Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Κρόνος μὲν οὖν καὶ Ἑρμῆς σύμφωνοι καὶ πρακτικοί· πλὴν διαβολάς ἐπάγουσιν ἕνεκεν μυστικῶν, κρίσεις καὶ χρεωστίας, γραπτῶν τε καὶ ἀργυρικῶν χάριν ταραχάς, οὐκ ἀπόρους δὲ οὐδὲ ἀσυνέτους, πολυπείρους καὶ πολυίστορας ἢ προγνωστικοὺς φιλομαθεῖς περιέργους, ἀποκρύφων μύστας, εὐσεβοῦντας εἰς θεῖον, δυσσυνειδήτους.

Κρόνος μὲν οὖν καὶ Ἀφροδίτη σύμφωνοι περὶ τὰς πράξεις, [*](7 „fort. καθ᾿ ὃ. si bona et mala ita mixta sunt, ut diiudicare nequeas utra praevaleant, ex qualitate geniturae petendum iudicium“ Cumont 11 ad seqq. cf. II 16 Anon. Catal. II 159 (qui hoc caput excerpsit), Firm. VI f. 74v cum supplementis (Lessing ed. Lachmann XII 275); notandus ordo mirus. quod neque Marti neque Soli suus tribuitur locus; sermonem fortasse ab excerptore foedatum raro correxi. Ex apographo Neap. editum est hoc caput Catal. IV 174) [*](16 ἐγγέων M 22 λαμπὰς M)

38
εὐεπίβολοι περὶ τὰς πλοκὰς καὶ τὰς συναρμογάς , συμπαθεῖς καὶ ὠφέλιμοι οὐ μέχρι τέλους, ἀλλ᾿ ἐπί τινας χρόνους· εἶθ᾿ οὕτως ψόγους χωρισμοὺς καὶ ἀστασίας ἢ θανάτους ἀποτελοῦσι, πολλάκις δὲ καὶ ἀγεννέσιν ἢ καὶ δημοσίαις τὰς ἐπιπλοκάς ποιουμένους καὶ βλάβαις ἢ κρίσεσι περιπίπτοντας.

Κρόνος μὲν οὖν καὶ Σελήνη ὠφέλιμοι, περιποιητικοὶ κτημάτων θεμελίων ναυκληρίας καὶ ἐκ θανατικῶν εὐεργετικοί, μάλιστα ἐπὰν ἡ Σελήνη τὸν ἀνατολῆς δρόμον ποιουμένη τύχῃ καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρῆται· μειζόνων γὰρ συστάσεις καὶ δωρεὰς καὶ ἐχθρῶν καθαιρέσεις ἀποτελεῖ, πλὴν ἀβεβαίους τῇ κτήσει, εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἀστάτους καὶ ἐπιλύπους διά τινας χωρισμοὺς καὶ μίση καὶ πένθη, ἐπάγουσι δὲ καὶ σωματικὰ πάθη καὶ καταπτώσεις αἰφνιδίους καὶ ἡγεμονικῶν τόπων ἤ νεύρων ἀλγήσεις καὶ ἀναγκαίων προσώπων θανάτους.

Κρόνος μὲν οὖν καὶ Ἥλιος ἀσύμφωνοι, μετὰ φθόνων τὰς κτήσεις καὶ τὰς φιλίας παρεχόμενοι καὶ ἀφαιρούμενοι· ὅθεν οἱ ὑπὸ τὴν τοιαύτην στάσιν γεννηθέντες ἔχθρας λαθραίας πρὸς μείζονα πρόσωπα καὶ ἀπειλὰς ὑπομένοντες καὶ ὑπό τινων ἐπιβουλεύονται καὶ ἐπιφθόνως μέχρι τέλους τὸν βίον διάξουσιν. ὑποκριτικῶς δὲ φερόμενοι τῶν πλείστων περιγίνονται, πλὴν οὐκ ἄποροι καθίστανται, ἐπιτάραχοι δὲ καὶ ἀνεξίκακοι, ἐγκρατεῖς περὶ τὰς τῶν αἰτίων ἐπιφοράς.

Ζεὺς καὶ Ἥλιος ὁμόσε ἰόντες λαμπροὺς ἐπιδόξους ἀποτελοῦσιν, ἀρχικοὺς ἡγεμονικοὺς τυραννικοὺς πρακτικοὺς ὑπὸ ὄχλων τιμωμένους καὶ εὐφημουμένους, εὐπόρους δὲ καὶ πλουσίους καὶ μετὰ πλείστης φαντασίας διεξάγοντας· πλὴν κατά τινας χρόνους ἀνωμαλίαις καὶ φθόνοις, καὶ μάλιστα, ἐὰν καὶ ὁ ἀστὴρ ὑπὸ δύσιν εὑρεθῇ, φαντασίαις μείζοσι περιτρέψας οἴησιν ἀληθείας ἀπεργάζεται.