Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὸν δὲ Ἄρεα οὕτως. Τὰ ἀπὸ Αὐγούστου μέχρις οὗ ζητεῖς ἔτους ἀναλαβὼν ἔκκρουε ὁσάκις δύνῃ ἀνὰ λ΄, τὸν δὲ καταλειπόμενον ἀριθμὸν διάκρινε, πότερον ἄρτιός ἐστιν ἢ ἄνισος, ἵνα ἐὰν μὲν εὕρῃς ἄρτιον, ἀπὸ Κριοῦ τὴν ἄφεσιν ποιήσης, ἐὰν δὲ ἄνισον, ἀπὸ Ζυγοῦ. μετὰ οὖν ἐπιγνῶναι τὸν ἀριθμὸν δίπλωσον, καὶ ἑκάστου μηνὸς ἀνὰ β΄ ἥμισυ· ἐὰν ὑπὲρ τὰς ξ΄ γένηται, τὰ λοιπὰ ἀπόλυε ἀπὸ Ζυγοῦ ἣ Κριοῦ, ἑκάστῳ ζῳδίῳ διδούς ἀνὰ μοίρας ε΄. ὅπου δ᾿ ἂν καταλήξῃ, σημειωσάμενος ζῴδιον σκόπει τὸν Ἥλιον, ποίῳ ζῳδίῳ ἐστίν· ἐὰν μὲν γὰρ ἀνώτερος εὑρεθῇ, ἀναποδίσει ὁ ἀστὴρ ἀπὸ τοῦ εὑρεθέντος ζῴδίου, ἐὰν δὲ κατώτερος, προποδίσει· τουτέστι πάντοτε ἐγγύτερον τοῦ Ἡλίου αὐτὸν ποίει ἀπὸ τοῦ εὑρισκομένου ζῳδίου· καὶ οἱ λοιποὶ δὲ ἀστέρες τὴν αὐτὴν δύναμιν ἔχουσι περὶ τὴν μέσην τοῦ Ἡλίου κίνησιν φερόμενοι, μάλιστα δὲ ἡ Ἀφροδίτη.

Τὴν δὲ Ἀφροδίτην οὕτως. τὰ ἀπὸ Καίσαρος ἕως οὗ ζητεῖς ἔτους ἀναλαβών μέριζε παρὰ τὸν η΄, τὸν δὲ καταλειφθέντα ἐντὸς τῶν η΄ ἀριθμὸν σκόπει εἰ ἔχει ἐποχὴν στηριγμοῦ, κἀκείνῃ χρησάμενος ἀναλάμβανε πλῆθος τῶν ἡμερῶν ἕως τῆς ἐπιζητουμένης ἡμέρας, ἐάνπερ ἐπιδέχηται. εἰ δ᾿ οὖν, τῇ ὑπεράνω χρῶ, καθάπερ ἐπὶ τῆς Σελήνης· ἐὰν γὰρ πρὸ γενέσεως εὑρεθῇ ἡ ἐπνχή αὕτη, χρηστέον· ἐὰν δὲ μετὰ τὴν γένεσιν, τῇ ὑπεράνω. συναθροίσας δὲ κεφάλαιον καὶ ἀχελὼν τοῦ ζῳδίου τὴν ἐποχὴν ἀπόλυε ἑκάστου ζῳδίου μοίρας ρκ΄, τουτέστι τοῦ στηριγμοῦ τὰς λοιπάς ἀπὸ τοῦ ἐχομένου ζῳδίου ἀπὸ τῆς ἐποχῆς ἀπόλυε, ἑκάστῳ ζῳδίῳ διδοὺς ἀνὰ κε΄. ὅπου δ᾿ ἂν καταλήξῃ ὁ ἀριθμός, ἐκεῖ ἔσται [*](8 συναναναλάμβανε M ἐκκρουκὼς M 10 ε΄ θ΄ fort. corruptum 12 αὐγ. ζητεῖς μέχρις ἔτους M, corr. Cumont 13 δύνει: M 14 πρότερον M 16 ordinem ipse perturbavit 26 Caesar pro Augusto positus 31 προγενεσίων M 34 haec turbata 35 del. Cumont)

35
ἡ Ἀφροδίτη. αἱ δὲ ἐποχαὶ τῶν στηριγμῶν πρόδηλοι ἔσονται ἐκ τῶν περιλειπομένων ἐτῶν· ἐὰν περισσεύῃ οἷον α΄ γ΄ δ΄ Ϛ΄ ζ΄, στηρίζει· ἐὰν δὲ β΄ ε΄, ὁδεύει. ἡ οὖν πρώτη ἐποχὴ ἐφέξει Φαμενὼθ ι΄ Ταύρῳ, αἱ γ΄ Φαωθὶ ι΄ Τοξότῃ, αἱ δ΄ Παϋνὶ κβ΄ Λέοντι, αἱ Ϛ΄ Τυβὶ η΄ Ἰχθύσιν, αἱ ζ΄ Μεσωρὶ ιδ΄ Ζυγῷ· εἰς η΄ ἔτος τὸν στηριγμὸν ἐπέχουσα.

Τὸν δὲ τοῦ Ἑρμοῦ οὕτως ψηφιζόμενον ἢ ψηφιστέον. ἕως τῆς γεννητικῆς ἡμέρας ἀναλαβών καὶ ταύταις ἐπιπροσθεὶς πάντοτε ἔξωθεν ρξβ΄ καὶ συγκεφαλαιώσας, ἐὲν ἦ ὑπὲρ τὰς τξ΄, ἀφελὼν κύκλον τὰς λοιπὰς ἀπόλυε ἀπὸ Κριοῦ ἑκάστῳ ζῳδίῳ διδούς ἀνὰ λ΄, καὶ ὅπου δἂν καταλήξῃ, ἐκεῖ ὁ ἀστήρ. πάντοτε μὲν οὖν ἔγγιστα τοῦ Ἡλίου αὐτὸν ποίει. οἰον ἀρχῇ ἦν τοῦ ζῳδίου ὁ Ἥλιος, τῷ ὄπισθεν αὐτὸν δονατὸν εὑρεθῆναι· ἐὰν δὲ ἐπὶ τέλει, τῷ ἑξῆς ζῳδίῳ.