Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὅταν ὁ κύριος τῆς τύχης καὶ ὁ τῆς περιποιήσεως ἐναντίοι πέσωσιν, ἐὰν μὲν ἀγαθοποιοὶ ὦσι, τὰς ὑπάρξεις πεφαντασιωμένας ποιοῦσι καὶ ἐπισάθρους καὶ ἐπικινδύνους· ἐὰν δὲ κακοποιοὶ ὦσιν, ἐκπτώσεις ποιοῦσιν. ἐὰν ἡ περιποίησις ἐναντία τῷ δαίμονι γένηται, ἐκπτώσεις τῶν πράξεων καὶ μειώσεις καὶ βλάβας παρέχουσιν ἐὰν μή ἔχωσιν ἀγαθοποιούς ἐπικειμένους. ὁ τῆς περιποιήσεως κύριος ἐναντιούμενος τῷ περιποιήματι κενοῖ τὰς ὑπάρξεις· ἐὰν οὖν κακοποιὸς τύχῃ, ἔτι χεῖρον. οἱ δὲ ἀγαθοποιοὶ ἀφαιροῦντες τὶ αὐτὰ ἀπεργάζονται, ἐπὶ τούτοις δὲ καὶ ἐκπτώσεις ποιοῦσιν, ἐὰν τῶν οἰκοδεσποτῶν ἡ περιποίησις ἐναντία πέσῃ μάλιστα ὄντων κακοποιῶν καὶ μηδὲ τῆς αἱρέσεως ὄντων, ἐγγὺς ἐκπτώσεως ἔρχονται. ἐὰν τῇ περιποιήσει Ἄρης ᾖ ἐφεστώς ἢ διάμετρος, εἰς ἡδονὰς καὶ μέθας ἀναλίσκουσι τὰ περικτηθέντα. ὁμοίως καὶ ἐὰν ὁ κύριος τῆς περιποιήσεως ἐναντίος αὐτῷ γένηται, τῷ βίῳ πολυδαπάνους· ὁμοίως καὶ ἐὰν ᾖ αὐτὸς δ κύριος τῆς περὶποιήσεως ἀφαιρῶν τῳ ἀριθμῷ ἢ ἄκεντρος ὢν ἢ μοίρας ἀλλοτρίας ἢ οἶκον ἔχων.