Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Παντὸς οὖν οἰκοδεσπότου προσβλέπειν δεήσει τὰς μαρτυρίας καὶ τῶν σχηματισμῶν τὰς διαθέσεις, ἤτοι οἰκεῖαι ἢ καὶ ἐναντίαι ὑπάρχουσιν. ἐὰν γάρ πως ἐπὶ τῶν νυκτὸς γεννωμένων εὑρεθῇ ὁ τοῦ Κρόνου κατὰ διάμετρον ἢ τετράγωνον στάσιν, ἐναντιώματα καὶ καθαιρέσεις κινδύνους τε καὶ σίνη καὶ πάθη ἀποτελεῖ καὶ νωθροὺς περὶ τὰς ἐπιβολάς. ἐπὶ δὲ τῶν ἡμέρας ὁ τοῦ Ἄρεος θερμοὺς παραβόλους ἐπισφαλεῖς τοῖς πράγμασι καὶ τῷ βίῳ· γίνονται γὰρ ἐν συνοχῇ κρίσεσιν ἐπηρείαις τομαῖς καύσεσιν αἱμαγμοῖς πτώσεσιν. οἰκείως δὲ σχηματισθέντες καὶ ἰδίᾳ αἱρέσει πρακτικοὶ τυγχάνουσιν· ὅθεν οὐ πάντοτε κακοποιοὶ κριθήσονται, ἀλλὰ καὶ ἀγαθῶν δοτῆρες· καὶ μάλιστα ὅταν ὁ Κρόνος ἡμέρας λόγον ἔχων πρὸς τὴν οἰκοδεσποτίαν καλῶς τυχὼν ὑπὸ Διὸς καὶ Ἡλίου μαρτυρούμενος πολυκτήμονας ἐνδόξους ἀποτελεῖ, ἐκ θανατικῶν εὐεργετουμένους, θεμελίων σωμάτων κυρίους, ἐπιτρόπους ἀλλοτρίων πραγμάτων προεστῶτας. νυκτὸς δὲ καλῶς σχηματισθεὶς [*](1 τετραγώνοις M (item v. 3) 3 παραίνεσιν M 4 fort. ἐπιφόβως 6 γὰρ S] δὲ M 8 ἀτυχίας S 9 ἐναντιώματος M 15 μαρτυρήσωσιν M 16 διάξουσιν M fort. recte τινα χρόνους S 19 προβλέπειν SM τὰς om. M 20 σχημάτων M καὶ om. M 21 γάρ S] γέ M καὶ ἐπὶ M 22 κατὰ τὸ διάμετρον S 28 τε om. M 24 περὶ S] ἐπὶ M 25 fort. ταῖς πράξεσι 28 πραγματικοὶ S τυγχάνωσιν S 29 δωτῆρες S ὅταν M ὁ τῶν? S Κρόνος ἡμερας M] ἡμέρας Κρόνος S 30 πρὸς τὴν — 59, 1 λόγον ἔγων om. M)

59
καὶ λόγον ἔχων οἰκοδεσποτίας παρεκτικὸς τῶν προκειμένων γενήσεται, τῶν δὲ περικτηθέντων ἀποβολὴ καὶ δόξης καθαίρεσις ἢ ἀτιμία γενήσεται. τὸ δ᾿ ὅμοιον καὶ ἐπὶ τοῦ Ἄρεος νοείσθωνυκτὸς γὰρ ἡγεμονίας ἢ στρατηγίας καὶ δημοσίων τάξεις ὀχλικὰς ἐπιτρέπει, ἡμέρας δὲ τοῖς χρηματιστικοῖς τόποις ὑπάρχων τὰ μὲν προκείμενα ἀποτελεῖ, ἐναντιώμασι δὲ καὶ φόβοις καὶ ἀντιλογίαις περιτρέπει καὶ τὰς ἡγεμονίας εἰς στασιώδεις καὶ ἐμφόβους· ἐπάγει γὰρ πολεμίων ἐφόδους πολλῶν καὶ ὄχλων ἐπαναστάσεις, λοιμὸν καὶ λιμὸν ἐπὶ πόλεων καὶ ἐπιφορὰς ἐμπρησμοὺς ἐπικινδύνους αἰτίας.