Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Σκοπεῖν οὖν δεήσει, τούτοις εἰ ἀγαθοποιοί εἰσι καὶ μάλιστα τῳ ἀναβιβάζοντι· ἔσται γὰρ ἡ γένεσις εὔπορος καὶ πρακτική· κἂν μετρία εὑρεθῇ ἢ καθαιρέσει γινομένη, ἀναβιβασθήσεται καὶ δόξῃ γενήσεται. οἱ δὲ κακοποιοὶ ἐκπτώσεις καὶ καταιτιασμούς ἀποτελοῦσιν. ἀπὸ δὲ τῶν σεληνιακῶν ἐποχῶν καὶ ἡμερησίων ὁ ἀναβιβάζων καὶ ζῴδιον τοῦ πλάτους οὕτως εὑρίσκεται. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως δ΄ ἔτει Ἀδριανοῦ Φαμενὼθ ιθ΄ ἀπὸ ἐποχῆς ἕως γενεσιακῆς ἡμέρας γίνονται σδ΄· καὶ ἐποχῇ μὲν παράκεινται πλάτους μοῖραι ιβ΄ ῖη΄ καὶ εἰς τὰς σδ΄ τοῦ πλάτους ια΄ λζ΄, γίνονται κγ΄ νε΄ ταύτας ἐπὶ τὸν ιε΄ γίνονται τνη΄ με΄ ἀπολύω ἀπὸ Λέοντος κατὰ τὰ ἐξῆς· καταλήγει Καρκίνῳ κη με΄.