὑπὸ Κρόνου καθυπερτερηθεὶς ἐκακώθη. ὅθεν, καθὼς προεῖπον, ἐὰν τὰ πλείονα σχήματα ἢ οἱ τούτων κύριοι ἐπιτόπως εὑρεθῶσι, καὶ δόξη καὶ βίου φαντασίᾳ γενήσονται· ἐὰν δὲ οἱ μὲν παραπέσωσιν οἱ δὲ οἰκείως εὑρεθῶσιν, ἀνεπίμονα τὰ τῆς δόξης καὶ τῆς τύχης γενήσεται.