Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὁμοίως καὶ περὶ ἀκουόντων καὶ βλεπόντων ἑξαγώνων ζῳδίων ἐκ τῶν ἀναφορῶν γνωστέον, οἷον οὕτως. οἱ Ἰχθύες βλέπουσι τὸν Ταῦρον· ἀπὸ Ἰχθύων ἓξ ζῳδίων ἀνασοραὶ κατὰ δεύτερον κλίμα γίνονται ρξ΄ καὶ ἀπὸ Ταύρου ἕως Ζυγοῦ σ΄· γεγόνασιν οἱ Ἰχθύες (ττονες τοῦ Ταύρου καὶ ἀκούουσιν αὐτοῦ· καὶ τῶν β΄ αἱ ἀναφοραὶ πληροῦσι τὰς τξ΄. ὁμοίως ἀπὸ Διδύμων ὥως Σκορπίου σιβ΄ καὶ ἀπὸ Λέοντος ὥως Αίγόκερω σιβ΄· Δίδυμοι οὖν καὶ Λέων ἰσανάφοροι καὶ ἀκούουσιν ἀλλήλων. πάλιν ἀπὸ Παρθένου ἕως Ὑδροχόου σ΄ καὶ ἀπὸ Σκορπίου ἕως Κριοῦ ρξ΄ βλέπουσιν. ἀπὸ Ζυγοῦ ἕως ἔχθύων ρπ΄, ἀπὸ Τοξότου ἕως Ταύρον ρμη΄, ἀπὸ Ὑδροχόου ἕως Καρκίνου ρμη΄ ἀκούουσι καὶ ἰσανάφ ὅροι. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν. Τινὲς δὲ τὴν συμπάθειαν τῶν ἑξαγώνων οὕτως ἡγοῦνται· τῶν ὁύο ζῳδίων [*](3 ἀφαίρεσις Va 8. 13 opusne ἐπιγνώση? 16 περληφθήσονται V 23 ὁμοίως] μοίως M 25 Ϛ΄ V] καὶ M 26 σ M] Ϛ΄ V ut vid. 27 τῶν V] τῆς M 29 σιό M 32 Κριοῦ signum (pro Ταύρου) V 34 malim ἐξηγοῦνται)

25
τὰς ἀναφορὰς ἐπισυνθέντες καὶ τούτων τὴν ἡμίσειαν ἀναλαβόντες σκοποῦσιν εἰ μεταξὺ ζῴδιον οὕτως ἀναφέρεται. οἷον Κριὸς κ΄ οἱ Δίδυμοι κη΄, γίνονται μη΄ , ὧν ἥμισυ κδ΄ τούτοις ὁ Ταῦρος ἀναφέρεται. διὰ τοῦτο ὁ Κριὸς πρὸς τοὺς σιδύμους ἕξει συμπάθειαν· ὁμοίως ὁ Ταῦρος πρὸς τὸν Καρκίνον, ἐπεὶ τῶν δύο αἱ ἀναφοραὶ γίνονται νϚ΄, ὧν ἥμισυ κη΄ τούτοις οἱ Δίδυμοι ἀναφέρονται, καὶ ὁμοίως οἱ Δίδυμοι πρὸς τὸν Λέοντα καὶ ὁ Καρκίνος πρὸς τὴν Παρθένον. ὁ δὲ Λέων πρὸς τὸν Ζυγὸν οὐκ ἔχει διὰ συνάγεσθαι οη΄ ὧν ἥμισυ λθ΄, ἡ δὲ Παρθένος μ΄ ἀναφέρεται. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν.