Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὸν δὲ τοῦ Ἑρμοῦ οὕτως ψηφιζόμενον ἢ ψηφιστέον. ἕως τῆς γεννητικῆς ἡμέρας ἀναλαβών καὶ ταύταις ἐπιπροσθεὶς πάντοτε ἔξωθεν ρξβ΄ καὶ συγκεφαλαιώσας, ἐὲν ἦ ὑπὲρ τὰς τξ΄, ἀφελὼν κύκλον τὰς λοιπὰς ἀπόλυε ἀπὸ Κριοῦ ἑκάστῳ ζῳδίῳ διδούς ἀνὰ λ΄, καὶ ὅπου δἂν καταλήξῃ, ἐκεῖ ὁ ἀστήρ. πάντοτε μὲν οὖν ἔγγιστα τοῦ Ἡλίου αὐτὸν ποίει. οἰον ἀρχῇ ἦν τοῦ ζῳδίου ὁ Ἥλιος, τῷ ὄπισθεν αὐτὸν δονατὸν εὑρεθῆναι· ἐὰν δὲ ἐπὶ τέλει, τῷ ἑξῆς ζῳδίῳ.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος ιγ΄ Τραῖανοῦ Φαμενὼθ ιη΄· τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη ρλη΄. ἐκ τούτων ἀφεῖλον δ΄ τριακοντάδας, ἀνθ᾿ ὧν ἀναλαμβάνω ἑκάστου κύκλου ἀνὰ ε΄, γίνονται κ΄· τάς δὲ περιλειφθείσας ιη΄ πολυπλασιάζω ἐπὶ τὸν ιβ΄, γίνονται σιϚ΄· καὶ ἀπὸ Θὼθ ἕως Φαμενὼθ ἑκάστου μηνὸς ἀνὰ α΄, γίνονται Ϛ· ὁμοῦ πᾶσαι σμγ΄. ἔπειτα ταύτας ἀπολύω ἀπὸ Καρκίνου ἀνὰ λ΄, καταλήγει Ἰχθύσιν· ἐκεῖ Κρόνος. — Πάλιν ρλη΄ ἐμέρισα εἰς τὰς ιβ΄, ια΄ καὶ λοιπὰ Ϛ΄· ταῦτα δωδεκάκις γίνονται οβ΄, καὶ ἑκάστου ἐκκρουσθέντος κύκλου ἀνὰ α΄, γίνονται ια΄, καὶ τῶν μηνῶν ζ΄, γίνονται 𝒢΄· ταύτας ἀπὸ Ταύρου ἀνὰ ιβ΄. καταλήγει Τοξότῃ· ἐκεῖ Ζεύς. — Εἶτα τὸν Ἄρεα οὕτως· ἀπὸ Καίσαρος ἕως τοῦ ζητουμένου ἔτους γίνονται ρλθ΄, ἐκ τούτων λ΄ ἀχεῖλον τετράκις, λοιπαὶ ια΄. ἐπεὶ οὖν ὁ περιλειφθεὶς ἀριθμὸς ἄνισος εὑρέθη, ἔγνων ὅτι τὴν ἄφεσιν ἀπὸ Ζυγοῦ δεῖ με ποιῆσαι. ταύτας οὖν ἐδίπλωσα, γίνονται κβ΄, καὶ ἑκάστου μηνὸς ἕως Φαμενώθ, γίνονται ιζ΄, ὁμοῦ πᾶσαι λθ΄· ἐμέρισα ταύτας. ἀπολύω ἀπὸ Ζυγοῦ διδοὺς ἑκάστῳ ζῳδίῳ ἀνὰ ε΄, καταλήγει Ταύρῳ· ἐκεῖ Ἄρης. — Τὴν δὲ Ἀφροδίτην οὕτως. ρλθ΄ ἐμέρισα παρά τὸν η΄, λοιπαὶ γ΄, αἳ σημαίνουσι στηριγμόν, ἐποχὴν δὲ Φαωθὶ ι΄ Τοξότῃ. παραλαμβάνω τὰς λοιπὰς τοῦ Φαωθὶ κ΄, ἀπὸ δὲ Ἀθύρ ἕως Μεχὶρ ρκ΄ καὶ τοῦ Φαμενὼθ τὰς ιη΄, γίνονται ὁμοῦ ρνη΄. ἐκ τούτων ἀφαιρῶ τοῦ στηριγμοῦ [*](3 auctor an Tibrarius concinnitatem neglexerit incertum 7 del. Cumont debebat 〈τὰς ἀπὸ θώθ〉 ἕως 16 hic numerus verus, CXXXIX est τοῦ καταγομένου ἔτους 20 dies hic prorsus negleguntur 27 ια΄ pro ιθ΄ sumpsit Valens calculum per se ineptum plane corrumpens 32 κθ΄ M 35 ρλή M)

36
καὶ τοῦ Τοξότου ρκ΄, λοιπὰ λη΄, ἃ ἀπολύω ἀπὸ Αίγοκέρωτος ἀνὰ κε΄· καταλήγει Ὑδροχόῳ· ἐκεῖ Ἀφροδίτη.

Ἐπειδὴ δὲ δοκεῖ πολλὴ περὶ τὴν γένεσιν ὑπάρχειν---, καὶ ἐπὶ ἑτέρας γενέσεως ἐκθήσομαι. Ἀδριανοῦ δ΄ Ἀθὺρ λ΄, τὰ ἀπὸ Αὐγούστου γίνονται ρμη΄ ἃ ἐμέρισα παρὰ τὸν η΄, λοιπὰ δ΄, αἳ σημαίνουσιν ἐποχὴν Παϋνὶ κβ΄ Λέοντι. ἐπεὶ οὖν οὐ χρῃ??ατίζει αὕτη ἡ ἐποχὴ διὰ ὑπὲρ τὴν γένεσιν ε??ναι, ἀνατρέχω εἰς τὴν ἀνωτέραν, ἥτις ἐστὶ τρίτη Φαωθὶ ι΄ ?? μβάνω τὰς λοιπάς κ΄ τοῦ Φαωφὶ καὶ ἀπὸ Ἀθὺρ ἓως Μεσωρὶ τ΄ καὶ ἐπαγομένων ε΄ γίνονται τκε΄ τοῦ προεληλυθότος ἔτους κα??αὐτοῦ τοῦ καταγομένου ἔτους ἀπὸ Θὼθ ἕως λ΄ Ἀθὺρ 𝒢΄, γίνονται αἱ πᾶσαι υιε΄. ἐκ τούτων ἀφαιρῶ τοῦ στηριγμοῦ ?? ῳδίου Τοξ??του ρκ΄, λοιπαὶ σ𝒢΄ ε΄. ταύτας ἀπὸ Αίγοκέρωτος?? κε΄, καταλήγει Τοξότῃ κ΄· ἐκεῖ ὁ ἀστήρ.

Ἄλλως. Ἀδριανοῦ δ΄ Μεχὶρ ιγ΄, ἀπὸ Αὐγούστου ρμθ΄. παρὰ τὸν η΄, λοιπαὶ ε΄, αἳ οὔτε ἐποχὴν οὔτε στηριγμὸν σημαίνουσιν· ἀνατρέχμ εἰς τὴν ἐπάνω ἐποχήν, ἥτις ἐστὶ Παϋνὶ κβ΄ Λέοντι· ἀναλαμβάνω τὰς λοιπὰς η΄ τοῦ Παϋνὶ καὶ Ἐπιφὶ καὶ Μεσωρὶ καὶ ἐπαγομένας ε΄, γίνονται ογ΄· καὶ τοῦ καταγομένου ἔτους ἀπὸ Θὼθ ἕως Μεχὶρ ιγ΄, γίνονται ρξγ΄ γίνονται σλϚ΄. ἐκ τούτων ἀφαιρῶ στηριγμοῦ καὶ ζῳδίου Λέοντος ρκ΄, λοιπαὶ ριϚ΄ ταύτας ἀπὸ Παρθένου ἀνὰ κε΄, καταλήγουσιν Αίγοκέρωτι μοίραις ιϚ΄. ἐκεῖ ἡ Ἀφροδίτη.

Ὁμοίως ἐπὶ τῆς αὐτῆς γενέσεως καὶ τὸν Ἑρμῆν οὕτως ἐψήφισα· ἔλαβον τὰς ἀπὸ Θὼθ ἕως τῆς ιγ΄ τοῦ Μεχὶρ ρξγ΄ καὶ ἔξωθεν προσέθηκα ρξβ΄, ὁμοῦ τκε΄ ταύτας ἀπέλυσα ἀπὸ Κριοῦ ἀνὰ λ΄, κατέληξεν κε΄ Υδροχόου· ἔνθα ὁ ἀστήρ.

Ἡλἰου μὲν δεύτερον καὶ Ϛ΄ καὶ ιβ΄ καλόν, δὲ ζ΄ καὶ δ΄ σαπρόν. Σελήνης γ΄ καὶ η΄ καὶ θ΄ σαπρόν, δὲ ε΄ καὶ ια΄ καὶ ιβ΄ καλόν. Κρόνου δ΄ καὶ ι΄ σαπρόν, δὲ Ϛ΄ καὶ η΄ καὶ ιβ΄ καλόν. Διὸς γ΄ θ΄ ι΄ καὶ ια΄ καλόν, δὲ δ΄ καὶ ζ΄ σαπρόν. Ἄρεως γ΄ δ΄ καὶ θ΄ καλόν, [*](3 „supple ἀσάφεια ἀπορία vel sim.“ Cumont 4 δ΄] γ΄ ex α΄ M? 9 post φαωθὶ scripsit M ἀπὸ δὲ ἀθύρ ἕως μεχὶρ ρκ΄, καὶ τοῦ φαμενὼθ τὰς κη΄, sed ipse delevit 12 λοιπαῖς 𝒢ε΄· ταύταις M corr. Cumont debebatne numerare ab Aquario et desinere in Capricorni 20°? 15 debebat hic quoque ρμη΄ 17 ἐπανοχὴν M 20 σλε΄ M)

37
δὲ ζ΄ καὶ ι΄ σαπρόν. Ἀφροδίτης γ΄ καὶ ζ΄ καὶ η΄ καλόν, ε΄ σαπρόν. Ἑρμοῦ β΄ ε΄ ια΄ σαπρόν, δὲ ζ΄ καὶ η΄ καὶ θ΄ καλόν. Τὰ δὲ λοιπὰ ἑκάστου ἀστέρος ἀνώμαλα.