Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Οἱ ἀγαθοποιοὶ ἐν τούτῳ τῷ τόπῳ ἐὰν τύχωσιν ἐπιπαρόντες, ὁ γεννώμενος ὅσα ἂν κτήσηται ἀπολεῖ καὶ ἡ οὐσία οὐ παραμενεῖ αὐτῷ· ζημίαις ἐλαττωθήσεται ἐπὶ τὸ γῆρας προβαίνων τῇ ἡλικίᾳ. ὁ δὲ Ἥλιος ἐπιπαρὼν τῷ τόπῳ τούτῳ καὶ κυριεύων τοῦ κλήρου τῆς τύχης ἢ τῆς ὥρας ποιεῖ τὸν γεννώμενον καταδικασθῆναι ὑπὸ μεγάλης ἐξουσίας. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ, πλανήτης ἔσται καὶ προσκοπτικὸς καὶ φεύξεται τὴν ἰδίαν πατρίδα μόγις τὸ ζῆν πορίζων. ἐὰν δὲ ὁ τοῦ Διὸς κυριεύσῃ τοῦ κλήρου ἢ τοῦ ὡροσκόπου, ἐν δημοσίοις πράγμασιν ἀπολέσει τὸν βίον· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης, διὰ γυναῖκα κρίσεις ζημίας δώσουσι· γίνονται δὲ καὶ ἀνεπαφρόδιτοι οὐκ ἔχοντες χάριν. ἐὰν δὲ ὁ τοῦ Ἄρεως, σίνη καὶ πάθη [*](3 πολλὰ M, fuitne πόλεων? 4 εἰ] οἱ MaS 5 καὶ om. M τοῦ ὡρ. τοῦ κλ. M (τὸν κλῆρον S ut vid.). 6 ἐπὶ τὸ γ. μάλιστα M 7 γὰρ καὶ S] ἢ M 8 αἴνεσιν M 9 τὺ γ. κακῶς διάξει M 10 χρόνιον δὲ ἢν M 11 Χρόνου Hermes ἀρρωστίαις S 12 nempe αίδοῖον ἢ δάκτυλον 13 ἰσχανῶσιν S τῶ ♂ M 14 λῃσταῖς καὶ φόνοις συνιστορήσει M 15 κακοποιῶ M 18 om. M 20 ἀπολεῖ τὴν οὐσίαν καὶ ὥσα ἂν κτ. οὐ παραμενεῖ· ζημίαις S 22 καὶ om. S 23 καταδυναστευθήσεται Hermes (cf. 74, 7) ἀπὸ S 24 προσκοπικὸς S 26 ἐπικυριεύση M cf. Plaut. Trin. 331 27 ἀπολέση M 28 non opus 〈καὶ〉 ζημίας. δώσωσι S ἐπαφρόδιτοι S)