Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Εὖρον δὲ καὶ ποίῳ ζῳδίῳ ἡ Σελήνη ἀπὸ χειρὸς οὕτως. ἑκάστου βασιλέως τὴν πρόσθεσιν τῳ ζητουμένῳ ἔτει προσβάλλων μερίσεις εἰς τὸν γ΄ μή λοιπογραφῶν τὸν ἀριθμὸν ἀλλὰ κατέχων· ἐὰν μὲν γὰρ περισσεύῃ α΄, πρόσθες τ΄ τῷ ἀριθμῷ· ἐὰν δὲ β΄, κ΄· ἐὰν δὲ γ΄ μηδέν· ἄρτιος γὰρ ἀριθμός. εἶτα ἥμισυ τῶν ἀπὸ Θὼθ μηνῶν ἕως τοῦ γεννητικοῦ λαβὸν καὶ τάς ἡμέρας ἐπιπροσθεὶς τῳ πρώτῳ ἀριθμῷ καὶ ἀᾳ ελών, ἐὸν ἐνῇ, τριακοντάδας τὰς λοιπὰς ἀπόλυε ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου· ἐὰν μὲν ἀρχῇ ἦ, ἀνὰ β΄ U+2220΄, ἐὰν δὲ ὑστέραις, ἐπιβάλλον. ὅπου δ᾿ ἄν καταλήξῃ, ἐκεῖ ἡ Σελήνη.

Ὁμοίως δὲ τῷ αὐτῷ τρόπῳ τεθείσης γενέσεως τὴν ἡμέραν εὑρεῖν· τῷ ζητουμένῳ ἔτει τὴν πρόσθεσιν ἐπισυνθεὶς καὶ μερίσας ὡς πρόκειται εἰς τὸν γ΄ καὶ ἥμισυ τῶν μηνῶν ἐπιπροσθεὶς σημειοῦ τὸν ἀριθμόν· εἶτα εἰκάσας ἀπὸ Ἡλίου διάστημα ἕως τῆς Σελήνης ὡς ἑκάστου ζῳδίου ἀνὰ β΄ γ΄ σύγκρινε, τίς πλείων ἀριθμός. ἐὰν γὰρ ἀπὸ Ἡλίου ἕως Σελήνης διάστημα πλεονάζῃ, [*](1 om. M cf. III 4, ubi more suo prorsus alia de eadem re praecepta sequitur 3 ἡ σελήνη om. M 4 ἀπὸ δὲ — 5 νότια om. M 7 μοίρας om. V οὖν ἓν M 8 (Λέοντι) M 9 τὸν M] V προσκειμένη v 10 εὑρέθη om. V 12 quintum opinor 18 om. M 15 πρόθεσιν MV 16 μερίσης M λειπογραφῶν M 18 ὁ om. V 18 εἶτα τῶν ἀπὸ θὼθ τὰ U+2220΄΄ μηνῶν M 20 ἐνῇ Cumont] ἦν VM τριακοντάδες M 21 ἦν VM 24 δὲ om. V 26 πρόσκειται VM 28 τῆς ℂ V] τοῦ (ἡλίου) M 29 γὰρ V] ὁὲ M)

32
ἐκ τούτων ἀφελεῖς τὸν πρῶτον συναχθέντα ἀριθμόν, καὶ καταλειπόμεναι τὴν ἡμέραν δηλώσουσιν. ἐὰν δὲ ἥττους ὦσιν αἱ τοῦ διαστήματος, ἐπιπροσθεὶς αὐταῖς λ΄ οὕτως ἀφαίρει τὸν προσυναχθέντα ἀριθμόν. ἐὰν δὲ οἱ δύο ἀριθμοὶ ἀνὰ λ΄ εὑρεθῶσιν, συνοδεύει ἡ Σελήνη τῷ Ἡλίῳ.