Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τοῦ δὲ Καρκίνου πρῶται ζ΄ Ἄρεως κεραυνοβόλοι ἄλλεσι κεκινημένοι ἀνώμαλοι ἐναντιόβουλοι μανιώδεις πολύσπερμοι σπανιστικαὶ φθαρτικαὶ ἐπὶ τέλους φαῦλαι. αἱ δὲ ἑξῆς Ϛ΄ Ἀρροδίτης πολύσπερμοι ἐπίψογοι κάθυγροι μεταβολικαὶ τεχνικαὶ ὀχλικαὶ καὶ πάμμικτοι. αἱ δὲ ἑπόμεναι Ϛ΄ Ἑρμοῦ ἀκριβεῖς ἁρπακτικαὶ δημοσίων ἡγητικαὶ τελωνικαὶ δημώδεις εὔποροι περιουσιαστικαί. / αἱ δὲ τέταρται ζ΄ Διὸς βασιλικαὶ αὐτοκρατορικαὶ ἔνδοξοι πολύδικοι μεγαλόφρονες εὔκρατοι ἀρχικαὶ καὶ τῷ ὅλῳ καλαί. αἱ δʼ ἐπὶ πᾶσι δ΄ Κρόνου, καθ ὃ πᾶν ἐστιν ὕδωρ, κάθυγροι καὶ σπανιστικαὶ τῶν ἰδίων καὶ περὶ τέλος ἐνδεητικαί.

Τοῦ δὲ Λέοντος αἱ πρῶται Ϛ΄ εἰσὶ Διός, ἔμπειροι ἀρρενικαὶ αὐτοκρατορικαὶ πάντως τε ἡγεμονικαὶ πρακτικαὶ ἔξοχοι οὐδὲν ταπεινὸν ἔχουσαι. αἱ δὲ ἑξῆς ε΄ Ἀφροδίτης εὐκρατότεραι ἀνειμέναι πολύσοφοι ἀπολαυστικαί. αἱ δὲ τρίται ζ΄ Κρόνου πολύπειροι φοβητικαὶ φυσικαὶ εὐφυεῖς στεναὶ μυστικαὶ πολύτεκνοι ζητητικαὶ τῶν ἀποκεκρυμμένων, στειρώδεις δὲ καὶ ἄσποροι. αἱ δὲ ἑξῆς Ϛ΄ Ἑρμοῦ ἀκροαματικαὶ ὀχλικαὶ σχολαργικαὶ ἀφηγητικαὶ νομικαὶ συνεταί, καὶ αὗται ἄσποροι, πολυχρονίων δὲ ἀνθρώπων. αἱ δὲ ἐπὶ πᾶσιν Ϛ΄ Ἄρεως φαυλόταται τερατώδεις φθαρτικαὶ ἐπισινεῖς νωθραὶ ἐπίψογοι καὶ ἀτυχεῖς.

Τῆς δὲ Παρθένου πρῶται μοῖραι ζ΄ Ἑρμοῦ ὑψηλόταται διοικητικαὶ πολύσοφοι ἐπιεικεῖς, ἐπὶ πραγμάτων τάσσουσαι μεγάλων, συνετώταται καὶ πάντα γενναῖαι καὶ ἔξοχοι· μόνον πρὸς τὰ ἀφροδίσια οὐκ εὐτυχεῖς, καθόλου μὲν ὅλης τῆς Παρθένου, μάλιστα δὲ αὖται αἱ μοῖραι καὶ αἱ Ἀφροδίτης· αὖται μὲν γὰρ εὐκατηγορήτων εἰσίν, αἱ δὲ Ἀφροδίτης ἁμαρτανόντων· παντὶ δὲ [*](2 ἀίδμοι M 7 an ἀποδημητκαί? 11 an ἀλλοῖοι? generum per- mixtionem non magis sustuli quam casuum 17 πλυδίκαιοι M 19 possi kεθʼ ὃν 23 εὐκρατώτεραι M 27 nempe σχολαρχικαί 36 verba non sana; fort. ἁμαρτ. παντί· δὲ ἔξ.)

16
ἔξοχον μάλιστα προδώσουσιν τῷ παιδευτικῷ. αἱ δὲ ἑξῆς ι΄ Ἀφρροδίτης ἐπίψογοι, ἁμαρτωλοὶ περὶ γάμους, περιπίπτουσαι διὰ ταῦτα, περὶ δὲ τὰ θεατρικὰ εὐτυχεῖς· περὶ δὲ πάθη αἴσχιστοι, μάλιστα δὲ Κρόνου συμμαρτυροῦντος· Ἑρμοῦ δὲ μοιχείας, Διὸς δὲ πλήθη ἁμαρτιῶν ὡς συγχυρουμένων, ἔτι δὲ κατακρίσεις· Ἡλίοι δὲ λαθρίδιοι πράξεις, Σελήνης ἐναντιώματα ἀντιπολιτεῖαι· ἐὰν δὲ ὑπὸ τῶν κακοποιῶν ὁραθῇ, προΐστασθαι ποιεῖ, αἱ δὲ τρίται ὁ Διὸς φιλογεωργὼν ἐπιεικῶν ἀνακεχωρηκότων οὐκ ἀπαιδεύτων εἰσὶ δὲ καὶ ἐπιτροπικαὶ καὶ πολύσπερμοι καὶ εὐκατόρθωτοι. αἱ δὲ τέταρται ζ΄ Ἄρεως εἰσὶν ἄρρενες χαλεπαὶ δημοτικῶν ὀχλαγωγῶν καὶ νυκτιρέμβων μυσταιτῶν πλαστογράφων ἐπιθετῶν· αὗται αἱ μοῖραι ὑβρίζουσι τοὺς ἀνθρώπους, εἰς δεσμοὺς καὶ μελοκοπίας καὶ βασάνους καὶ φυλακὰς ἄγουσιν. αἱ δὲ λοιπαὶ β΄ Κρόνου τερατώδεις κατάψυχροι φθαρτικαὶ ὀλιγοχρόνιοι ἐμπαιζομένων ἀνθρώπων.

Τοῦ δὲ Ζυγοῦ πρῶται Ϛ΄ Κρόνου βασιλικαὶ ὑψηλαὶ πρακτικαὶ μάλιστα ἡμέρας, νυκτὸς δὲ ἐπιπρασσόντων· εἰσὶ δὲ στειρμώδεις κάθυγροι φθαρτικαί. αἱ δὲ ἑξῆς ε΄ Ἑρμοῦ ἀγοραῖοι ἐργαστηρικαὶ ἐμπορικαὶ γραμμάτων συναλλακτικῶν καὶ ἀριθμῶν συνακτικαί. καθόλου δίκαιοι συνεταί. αἱ δὲ τρίται η΄ Διὸς πλουτοποιοί, ἀλλὰ ἐφ᾿ ὧν γε δυσπραγῶν, ἀνεύφραντοι ἀποθησαυριζομένων ἀνεπιφάντων ῥυπαροβίων ἀφιλοκάλων μωμητικῶν· οὐδὲ μὴν εὔπαιδες αἱ δὲ τέταρται Ἀφροδίτης ζ΄ φιλοκάλων φιλοτέχνων ἢ καὶ τεχνιτῶν, οἶον ἐπιπλαστῶν ζωγράφων τορευτῶν, καθόλου δὲ ῥυθμικῷν θεοσεβῶν πραέων βραδέως εὐτυχούντων προβιβαζομένων αὐτομάτως, περὶ δὲ γάμους εὐτυχοῦντας μεγάλως, ἐπὶ πᾶσιν εὐδαιμόνων αἱ δὲ λοιπαὶ δ΄ Ἄρεως ἡγεμονικῶν ταξιάρχων εὐτυχῶν περὶ πᾶσαν Ἄρεως τέχνην καὶ διαθυμῶν τε καὶ ἀσφαλῶν καὶ ἐγκρατῶν καὶ μεγαλοφρόνων, οὐκ εὐαδέλφων δὲ οὐδὲ πολυαδέλφων.

Τοῦ δὲ Σκορπίου αἱ πρῶται ζ΄ μοῖραι εἰσὶν Ἄρεως τεθορυβημέναι εὐκίνητοι ἄστατοι ὀργίλοι ἐλευθερόγλωσσοι μεγαλόφρονε σπανότεκνοι πολυάδελφοι, ἀνώμαλοι ταῖς τύχαις, διάπυροι, εὔθετοι ταῖς εἰς στρατιὰν καὶ ἐκδημίαν γενέσεσιν. αἱ δὲ ἑξῆς δ΄ Ἀφροδίτης [*](2 fuitne 〈αἰτίαις〉 περ. vel. sim ? 5 ὡς] intellegerem πλὴν 10 4 (= Ζείς) M pro ζ΄ 11 νυκτερέμβων M fort. λησταρχῶν vel μυσακτῶν (μισθωτῶν Boll) 17 an ἐπιταράσσονται? 18 ceteri Mercurio VIII, Iovi VII, Veneri VIl. Marti II partes dant 19 γρ. συναλλακτικαὶ καὶ ἀρ. συναλλακτικαὶ M 21 an κατηφῶν καὶ δυσπp.? 22 ἀμωμητικῶν M 24 fort. οἱονεὶ πλαστῶν 25 αὐτο- μάτων M 26 πᾶσιν aptius 28 possis λίαν εὐθύμων aut ῥᾳθύμων (θυμικῶν Rad.) 31 ἀκίνητοι M 33 στρατείαν opinor)

17
εὐτυχῶν ἐπὶ γάμοις, θεοσεβῶν, φιλουμένων ὑπὸ πάντων, φιλοτέκνων, εὐπόρων, περὶ πάντας ἐκλελεγμένων, δυβίων. αἱ δὲ τρίται η΄ Ἑρμοῦ ὁπλικαὶ ἀγωνιστικαὶ στεφανηφόρων καὶ περὶ λόγων πικρῶν ἀγωνιστικῶν ἀκαταφρονήτων· εἰσὶ δὲ καὶ αὖται πολύσποροι· καθόλου δὲ κακεντρεχῶν τῇ διανοίᾳ, μάλιστα κατὰ τῶν πειραζόντων ἢ τῶν πονηρὰ δρώντων. αἱ δὲ τέταρται Ϛ΄ Διὸς πολυτέχνων εὐτυχῶν ἀρχιερέων δοξαζομένων χρυσῷ πορφύραις ἀρχαῖς κατὰ τὰ ἴδια μεγέθη τῶν γενέσεων, εὐεργετικῶν, καθόλου χιλανθρώπων φιλοθέων. αἱ δʼ ἐπὶ πάσαις Ϛ΄ Κρόνου κολαστικῶν σπανοτέκνων σπαναδέλφων μισοϊδίων φαρμακευτῶν μελαγχολικῶν μιδογυναίων κρυπτὰ σίνη ἐχόντων καθόλου κολαστικωτάτων μεμψιμοιροτάτων· μισοῦνται δὲ καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώω οὗτοι δὲ πρὸς τοὺς ὑπερέχοντας ἀντερείδονται, ὑπὸ δὲ τῶν ταπεινῶν καταφρονοῦνται.