Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Πόσων δὲ ὡρῶν ἕκαστον ζῴδιον ἀναφέρεται, ἐκ τῆς ἑκάστου ἀναφορᾶς γνωστέον. οἷον ἐπεὶ ὁ Κριὸς ἀναφέρεται ἐν κ΄, ἡ δὲ ὥρα ἔχει χρόνους ἰσημερινούς ιε΄, ἐὰν ἀφέλῃς ἐκ τῶν κ΄ τὰς ιε΄, λοιπὰ ε΄, ἅ ἐστι τρίτον μέρος τῶν ιε΄, ἀνενεχθήσεται οὖν ὁ Κριὸς ὥρᾳ α΄ καὶ τρίτῳ. πόσον δὲ χρόνον ἑκάστη μοῖρα ἰσχύει, γνώσῃ οὕτως. δίπλωσον τὴν ἀναφοράν ἑκάστου ζῳδίου καὶ ταῦτα ἑξάκις· γίνονται σμ΄ ἡ μοῖρα μῆνες η΄ ἕκαστον δὲ ζῴδιον πόσην πρόσθεσιν ἢ ἀφαίρεσιν ἀναφορᾶς ἔχει, οὕτως γνωστέον. ἐπεὶ ὁ Κριὸς ἀναφέρεται κ΄, ὁ Ζυγὸς μ΄ εἰς συμπλήρωσιν τῶν ξ΄ ὅσων γὰρ ἕκαστον ἀναφέρεται ζῴδιον, εἰς συμπλήρωσιν τῶν ξ΄ κατὰ διάμετρον ζῴδιον ἐφέξει· καὶ ὅσων ὡρῶν ἕκαστον, εἰς συμπλήρωσιν τῶν δ΄ ὡρῶν κατὰ διάμετρον· καὶ ὅσων ἡμερῶν καὶ μηνῶν δυοῖν ἐτῶν κατὰ διάμετρον ἐφέξει. ᾧ γὰρ πλεονάζει ἕκαστον, τὸ κατὰ διάμετρον λείπεται· ᾧ δὲ λείπεται, τούτῳ πλεονάζει κατʼ εὐθύ. ἀφεῖλον οὖν ἀπὸ τοῦ προκειμένου μεγίστου ἐλάχιστον, τοῦτʼ ἔστιν ἀπὸ τῶν μ΄ τὰ κ΄· λοιπὰ κ΄. τούτων πέμπτον γίνεται δ΄· ἡ προσθαφαίρεσις ἑκάστου ζῳδίου τέτταρα. ταῖς οὖν κ΄ τοῦ Κριοῦ ἐὰν προσθῶμεν δ΄, γίνονται κδ΄ τούτοις [*](3 κατέληξεν V] κατέλυσεν M 5 καὶ] κατὰ MV 7 διαφοράς V 9 διαφοραὶ V 10 ιδ΄ καὶ δ΄ V λοιπαί V 11 om. M 16 hoc caput deest in M 21 εἰσ////χύει V 23 η΄ ex ε΄ V 24 προσθέσεως ἢ ἀφέσεως Va 25 κριὸς ir. V 32 h] τὸν V)

24
ὁ Γαῦρος ἀνενεχθήσεται· οἱ δὲ Δίδυμοι κη΄, ὁ Καρκίνος λβ΄, ὁ Λέων λς΄, ἡ Παρθένος μ΄, ὁ Ζυγὸς μ΄. εἶτα ἀπὸ Σκορπίου ὁμοίως ἀφαιρήσεις δ΄ ἕως Ἰχθύων. οὕτως καὶ καθʼ ἕκαστον κλίμα ζητῶν ἐπιγνώσῃ.

Ἄλλως. ἔστω τὸν Λέοντα ἀναφέρεσθαι λϚ΄, ὁμοίως δὲ καὶ Σκορπίον, τὸν δὲ Ταῦρον καὶ τὸν Ὑδροχόον κδ΄ λοιπὰ ιβ΄ ὧν τρίτον δ΄ αὕτη προσθαραίρεσις. οὕτως καὶ καθʼ ἕκαστον κλίμα ζητῶν ἐπιγνώσεις. ἡ δὲ διαφορὰ τῶν κλιμάτων καὶ παρὰαύξησις οὕτω γιγνώσκεται. ἐπεὶ τῷ πρώτῳ κλίματι ἀπὸ Καρκίνου ἕως Τοξότου συνάγονται ἀναφοραὶ σι΄ ἕκτον γίνεται λε΄· τούτοις ὁ Λέων ἀνενεχθήσεται. καὶ ὁμοίως κατὰ τὴν προκειμένην ἔφοδον, ἐὰν ἀφέλῃς τὰς κε΄ τοῦ Ὑδροχόου καὶ τῶν λοιπῶν τρίτον λάβης, ἐπιγνώσεις τῶν ζῳδίων τὰς ἀναφοράς. ἐπεὶ οὖν ἑπτὰ κλίματα τυγχάνει, δὲ τῷ ἑβδόμῳ ἀπὸ Καρκίνου συνάγονται ἀναφοραὶ σλδ΄ ἀφ᾿ ὧν ἐὰν τὰ σι΄ τοῦ πρώτου κλίματος ἀφέλωμεν, περιλειφ θήσονται κδ΄ ὑπεροχαί· ὧν Ϛ΄ ἐπεὶ μεταξὺ κλίματα τυγχάνει, γίνονται δ΄ αὕτη αὔξησις ἑκάστου κλίματος πρὸς τὴν πῆξιν τοῦ ἀναφορικοῦ· ὡς εἶναι μὲν τῷ πρώτῳ κλίματι ἀπὸ Καρκίνου ἕως Τοξότου ἀναφορὰς σι΄, δὲ τῷ β΄ κλίματι σιδ΄ δὲ τῷ γ΄ σιη΄, δὲ τῷ τετάρτῳ σκβ΄ δὲ τῷ πέμπτῳ σκϚ΄, δὲ τῷ Ϛ΄ σλ΄ δὲ τῷ ζ΄ σλδ΄.