Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Εἰς δὲ τὴν τῶν προκειμένων διάγνωσιν ὑποδείγμασι χρησόμεθα προτάξαντες ἐπίσημον γένεσιν. ἔστω Ἡλιον εἶναι Σκορπίῳ Σελήνην Καρκίνῳ, Κρόνον Ὑδροχόῳ, Δία Τοξότῃ, Ἄρεα Σκορπίῳ, Ἀφροδίτην Ζυγῷ, Ερμῆν Σκορπίῳ, ὡροσκόπον Ζυγῷ. ἐπεὶ οὖν νυκτερινὴ ἡ γένεσις, ζητῶ Σελήνην· αὕτη δὲ τυγχάνει Καρκίνφ τρίγωνος Ἀρεῖ, τὸν δὲ τοῦ Ἄρεος εὔρομεν ἐπαναφερόμενον ἰδίῳ οἴκῳ καὶ τριγὼνῳ καὶ αἱρέσει ἰδίᾳ· εἶτα τὴν ἐπίκοινον τούτῳ Ἀφροδίτην ὡροσκοποῦσαν ἰδίῳ οἴκῳ, τρίτην Σελήνην μεσουρανοῦσαν ἰδίῳ οἴκῳ. πρόδηλον οὖν, ὅτι ἔνδοξος ἡ γένεσις, ἐπιτόπως ἐσχηματισμένων τῶν οἰκοδεσποτῶν. ζητήσας δὲ καὶ τὸν κλῆρον εὑρον Ὑδροχόῳ τούτῳ ἔπεστι Κρόνος ὁ κύριος ἀγαθοτυχῶν ἰδίῳ οἴκῳ καὶ τριγώνῳ. ὁμοίως καὶ ια΄ τοῦ κλήρου τῆς τύχης τουτέστι περιποιητικὸν ζῴδιον Ζεὺς ἔχει. ἔλαβον δὲ καὶ ὕψωμα τῆς γενέσεως, ὃ ἀπὸ Σελήνης ἐπὶ Γαῦρον γίνεται ια΄ καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου Ζυγοῦ· κατέληξεν Λέοντι τῳ ἀγαθῷ δαίμονι· τούτου κύριος ὁ Ἥλιος, ὃς εὑρέθη μεσουρανῶν τῳ κλήρῳ τῆς τύχης, ἐποίησε λαμπροτέραν καὶ ἐνδοξοτέραν τὴν γένεσιν.

Ἄλλη. Ἡλιος Ἑρμῆς Ταύρῳ, Σελήνη Κριῷ. Κρόνος Ἄρης Ἀφροδίτη ὡροσκόπος Καρκίνῳ, Ζεύς Παρθένῳ, κλῆρος τύχης καὶ ὕψωμα γενέσεως Διδύμοις. ἀπὸ μετριότητος ἀναβεβίβασται καὶ γέγονεν ἡγεμονικὴ καὶ στρατηγική. ἡμερινῆς γάρ οὔσης τῆς γενέσεως εὖρον τὸν Ἥλιον τριγώνῳ τῆς Σελήνης, τὴν δὲ Σελήνην καὶ τοὺς αὐτῆς ἐπικοίνους Ἀφροδίτην καὶ Ἄρεα ἐπικέντρους, τὸν δὲ [*](4 an σύγκρασιν? 15 ἐπαναφ. sc. loco secundo qui est ἐπαναφορὰ τοῦ ὡροσκόπου 16 ἐπίκοινον sc. trigoni cf. c. I p. 55, 15 20 Saturnus loco quinto i. e. ln Bona fortuna positus est 23 ὃ] οὗ S 25 Sol X. a Sorte Fortunae loco collocatus est (cf. ad p. 81, 16) 28 κλῆρον S 29 ἀνξαβεβιβάσθαι S 31 Sol nec trigonus est Lunae neque ulla radiatione coniunctus; ergo Δ legi non τρίγωνον sed τριγώνῳ)

84
κλῆρον τῆς τύχης καὶ ὕψωμα Διδύμοις ἀποκλίσει (ἔνθεν ἦν καὶ τὰ πρῶτα μέτρια), τὸν δὲ κύριον ἀγαθοδαιμονοῦντα.

Ἄλλη. Ἥλιος Ἄρης Ἀφροδίτη Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Ζεὺς Σκορπίῳ, Κρόνος Κριῷ, ὡροσκόπος Λέοντι. καὶ αὕτη ἡ γένεσις ἐκ ταπεινῆς καὶ μετρίας τύχης εἰς ἡγεμονικὴν καὶ ἐξουσιαστικὴν τύχην κατήντησεν. ἡμερινῆς γὰρ οὔσης τῆς γενέσεως εὕρομεν τὸν Ἥλιον τριγώνῳ τοῦ Κρόνου, τὸν δὲ Κρόνον τῳ ἀποκλίματι, ὅθεν τὰ μὲν πρῶτα μέτρια, τὸν δὲ τούτου ἐπίκοινον Ἑρμῆν ἐπίκεντρον. εὕρομεν δὲ καὶ τὸν κλῆρον τῆς τύχης Ταύρῳ καὶ ὕψωμα Ζυγῷ καὶ τὴν κυρίαν μεσουρανοῦσαν μὲν τῷ κλήρῳ, ἐπίκεντρον δʼ ἄλλως.

Ἄλλη. Ἥλιος Ἑρμῆς Ταύρῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Ἀφροδίτη Κριῷ, Ζεὺς Παρθένῳ, Ἄρης Ἰχθύσιν, ὡροσκόπος Λέοντι. τὸν μὲν οὖν Ἥλιον εὕρομεν τριγώνῳ Ἀρροδίτης καὶ Σελήνης, τὴν δὲ Ἀφροδίτην ἀποκλίματι. γέγονεν μὲν οὖν τὰ πρῶτα ἐπίμοχθος καὶ ταπεινή, τῆς δὲ Σελήνης ἐπικέντρου εὑρεθείσης ὕστερον γέγονεν στρατιωτικαῖς καὶ προκοπτικαῖς τάξεσιν. ὁμοίως δὲ καὶ ὁ κλῆρος τῆς τύχης εὑρέθη Ταύρῳ, δὲ ὕψωμα Καρκίνῳ τούτου κυρία Σελήνη εὑρέθη μεσουρανοῦσα τῳ κλήρῳ, ὅθεν καὶ εἰς μεγίστην τύχην καὶ ἡγεμονικὴν κατῆλθεν. δὲ τῷ περιποιητικῷ τόπῳ εὑρέθη Ἄρης --- ὕπαρξιν ἁρπαγῆς καὶ νοσφισμῶν καὶ βίας, ἃ μετὰ θάνατον αὐτοῦ κακῶς διηρπάχθη.

Ἄλλη. Ἥλιος Ἑρμῆς Κρόνος Ζεὺς Τοξότῃ, Σελήνη Καρκίνῳ. Ἄρης Παρθένῳ, Ἀφροδίτη ὡροσκόπος Ζυγῷ. νυκτερινῆς οὔσης τῆς γενέσεως εὕρομεν τὴν Σελήνην τριγώνῳ Ἄρεος, αὐτὸν δὲ τὸν Ἄρεα ἀποκεκλικότα καὶ τὸν κλῆρον καὶ τὸν κύριον, ὅθεν τὰ μὲν πρῶτα ταπεινῶς καὶ ἐνδεῶς διήγαγεν αἰχμαλωσίας τε καὶ ὑπηρεσίας πεῖραν ἔλαβεν καὶ πολλοῖς κινδύνοις περιετράπη. τῶν δὲ συναιρετιστῶν χρηματιστικοῖς τόποις τετευχότων φιλίαις καὶ συστάσεσι γενόμενος βασιλικάς πίστεις ἀνεδέξατο. εἶθ᾿ οὕτως τοῦ ὑψώματος Λέοντι εὑρεθέντος καὶ τοῦ κυρίου Ἡλίου μεσουρανήσαντος τῳ κλήρῳ ἡγεμονίας καὶ τάξεως ἐξουσιαστικῆς κατηξιώθη.

[*](1 ἔνθα S 2 Mercurius, dominus sortis, loco XI. stat. 7 Δ τῶ b S cf. ad 83, 31 Saturnus in ἀποκλίματι est Medii Caeli 10 κυρία Tauri Venus 20 nempe ὃς δίδωσιν αὐτῷ 21 nempe ἣ 24 pro Παρθένῳ repone Σκορπίῳ ob ἀποκεκλικότα v. 26 26 Sora in Aquario i. e. loco VI quod eet ἀπόκλιμα Occasus, dominus Saturnus III. quod est ἀπόκλιμα Imi Caeli 31 at Sol non est in X. sed ln XI. a Sorte loco)
85

Ἄλλη. Ἥλιος Ἀφροδίτη Ἀἰγόκερῳ. Σελήνη Ἑρμῆς Τοξότῃ, Κρόνος Σκορπίῳ, Ζεὺς Ζυγῷ, Ἄρης Ὑδροχόῳ, τύχη Κριῷ, ὡροσκόπος Ταύρῳ καὶ αὕτη ἡ γένεσις κατʼ ἀρχάς ἀνώμαλος καὶ μέτριος διῆξεν, ὑστέρου δὲ ἀνεβιβάσθη καὶ στεμμάτων καὶ ἀρχιερωσύνης μετέσχεν. ἐπὶ τῆς ἀναφορᾶς γὰρ εὑρέθησαν οἱ κύριοι τοῦ τριγώνου, ὁ δὲ τρίτος κύριος τοῦ τριγώνου καὶ ὁ κύριος τοῦ κλήρου μεσουρανῶν ὁμοίως δὲ καὶ ὁ κύριος τοῦ ὑψώματος κατὰ τὸν κλῆρον μεσουρανῶν καὶ ὁ κύριος τοῦ δαίμονος --- Ἄλλη. Ἥλιος Ἑρμῆς Καρκίνῳ. Σελήνη Ταύρῳ, Κρόνος Ἰχθύσι. Ζεὺς Ἄρης Λέοντι, Ἀφροδίτη Παρθένῳ, ὡροσκόπος Ζυγῷ. καὶ αὕτη ἡ γένεσις λαμπρὰ καὶ ἐπίσημος γέγονεν ἐπιστεύθη βασιλείας γὰρ καὶ ἀρχιερωσύνης κατηξιώθη. εὑρέθη γὰρ ὁ κύριος τοῦ τριγώνου σὺν τῳ κυρίῳ τοῦ δαίμονος ἀγαθοδαιμονῶν καὶ μετὰ τοῦ κλήρου τῆς τύχης καὶ Ἥλιος ὁ κληρωσάμενος τὴν τύχην μεσουρανῶν, ἡ δὲ τοῦ ὑψώματος κυρία Σελήνη κατὰ τὸν κλῆρον μεσουρανόῦσα, ἡ δὲ περιποίησις ἀνώμαλος καὶ ἄστατος, ὁτὲ μὲν ὑπερπλεονάσασα ὁτὲ δὲ ἐνδεής· ἐμαρτύρει γὰρ τῷ τόπῳ Κρόνος καὶ Ἀφροδίτη.

Ἄλλη. Ἥλιος Ζεὺς Ἄρης Ἀφροδίτη Σκορπίῳ, Κρόνος Ζυγῷ. Σελήνη Κριῷ, Ἑρμῆς Τοξότῃ, ὡροσκόπος Λέοντι. ὁ κύριος τοῦ ὑψώματος Ἑρμῆς Τοξότῃ εὑρέθη μεσουρανῶν τῷ κλήρῳ καὶ ὕψωσε τὴν γένεσιν περὶ τὸν βίον. ὁμοίως δὲ καὶ οἱ κύριοι τοῦ τριγώνου καὶ τοῦ κλήρου ὑπόγειοι εὑρεθέντες ἐποίησαν θησαυροφύλακα, ἀφιλόδοξον δὲ καὶ ἀπάροχον.

Ἄλλη. Ἥλιος Ἑρμῆς Σκορπίῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Λέσντι, Ἄρης Ἀφροδίτη Καρκίνῳ, Ζεὺς Παρθένῳ, ὡροσκόπος Τοξότῃ. νυκτερινῆς οὔσης τῆς γενέσεως οἱ κύριοι τοῦ τριγώνου Κρόνος καὶ Ἑρμῆς ἀποκεκλίκασιν ὅθεν ἀνωμάλισε πολλὰ ἐπὶ τῶν πρώτων χρόνων καὶ ὑπόχρεως διήγαγε, καίτοι γε ὑποστάσεως καλῆς περὶ τοὺς γονεῖς οὔσης. εἶθ᾿ οὕτως ὑστέρου κληρονομίας τυχών καὶ ἐτ προσκόπων ἀφορμῶν ἐπαυξηθεὶς τῳ βίῳ φιλόδοξος καὶ ἀρχικὸς καὶ δωρηματικὸς ἐγένετο καὶ ὄχλῳ ἀρεστὸς καὶ βασιλέων [*](1 Ἑρμῆς] ♀ S 4 nempe διῆγεν 6 κύριοι primus et alter Luna et Venus loco VIII., tertius Mars X. positus 7 ὕφωμα in Lubra cuius domina Vemis n X. a Sorte loco 8 dominus daemonis luppiter 13 τῆς ∸ S daemon in Scorpio cuius dominus Mara loco XI. 14 Sora Fortunae in Leone 16 περιπ. i e. XI a Sorte locus in Geminis, quos Saturnus et Venus de trigono vident 16 sq. verba ὁτὲ μὲν — τόπῳ geminat S 21 ὕψωμα in Virgine (cf. p. 83, 22) κλῆρος in Pacibus 22 (pro Δ) S 24 ἀπάροχον „tenacem“ 31 nempe προκοπῆς aut προκοπτικῶν 32 ὄχλων S)

86
καὶ ἡγεμόνων φίλος καὶ ναοὺς καὶ ἔργα κατεσκεύασεν καὶ αἰωνίου μνήμης ἔτυχεν. εὑρέθη γὰρ ὁ κλῆρος τῆς τύχης καὶ τοῦ ὑψώματος Ἰχθύσι καὶ ὁ τούτου κύριος Ζεύς μεσουρανῶν.

Ἄλλη. Ἥλιος Ἑρμῆς Σκορπίῳ, Σελήνη Κριῷ, Κρόνος Παρθένῳ, Ζεὐς Ἰχθύσιν, Ἄρης Λέοντι. Ἀφροδίτη ὡροσκόπος Τοξότῃ. ἔτι νηπία οὖσα ἡ γένεσις ἐκληρονόμησε πλείστην ὕπαρξιν· εὑρέθη γὰρ ὁ περιποιητικὸς τόπος Ἰχθύσι Διὸς ἰδιοτοποῦντος, ἡ δὲ τοῦ τριγώνου ἐπίκοινος Ἀφροδίτη καὶ τοῦ κλήρου καὶ τοῦ ὑψώματος κυρία μοιρικὸς ὡροσκόπος.

Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ, Σελήνη Κρόνος Τοξότῃ, Ζεὺς Καρκίνῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ὑδροχόῳ. ὡροσκόπος Ζυγῷ. οἱ κύριοι τοῦ τριγώνου ἐπίκεντροι μὲν εὑρέθησαν, ἀλλὰ ἐναντιούμενοι· ὅθεν ἀρχαῖς καλῶς ἀχθεῖσα ἡ γένεσις καὶ εὐπορήσασα ὑστέρου ἔκπτωτος καὶ ἐνδεὴς εὑρέθη προφάσει ἐμπρησμοῦ καὶ ἁρπαγῆς· καὶ γὰρ ὁ κύριος τοῦ κλήρου Ἄρης τῳ περιποιητικῷ εὑρέθη ἀποκεκλικώς καὶ ὑπὸ Κρόνου μαρτυρούμενος.

Ἄλλη. Ἥλιος Ἀφροδίτη ὡροσκόπος Ταύρῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ, Ἄρης Ἑρμῆς Διδύμοις. τοῖς πρώτοις χρόνοις φαντασίας μεγάλας καὶ πράξεις καὶ πίστεις πολιτικάς ἔσχεν· ἔτυχον γὰρ οἱ κύριοι τοῦ τριγώνου ἐπίκεντροι. ὑστέρου δὲ καθαιρεθεὶς τῳ βίῳ ἀλήτης γέγονεν· ἠναντιώθη γὰρ τῇ περιποιήσει Ἄρης καὶ Ἑρμῆς, καὶ οἱ κύριοι τοῦ κλήρου καὶ τοῦ περιποιητικοῦ ἀποκεκλίκασι.

Ἄλλη. Ἥλιος Ἑρμῆς Διδύμοις, Σελήνη Αἰγόκερῳ, Κρόνος Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη ὡροσκόπος Καρκίνῳ, Ζεὺς Σκορπίῳ. ὁ τοιοῦτος δοῦλος γεννηθεὶς καὶ εἰς γένος εἰσελθὸν πολιτικὰς ἀρχάς ἀνεδέξατο καὶ ἐφιλοδόξησεν εὑρέθησαν γὰρ οἱ κύριοι τοῦ Ἡλίου τοῦ τριγώνου καὶ τοῦ κλήρου καὶ τοῦ ὑψώματος οἰκείως κείμενοι καὶ ὑπὸ Διὸς μαρτυρούμενοι, Ἄρης δὲ καὶ Κρόνος καὶ Ἑρμῆς παρέπεσον· διὸ καὶ ἐμείωσαν τὸν βίον καὶ ὑπόχρεων ἐποίησαν.

Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη Ζεὺς Σκορπίῳ. Κρόνος Καρκίνῳ, Ἄρης Ἀφροδίτη Ἑρμῆς Αίγόκερῳ, ὡροσκόπος Ἰχθύσιν. ὁ τοιοῦτος γέγονεν εὐνοῦχος ἱερεὺς θεᾶς ἐπίσημος· τοῦ γὰρ κλήρου [*](1 φιλίας S (nisi praestat ⟨ἀξιωθεὶς⟩ κατασκευάσει S 2 in computanda Sorte pro diurna genituram habuit 8 Sora in Tauro 9 nempe μοιρικῶς ὡροσκοποῦσα 18 fort. ἐνεχθεῖσα 15 Sora in Scorpio 22 περιπ. i e. XI. a Sorte (Aquario) locus in Sagittario Saturnus in III., Iuppiter in VI. loco 27 sq. nempe τοῦ τοῦ Ἡ τρ. aut τοῦ Ἡλιακοῦ τρ. 31 ἐμείωσε et ἐποίησεν S 34 Sora ln Sagittario)

87
ὁ κύριος εἰς τὸν περὶ θεοῦ τόπον ἔτυχε Σκορπίον, οἱ δὲ τῆς αἱρέσεως κύριοι Κρόνος καὶ Ἑρμῆς ἀγαθοδαιμονοῦντες εὑρέθησαν, ἐναντιούμενοι δέ· ὅθεν καὶ ταραχαῖς πλείσταις περιέπεσεν καὶ μειώσεσι καὶ ἀπολογίαις ἡγεμονικαῖς καὶ βασιλικαῖς.