Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Κριός ἐστιν οἶκος Ἄρεως, ζῴδιον ἀρρενικόν, τροπικόν, χερσαῖον, ἡγεμονικόν, πυρῶδες, ἐλεύθερον, ἀνωφερές, ἡμίφωνον, ἀγαθόν, εὐμετάβολον, διοικικόν , δημόσιον , πολιτικόν, ὀλιγόγονον, λατρῶδες, κόσμου μεσουράνημα καὶ δόξης αἴτιον, δίχρωμον, ἐπεὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη ποιοῦσιν ἀλφοὺς λειχῆνας· ἐστὶ δὲ καὶ ἀσύνδετον, ἐκλειπικόν. ἔσονται οὖν οἱ γεννώμενοι τούτῳ κατὰ τὸν οἰκοδεσποτικὸν λόγον λαμπροί, ἐπίσημοι, ἐπιτακτικοί, δίκαιοι, μισοπόνηροι, ἐλεύθεροι, ἡγεμονικοί, θρασεῖς τῇ γνώμῃ, ἀλαζόνες, μεγαλόψυχοι, ἄστατοι, ἀνώμαλοι, ὑψαύχενες, μετέωροι, ἀπειλητικοί, [*](7 „si suam sequuntur αἵρεσιν“ his verbis dixit Valens 10—11 verba Τούτων . . . φύσεως a compilatore transposita esse videntur nonnullis (v. 12—21), quae primum omiserat, posterius additis 12 expectas οὐσίας 〈μεταλλασσο- μένης〉 14 scribere poterat συγκρατικαὶς ἀ. μαρτυρίαις ταῖς κατά συνα- τήν . . . 16 προσφορίαν dubium 21 extrema aut insiticia sunt aut fere corr.: εἴπερ δοτῆρες τῶν . . . 28 cf. Hephaest. 47, 8 ss. 25 nempe διοικητι- κόν 26 cf. Firmic. 91, 19. 26—27 ἐπεὶ ὁ . . . λειχῆνας aliunde irrepsisse videntur)

6
ταχέως μεταβαλλόμενοι, εὔποροι· τῶν δὲ οἰκοδεσποτῶν καλῶς πεπτωκότων καὶ ὑπὸ ἀγαθοποιοῦ μαρτυρουμένων γίνονται βασιλικοί, ἐξουσιαστικοί, ζωῆς καὶ θανάτου παρρησίαν ἔχοντες.

Κριός ἐστι τῇ φύσει ὑδατώδης, βροντώδης, χαλαζώδης· κατὰ μέρος δὲ τὰ πρῶτα μέχρι τοῦ ἰσημερινοῦ ὀμβρώδη, χαλαζώδη, ἀνεμώδη, φθαρτικά· τὰ δὲ μέσα μέχρι ιε΄ μοίρας εὔκρατα καὶ πολύσπορα, τὰ δὲ ἑπόμενα καυσώδη καὶ λοιμικὰ μάλιστα τετραπόδων· ἔχει δὲ λαμπρούς ἀστέρας ζῴδιον ιθ΄, καὶ κατὰ τῆς ζώνης λαμπροὺς ιγ΄ λαμπροὺς δὲ κδ΄, σκιεροὺς δὲ κζ, καὶ ὑπολάμπρους κη΄, ἀμαυροὺς δὲ μη΄ συναναφέρεται δὲ αὐτῷ ἀπὸ τῶν ἀρκτῴων τὰ πρῶτα Περσέως, τὰ λειπόμενα καὶ τὰ ἀριστερὰ τοῦ Ἡνιόχου. νοτόθεν δὲ τοῦ Κήτους ἡ λοφιὰ καὶ ἡ οὐρά, βορρόθεν δὲ δύνουσιν Ἀρκτοφύλακος πόδες, νοτόθεν δὲ τοῦ Θηρίου λειπόμενον. Ἐστι δὲ Κριῷ ὑποτεταγμένα κλίματα τάδε· ἐμπρόσθια, Βαβυλωνία· κεφαλή, Ἐλυμαΐς· δεξιά, Περσίς· ἀριστερά, Συρία κοίλη καὶ οἱ συνεχεῖς τόποι· κατὰ τὴν ἐπιστροφὴν τοῦ προσώπου, Βαβυλωνία· κατὰ στῆθος Ἀρμενία· ὑπὸ τοὺς ὤμους Θρᾴκη· κατὰ τὴν κοιλίαν Καππαδοκία καὶ Σουσία καὶ Ἐρυθρὰ θάλασσα καὶ ἡ Ρυπαρά· ὀπίσθια, Αἴγυπτος καὶ ὁ Περσικὸς ὠκεανός.

Ταῦρός ἐστι θηλυκόν, στερεόν, κείμενον τῇ ἐαρινῇ τροπῇ. ὀστῶδες, μελεοκοπούμενον, ἀνατέλλον ἐκ τῶν ὀπισθίων, δῦνον δὲ ὀρθόν· οὗτος πλεῖστον μέρος τῳ ἀφανεῖ κόσμῳ κεῖται. ἴστι δὲ εὐδιεινόν. τὰ δὲ κατὰ μέρος ἀπὸ μοίρας α΄ ἕως ε΄ τὸν περὶ τὰς Πλειάδας τόπον ἐπέχει εὐτελῆ καὶ φθαρτικόν, λοιμικόν, βροντοποιόν, σεισμώδη, κεραυνοποιόν, ἀστραπάς γεννῶντα· δὲ ἑξῆς β΄ μοῖραι πυρώδεις, ὁμιχλώδεις. τὰ δὲ δεξιὰ πρὸς τῷ Ἡνιόχῳ εὔκρατα, ψυχικά. τὰ δὲ ἀριστερὰ εὐτελῆ, κινητικά, ποτὲ δὲ καὶ ψυχοποιά, ποτὲ δὲ καυματώδη. ἡ δὲ κεφαλὴ μέχρι μοίρας κγ΄ ἐν ἀέρι εὐκράτῳ, λοιμοποιὸς δὲ καὶ φθαρτικὴ ζῴων· τὰ δὲ ἐχόμενα φθαρτικά, εὐτελῆ, λοιμώδη. ἀστέρας δὲ ἔχει κζ΄ βορρόθεν [*](4 ss. ex Valente habet Hephaestio p. 47, 15 Val. ipse num sic orationem conexuerit dubito 5 ergo solstitium ponitur in part. VIII, cf. Boeckh, Sonnen- 184 ss. 6 s. καὶ πολύσπορα . . . μαλιστα ex Hephaest. 7 τετράποδον M 8 an τὴν ζώνην? 9 ailquid deesse videtur 10 cf. Boll Sphaera 67 11 τὰ πρῶτα del. Boll 12 βορόθεν M a: θορρόθεν pro βορρᾶθεν semper dicit Valens ex analogia verbi νοτόθεν 13 ἄρκτος· φύλακες M 14 ss. cf. excerptum e L(aurentiano) post Ammonis rel., ed. Ludwich p. 113, 9 15 ἐλοι μαίς M 16 βαβυλωνία aut hic aut supra v. 14 corruptum 17 ὑπὸ τὴν κοιλ. L 18 Σουσσα L; Συρία Heph. 19 Ῥυπ. mare mortuum putat Wuensch 22 οὗτο M 23 εὐδινόν M 27 an ψυκτικά? 29 ἔαρι M. corr. Cumont λοφιοποιὰ M φθαρτικὰ M)

7
συνανατέλλοντα τὰ λειπόμενα τοῦ Ἡνιόχου, τὰ λοιπὰ νοτόθεν τοῦ Κήτους καὶ τὰ πρῶτα τοῦ Ποταμοῦ. Ἀφροδίτης, Σελήνης, Δήμητρος, ἔτι Ἄρεως, Ἑρμοῦ. βορρόθεν δύνει Ἀρκτοφύλαξ ἄχρι τῆς ζώνης καὶ αἱ κνῆμαι τοῦ Ὀφιούχου ἄχρι τῶν γονάτων, νοτόθεν δὲ συνανατέλλει ὁ Ὠρίων ξίφος ἔχων τῇ δεξιᾷ χειρὶ ἀνατετακώς, τῇ εὐωνύμῳ κατέχει λεγόμενον Κηρύκειον, ἐζωσμένος κατὰ μέσον τοῦ σώματος. ἐστὶ δὲ ζῳδιον κόσμου περιποιητικόν, γεῶδες, χωρικόν, γεωργικόν, δουλελεύθερον, κατωφερές, ὀλιγόγονον, ἡμίφωνον καὶ ἄφωνον, ἀγαθόν , ἀμετάβολον, ἐργαστικόν, ἀτελές, σημαῖνον περὶ θεμελίων, κτημάτων. κεῖται δὲ ὁ ἐκλειπτικὸς τόπος τῷ βορρᾷ κατὰ ὕψος ἀνατέλλων. οἱ δὲ γεννώμενοι ἔσονται ἀγαθοί, ἐργαστηριακοί, πονικοί, συντηρητικοί, φιλήδονοι, φιλόμουσοι, εὐμετάδοτοι, τινὲς δὲ γεηπόνοι, καταφυτεύοντες, κτίζοντες· ἐὰν δέ πως καὶ ἀγαθοποιοὶ προσνεύσωσι τῷ τόπῳ ἢ καὶ ὁ οἰκοδεσπότης καλῶς πέση, γίνονται ἀρχιερεῖς, γυμνασίαρχοι, στεμμάτων καὶ πορφύρας καταξιούμενοι εἰκόνων τε καὶ ἀνδριάντων, ἱερῶν προεστῶτες, ἐπίσημοι, λαμπροί.

Ἐστὶ δὲ τὰ ὑποτεταγμένα κλίματα· κατὰ τὴν κεφαλὴν Μηδία καὶ οἱ συνεχεῖς τόποι· τῷ δὲ στήθει Βαβυλωνία· τὰ πρὸς τῳ Ἡνιόχῳ δεξιά, Σκυθία· ἡ Πλειάς, ἡ Κύπρος· τὰ ἀριστερά, Ἀραβία καὶ οἱ πέριξ τόποι· κατὰ τοὺς ὤμους Περσὶς καὶ τὰ Καυκάσια ὄρη, ὑπὸ κύρτωμα ἄρχονται· ὑπὸ τὴν ὀσφὺν Αἰθιοπία· ὑπὸ μέτωπον Ἐλυμαΐς· ὑπὸ τὰ κέρατα Καρχηδονία· μέσοις μέρεσιν Ἀρμενία, Ἰνδική, Γερμανία.

Δίδυμοί εἰσιν ἀρσενικοί, δίσωμοι, εὔφωνοι, οἶκος Ἑρμοῦ, ἀνωφερεῖς, ἀερώδεις, θηλυνόμενοι, δουλελεύθεροι, στειρώδεις, δημόσιοι· οἱ οὖν γεννώμενοι γίνονται φιλόλογοι, γράμματα καὶ παιδείαν ἀσκοῦντες, ποιητικοί, φιλόμουσοι, φώνασκοι, οἰκονομικοί, πίστεις ἀναδεχόμενοι· γίνονται δὲ καὶ ἑρμηνεῖς, ἐμπορικοί, κριτικοὶ κακῶν καὶ ἀγαθῶν, φρόνιμοι, περίεργοι, ἀποκρύφων μύσται. καὶ ὅσα ποτὲ ὁ οἰκοδεσπότης εἴωθεν ἀποτελεῖν κατὰ τὴν ἰδίαν φύσιν ἤτοι ἀγαθὰ ἢ φαῦλα ἢ ἥττονα ἢ μείζονα, ταῦτα καὶ ἓν ἕκαστον τῶν ζῳδίων ἀποτελέσει κατὰ τὴν τοῦ οἰκοδεσπότου σχηματογραφίαν [*](2 πρῶτα Boll: λοιπὰ M 3 ἔτι Boll: ἔστι M 4 κνῆμαι suppl. Boll. 6 κηρίκειον M cf. Boll, Hermes 1899 p. 644 s. 11 haec sana ease non spondeo 13 εὐματαδότοι M 15 οἰκοδεσπότη M 18 ss. L apud Ludwich p. 113, 24 ss. 18 μήδεια M 19 τῷ δὲ . . . Σκυθία ex L supplevi, cf. Hephaest. 49, 16 21 ἀρραβία M: Ἀρμενία Hephaestio 22 κίρτωμα M Σαρμάται opinor (om. L Heph.) 23 ἐλοιμαίς M 24 Καρμανία Th. Reinach 25 φῶνα M)

8
χρηματιστικὴν ἢ ἀχρημάτιστον, ἵνα μὴ δοκῶμεν τὰ αὐτὰ γράφειν. εἰσὶ δὲ καὶ εὐδιεινοί· κατὰ μέρος δὲ γ΄ μοῖραι εὐτελεῖς, φθαρτικαί· ἀπὸ γ΄ ἕως ζ΄, εὔυγρα εὐκρασία δέ ἐστιν ἀπὸ μοίρας ζ΄ ἕως ιε΄· τὰ νότια εὔυγρα· τὰ δὲ ἔσχατα μεμιγμένα· ἀστέρας δὲ ἔχει κα΄. κεῖται δὲ ἀνέμῳ λιβί. πρόσκειται δὲ αὐτῷ κατὰ τὰ Σφαιρικά κατά τι μέρος τῶν νοτίων ψαύουσα οὐρὰ Κήτους, ἐκ δὲ τῶν κατὰ τὸν νότιον τυγχανόντων μερῶν ἔσω τῆς νοτίου γραμμῆς ἐστι Σάτυρος ψαύων τῷ ῥοπάλῳ, ἐκ δὲ τῶν βορείων αὐτοῦ μερῶν ὀπισθοφανὴς ὑπάρχει, οὖ ἡ δορά. εἰς νότιον μέρος ἡ Λύρα κεῖται. ἐπιβέβηκε δὲ αὐτὸς τῇ νοτίῳ γρσμμῇ, μέσος ὢν βορρᾶ τε καὶ νότου. ὑπὸ δὲ τοὺς πόδας αὐτοῦ ἐπὶ τῆς νοτίου γραμμῆς κατὰ τὸν ἡμῖν ἐμφανῆ κόσμον ἐστὶν ὁ λεγόμενος Κύων πρὸ τοῦ δεξιοῦ ποδός, τέμνεται δὲ ἀπὸ νοτίου πόλου ἀπὸ τῶν ὀπισθίων ἄχρι τῆς κεφαλῆς, συναναβαίνων τῳ πόλῳ ὀρθῶς. παρανατέλλει δὲ νοτόθεν καὶ τοῦ Ποταμοῦ λοι πὸν καὶ Ὠρίων. σύνεισι δὲ αὐτοῖς θεοὶ Ἀπόλλων, Ἡρακλῆς, Ἡφαιστος, Ἥρα, Κρόνος· βορρόθεν δὲ δύνει Ἀρκτοφύλαξ, Ὀφιοῦχος πλὴν τῆς κεφαλῆς καὶ τοῦ Στεφάνου ἥμισυ.

Ἔστι δὲ Διδύμοις ὑποτεταγμένα κλίματα τάδε· ἐμπρόσθια, Ἰνδικὴ καὶ οἱ συνεχεῖς τόποι καὶ Κελτική· στῆθος, Κιλικία Γαλατία, Θρᾴκη καὶ ἡ βοιωτία. μέσα, Ἀἴγυπτος, Λιβύη, Ῥωμαῖοι, Ἀραβία. Συρία.

Καρκίνος εὐδιεινός· κατὰ μέρος δὲ ἐπὶ τοὺς δύο ἀστέρας τοὺς πρώτους νοταπηλιωτικοὺς εὐτελής, φθαρτικός, πνιγώδης, σεισμοποιός· ἀπὸ δὲ τούτων μέχρι μοίρας ι΄ ποιεῖ τὸν ἀέρα κάθυγρον, καυματώδη, ἔχοντα καταφορὰν ὑδάτων καὶ συνεχεῖς ὄμβρους· τὰ δεξιὰ εὐτελῆ καὶ φθαρτικά. νοτόθεν συνανατέλλει Λαγωὸς καὶ τοῦ Κυνὸς τὰ ἐμπρόσθια καὶ ὁ Προκύων. ἀστέρας δὲ ἔχει δ΄ Ἄρεως, Ἑρμοῦ, Διός, Πανός, Ἀφροδίτης. βορρόθεν δύνει Ἀρκτοφύλακος κεφαλὴ καὶ ὁ Ἐνγόνασι καὶ Ἀετὸς καὶ Στεφάνου ἥμισυ. ἐστὶ δὲ οἶκος Σελήνης, θηλυκόν, τροπικόν, ὡροσκόπος κόσμου, δοῦλον, κατωφερές, ἄφωνον, ὑδατῶδες, ἀγαθόν, [*](1 fort. μὴ 〈πολλάκις〉 2 εὐδινοὶ M μέρος αἱ δὲ M 5 λιβίω M 6 Σφαιρικά] cf. Boll 59 7 τῶν νοτίων H 8 ἔξω Boll de Satyro, qui pro 0rione ponitur, cf. Boll Sphaera 284 11 αὐτοὺς M 12 ἐπὶ add. Boll τῶν ἡμῶν M 13 Kύων πρὸ Boll: προκύων M ποδός. 〈καὶ ὁ Λαγωὸς πρὸ τοῦ ἀριστεροῦ〉 Boll 23 εὐδινός M 24 νοταπηλιώτης M πηγώδης M: πνιγώδης corr. ex Heph. p. 52, 8. 25 ποεῖ: ἐπὶ M 26 κα θορᾶν M cf. καταφορὰν ὄμβρων Plat. Ax. 370 C Firmic. V f. 104v 29 ιδ΄ Boll Πανός: πόνος M)

9
εὐμετάβολον, δημόσιον, ὀχλικόν, πολιτικόν, πολύγονον, ἀμφίβιον. οἱ οὖν γεννώμενοι ἔσονται φιλόδοξοι, ὀχλικοί, πολυμετάβολοι, θεατρικοί, εὐφραντικοί, εὐφθαρτικοί, φιλήδονοι, φιλοσυνέστιοι, δημόσιοι. τῇ δὲ γνώμη ἄστατοι, ἄλλα λέγοντες ἄλλα φρονοῦντες, ἐπὶ μιᾶς πράξεως ἢ πολὺ δύο μὴ μένοντες, πλάναις καὶ ξενιτείαις γινόμενοι.

Ἐστὶ τῷ Καρκίνῳ ὑποτεταγμένα τάδε· ἐμπρόσθια, Βακτριανή· ἀριστερά, Ζάκυνθος, Ἀκαρνανία· ὀπίσθια, Αἰθιοπία, Σχίνη. κατὰ τὴν κεφαλὴν Μαιῶτις λίμνη καὶ τὰ περιοικοῦντα ἔθνη καὶ τῇ Ἐρυθρᾷ καὶ Ὑρκανίᾳ θαλάσσῃ καὶ Ἑλλήσποντος καὶ Λιβυκὸν πέλαγος καὶ Βρετανικὴ καὶ ἡ Θούλη νῆσος· κατὰ τοὺς πόδας Ἀρμενία, Καππαδοκία, Ῥόδος, Κῶς· κατὰ δὲ τὰ ἔσχατά ἐστι τοῦ Καρκίνου ἐπὶ τοῦ στόματος Τρωγλοδυτία, Ἰωνία, Ἑλλήσποντος.

Λέων ἐστὶν ἀρρενικόν, οἶκος Ἡλίου, ἐλεύθερον, πυρῶδες, εὔκρατον, νοερόν, βασιλικόν, ἑδραῖον, ἀγαθόν ἀνωφερές, εὐμετάβολον, στερεόν, ἡγεμονικόν, πολιτικόν, ἀρκτικόν, ὀργίλον. οἱ οὖν γεννώμενοι ἐπίσημοι, ἀγαθοί, ἀμετάβλητοι, δίκαιοι, μισοπόνηροι, ἀνυπότακτοι, κολακείας μισοῦντες, εὐεργετικοί, παρεπηρμένοι ταῖς διανοίαις. ἐὰν δὲ καὶ ὁ οἰκοδεσπότης ἐπίκεντρος τύχη ἢ καὶ σὺν ἀγαθοποιοῖς, γίνονται λαμπροί, ἔνδοξοι, τυραννικοί, βασιλικοί. ἐστὶ δὲ καυματώδης, ὁ δὲ τῷ στήθει λαμπρὸς πυρώδης καὶ πνιγώδης, ἔχει δὲ τὰ κατὰ μέρος μέχρι μοίρας κ΄ πνιγώδη, λοιμικὰ τετραπόδων τοῖς ὑποκειμένοις κλίμασι καὶ τόποις, τὰ δεξιὰ κινητικά, πυρώδη, τὰ δὲ νότια εὔυγρα πυρώδη, τὰ δὲ κατωτέρω ὀλέθρια πρὸς πάντα, τὰ δὲ μέσα καὶ ἀριστερὰ εὔκρατα. ἀστέρας δὲ ἔχει ὁ Λέων ---. κατὰ δὲ τὰ Σφαιρικὰ βορρόθεν συνανατέλλει ὁ ἀριστερὸς βραχίων τοῦ Ἀρκτοφύλακος , νοτόθεν πρύμνα Ἀργοῦς καὶ τοῦ Κυνὸς λοιπὸν καὶ τῆς Ὕδρας, ἧς ἡ μὲν οὐρὰ παράκειται ἄχρι τῆς χηλῆς τοῦ Σκορπίου, ἡ δὲ κεφαλὴ ἄχρι τῆς χηλῆς τοῦ Καρκίνου. ἐπάνω δὲ αὐτοῦ ἐφέστηκεν Ἄρκτος ἡ μικρά, κατὰ δὲ τὴν γραμμὴν παρατείνει κεφαλὴ τοῦ Μράκοντος, [*](1 εὖματάβολον M 2 πολυευμετάβολοι M 3 εὐφθαρτικοί dittographia ut opinor 5 [ἢ] πολὺ μὴ ὁιαμένοντες Cumont 7— 13 cf. L apud Ludwich p. 115, 3 10 fort. leg. καὶ ἡ Ἐρυθρὰ καὶ ἡ Ὑρκανία θαλάσσα 11 Βρετανία L 12 ἄραὀος ML: corr. ex Hephaestione p. 57, 18: Ῥόδος. Κῶς καὶ Ἰλίου νῆσοι 13 τρωγλοδυξία M ante Ἰωνία Λυδία add. L, Λυδία pro Ἰωνία Heph. Ἑλλήσποντος aut hic aut in v. 10 delendum 15 an ἀμετάβ. cl. v. 17? 16 ἀρχμκὸν Cumont 19 τύχοι M 22 μέχρις κ΄ M 24 alterum τυρώδη om. Hephaest. p. 54, 3 27 βραχίον καὶ ὁ ἀρκτοφύλαξ M corr. Boll 19 Σκορπίου . . . τοῦ suppl. Boll 31 μικρέ] immo μεγάλη (Boll))

10
ἡν βαστάζει Ὀφιοῦχος μέχρι τοῦ Κρατῆροςβορρόθεν δέ ἐστι Δελφίν, Λύρα, Ζεῦγμα, Ὄρνις πλὴν τοῦ λαμπροῦ ἀστέρος κατὰ ὀρθοπύγιον αὐτοῦ καὶ τοῦ Ἵππου ἡ κεφαλή. Ἔστι δὲ τῳ Λέοντι ὑποτεταγμένα κλίματα· τῇ κεφαλῇ μὲν Κελτικὴ καὶ οἱ συνεχεῖς τόποι· ἐμπρόσθια, Βιθυνία· δεξιά, Μακεδονία καὶ οἱ συνεχεῖς τόποι· ἀριστερά, Προποντίς· πόδες, Γαλατία· κατὰ τὴν κοιλίαν Κελτική· ὤμοις Θρᾴκη· λαγόσι Φοινίκη. Ἀδρίας, Λιβύη· τοῖς μέσοις Φρυγία, Συρία· οὐρᾷ Πισινοῦς.

Π αρθένος οἶκος Ἑρμοῦ, θηλυκόν, πτερωτόν, ἀνθρωποειδές, τρυφῆρες· σχήματι Δίκης ἑστώς, δίσωμον, στειρῶδες, δουλελεύθερον, ἄγονον, κατωφερές, γεῶδες, κοινόν, ἡμίφωνον καὶ ἄφωνον, σωματικόν, ἀτελές, εὐμετάβολον, ἐργαστηριακόν, διφυές· οἱ δὲ γεννώμενοι ἀγαθοί, αἰδήμονες, μυστικοί, πολυμέριμνοι, ποικίλως τὸν βίον διάγοντες, ἀλλοτρίων χειρισταί, πιστικοί, ἀγαθοὶ οἰκονόμοι, γραμματεῖς ἀπὸ λόγων ἢ ψήφων ἀναγόμενοι, ὑποκριτικοι περίεργοι, ἀποκρύφων μύσται, τὰ πρῶτα ἀναλίσκοντες, δὲ τοῖς μέσοις εὐποροῦντες.