Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Οἷον ἕτος γ΄ Ἀδριανοῦ Ἀθύρ κη΄. τῷ γ΄ ἔτει προσέθηκα τὰς ἔθους τῷ βασιλεῖ προστιθεμένας β΄· γίνονται ε΄· ἐμέρισα εἰ. γ΄· λοιπαὶ β΄, ἀνθ ὧν προσβάλλω κ΄· γίνονται κε΄. καὶ ἥμισυ τῶν μηνῶν α΄ U+2220΄ καὶ τὴν κη΄ γίνονται νδ΄ U+2220΄. ἀφαιρῶ τριακοντάδα μίαν· λοιπαὶ κδ΄ U+2220΄· ἔσται ἡ Σελήνη ἀπὸ συνόδου τοσαύτας ἔχουσα ἡμέρας. ταύτας ἀπολύω ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου Τοξότου ἀνὰ βU+2220΄· καταλήγει ἡ Σελήνη Παρθένῳ τῇ προκειμένῃ ὴμέρᾳ.

Τὴν δὲ ἡμέραν οὕτως· πάλιν τῷ γ΄ ἔτει προσέθηκα τὰς β΄ καὶ ἐμέρισα παρὰ τὸν γ΄ λοιπαὶ β΄. ἀνθ᾿ ὧν προσέθηκα κ΄ καὶ ἥμισυ τῶν μηνῶν αU+2220΄, γίνεταί κϚ΄ U+2220΄· εἶτα εἴκασα ἀπὸ Ἡλίου ἕως Σελήνης διάστημα τουτέστιν ἀπὸ Τοξότου ἕως Παρθένου. ἡμερῶν κδ΄ ἥμισυ. ἐπεὶ οὖν ἐκ τούτων οὐ δυνατὸν ἀρελεῖν τὰς κϚ΄ ἥμισυ τάς προσυναχθείσας, προσέθηκα αὐταῖς λ΄ γίνεται νδ΄ ἥμισυ· ἐκ τούτων ἀφεῖλον κϚ΄ ἥμισυ· λοιπαὶ κη΄, αἵτινες τὴν γεννητικὴν ἡμέραν ἐδήλουν.

Ἑκάστῳ βασιλεῖ ὁ ἔθους προστιθέμενος ἀριθμὸς ὁ ὑποτεταγμένος ἐκ καταγωγῆς τοιαύτης.

Αὐγούστῳ α΄ καὶ ἐβασίλευσεν ἔτη μγ΄, γίνεται μδ΄· ἀφαιρῶ λ΄ λοιπαὶ ιδ΄ ταύτας Τιβερίῳ προστιθῶ καὶ τὰ τῆς βασιλείας Τιβερίου κβ΄, γίνεται λϚ΄ ἀφαιρῶ λ΄, λοιπαὶ ἓξ. ταῦτα Γαίῳ προστιθῶ, καὶ ἐκράτησε δ΄, γίνεται ι΄. Κλαυδίῳ προσέθηκα καὶ ἐβασίλευσε ιδ΄ γίνεται κδ΄. ὧν ἀφαιρῶ ἐννεακαιδεκαετηρίδα, λοιπὰ ε. ταῦτα Νέρωνι· καὶ ἐβασίλευσε ιδ΄, γίνεται ιθ΄ πλήρης οὖν ἡ ἐννεακαιδεκαετηρίς. καὶ αὕτη μὲν χρηματίζει ἐὰν θῆ μὲν οὖν εἰς συμπλήρωσιν τῶν λ΄ Οὐεσπασιανοῦ ια΄ καὶ ἐβασίλευσε ι΄, γίνεται κα΄· ἀφεῖλον ἐννεακαιδεκαετηρίδα. λοιπὰ β·. [*](1 ἐπισυναχθέντα M τὸν προσυναχθέντα Us. 1 αἱ — 2 κ. ἡμέραι M 4 οἱ ιβ΄ M 8 nempe τὸν γ΄ add. Usener 12 Sagittarius quod Solis signum appellatur, cum ei certa cum Sole ratio nulla intercedat, demonstrat observationem aliquam subesse, secundum quam Sol in illo signo erat; cf. 34, 4. 10. 15 etc. προσκεφιένη V 15 ἀνθ᾿ ὧν om. M κ΄ γίνεται κε΄ M 17 post ὁμάστημα V sine ullo lacunae signo pergit V ὥρας τῆς σπορᾶς ═ I 23 p. 53, 1 22 seqq. postea inserta sunt 30 haec fere voluisse videtur: καὶ αύτη μὲν οὖν χρ., προσθῶμεν δὲ εἰς . . . 31 οὐεσπεσιανοῦ M)

33
ταῦτα Τίτῳ· καὶ τὰ τῆς κρατήσεως γ΄, γίνεται ε΄. ταῦτα Δομετιαν ῷ· καὶ τὰ τῆς κρατήσεως ιε΄, γίνεται κ΄. ὧν ἀφαιρῶ ἐννεακαιδεκαετηρίδα, λοιπὸν α΄· ἔστιν ἡ τοῦ Νέρουα πρόσθεσις, καὶ ἐκράτησεν ἔτος α΄, γίνεται β΄. ταῦτα Τραϊανῷ, καὶ ἃ ἐκράτησε ιθ΄, γίνεται κα΄ ὑφαιρουμένης τῆς ἐννεακαιδεκαετηρίδος λοιπαὶ περιλείπονται β΄, αἵτινές εἰσιν Ἀδριανοῦ, καὶ ἃ ἐκράτησεν εἴκοσι ἓν τῆς βασιλείας, γίνεται κγ΄ ὧν ἀφαιρῶ ἐννεακαιδεκαετηρίδα· λοιπαὶ δ΄ Ἀντωνίνου. ὁμοίως προστιθῶ ἃ ἐκράτησεν ἔτη κγ΄, γίνεται κζ΄. ἀφ᾿ ὧν ἀφαιρῶ ιθ΄, λοιπὰ η΄ αὗται προστεθήσονται Ἀντωνίνῳ καὶ Λουκίῳ Κομμόδῳ καὶ ἃ ἐβασίλευσε λβ΄, γίνεται μ΄· ἀφ᾿ ὧν ἀφαιρῶ λ΄, λοιπὰ ι΄ Σεβήρου καὶ Ἀντωνίνου. καὶ ἐβασίλευσαν κε΄, γίνεται λε΄ ὧν ἀφαιρῶ λ΄, λοιπὰ ε΄ Ἄντωνίνῳ· καὶ ἐβασίλευσε δ΄, γίνεται θ΄ Ἀλεξάνδρῳ· καὶ ἃ ἐβασίλευσε ιγ΄, γίνεται κβ΄· ὧν ἀφαιρῶ ἐννεακαιδεκαετηρίδα· λοιπὰ δ΄ τῆς Μαξιμιανοῦ προσθέσεως καὶ ἃ ἐκράτησε γ΄, γίνεται ζ΄. καὶ ΓορδιανοῦϚ΄ καὶ Φτλίππου Ϛ΄, γίνεται ὁμοῦ ιθ΄· πλήρης ἡ ἐννεακαιδεκαετηρίς.

Τὸν δὲ Ἥλιον μοιρικῶς οὕτως ἐπιγνώσῃ· πάντοτε τῇ γενεθλιακῇ ἡμέρᾳ προστίθει ἀπὸ μὲν Θὼθ ἕως Φαμενὼθ μοίρας η΄, καὶ τοσούτων εὑρήσεις τὸν Ἥλιον· τῷ Φαρμουθὶ ζ΄, τῷ Παχών Ϛ΄, τῷ Παϋνὶ ε΄, τῷ Ἐπιφὶ δ΄, τῷ Μεσωρὶ γ΄ οἰον Φαωφὶ Ϛ΄, προσέθηκα η΄ γίνονται ιδ΄ τοσούτων μοιρῶν ὁ Ἥλιος Ζυγῷ. Παχὼν Ϛ΄ καὶ Ϛ΄· γίνεται ιβ΄· τοσούτων μοιρῶν ὁ Ἥλιος Ταύρῳ.