Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὁ δὲ τοῦ Διὸς σημαίνει τέκνωσιν, γονήν, ἐπιθυμίαν, ἔρωτας, συστάσεις, γνώσεις, φιλίας μεγάλων ἀνδρῶν, εὐπορίας, ὀψώνια, δωρεὰς μεγάλας, καρπῶν εὐφορίας, δικαιοσύνην, ἀρχάς, πολιτείας, δόξας, προστασίας ἱερῶν, μεσιτείας κρίσεων, πίστεις, κληρονομίας, ἀδελφότητα, κοινωνίαν, εἰσποίησιν, ἀγαθῶν βεβαίωσιν, κακῶν ἀπαλλαγήν, δεσμῶν λύσιν, ἐλευθερίαν, παρακαταθήκην, χρήματα, οἰκονομίας. τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει τῶν μὲν ἐκτὸς μηρῶν, ποδῶν, ὅθεν καὶ δρόμον ἐν ταῖς ἀθλήσεσι παρέχεται, τῶν δὲ ἐντὸς σπορᾶς, μήτρας, ἥπατος, δεξιῶν μερῶν. οὐσίας δὲ κυριεύει κασσιτέρου. ἐστὶ δὲ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ φαιὸς καὶ μᾶλλον λευκός, τῇ δὲ γεύσει γλυκύς.

Ὁ δὲ τοῦ Ἄρεος σημαίνει βίας, πολέμους, ἁρπαγάς, κραυγάς, ὕβρεις, μοιχείας, ἀφαιρέσεις ὑπαρχόντων, ἐκπτώσεις, φυγαδείας, γονέων ἀπαλλοτριώσεις, αἰχμαλωσίας, φθοράς γυναικῶν, [*](5 an πλευστικοὺς ut Neap.? 7 ἐκκοπὰς M 18 δαιμονισμοὺς M 22 cf. B. L. 94 1 30 τῶν δὲ] τοῦ δὲ M 31 δρόμον ἄθλοις anon.)

3
ἐμβρυοτομίας, συνηθείας, γάμους, ἀγαθῶν ἀφαιρέσεις, ψεύσματα, κενὰς ἐλπίδας, βιαίους κλοπάς, λῃστείας, συλήσεις, διακοπὰς φίλων, ὀργήν, μάχην, λοιδορίαν, ἔχθρας, δίκας· ἐπάγει δὲ καὶ φδνους βιαίους καὶ τομὰς καὶ αἱμαγμούς, πυρετῶν ἐπιφοράς, ἑλκώσεις, ἐξανθήματα, ἐμπρησμούς, δεσμά, βασάνους, ἀρρενότητα, ἐπιορκίαν, πλάνην, πρεσβείας ἐπὶ κακοῖς, καὶ διὰ πυρὸς ἢ διὰ σιδήρου πράσσοντας, χειροτέχνας, σκληρουργούς. ποιεῖ δὲ καὶ ἀρχὰς στρατείας καὶ πολεμάρχας, ὁπλιστάς, ἡγεμονείας, κυνηγεσίας, θήρας, πτώσεις ἀπὸ ὕψους ἢ τετραπόδων, ἐπισκιασμούς, ἀποπληξίας. τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει κεφαλῆς, ἕδρας, μορίου, τῶν δὲ ἐντὸς αἵματος, σπερματικῶν πόρων, χολῆς, σκυβάλων ἐκκρίσεως, ὀπισθίων μερῶν, ἀναποδισμοῦ, ὑπτιασμοῦ. ἔχει δὲ καὶ σκληρὸν καὶ ἀπότομον. οὐσίας δὲ κυριεύει σιδήρου καὶ κόσμου ἱματίων διὰ τὸν Κριὸν καὶ οἴνου καὶ ὀσπρίων. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ ἐρυθρός, τῇ δὲ γεύσει πικρός.

Ἡ δὲ Ἀφροδίτη ἐστὶ μὲν ἐπιθυμία καὶ ἔρως, σημαίνει δὲ μητέρα καὶ τροφόν· ποιεῖ δὲ ἱερωσύνας, γυμνασιαρχίας, χρυσοφορίας, στεμματοφορίας, εὐφροσύνας, φιλίας, ὁμιλίας, ἐπικτήσεις ὑπαρχόντων, ἀγορασμούς κόσμου, συναλλαγάς ἐπὶ ἀγαθόν, γάμους, τέχνας καθαρίους, εὐφωνίας, μουσουργίας, ἡδυμελείας, εὐμορφίας, ζωγραφίας, χρωμάτων κράσεις καὶ ποικιλτικήν, πορφυροβαφίαν καὶ μυρεψικήν, τούς τε τούτων προπάτορας ἢ καὶ κυρίους, τέχνας ἢ ἐμπορικὰς ἐργασίας σμαράγδου τε καὶ λιθείας, ἐλεφαντουργίας· οὓς δὲ χρυσονήτας, χρυσοκοσμήτας, κουρεῖς, φιλοκαθαρίους καὶ φιλοπαιγνίους αὐτοὺς ἀποτελεῖ περὶ τὰ τῶν ζῳδίων αὐτῆς ὄρια καὶ τὰς μοίρας. δίδωσι δὲ καὶ ἀγορανομίας, μέτρα, σταθμούς, ἐμπορίας, ἐργαστήρια, δόσεις, λήψεις, γέλωτα, ἱλαρίαν, κόσμον, θήρας ὑγρῶν. δίδωσι δὲ καὶ ἐκ βασιλικῶν γυναικῶν ἢ οἰκείων ὠφελίας καὶ δόξας περιποιεῖ περιττάς, συνεργήσασα ἀπὸ τοιούτων πραγμάτων. τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει τραχήλου, προσώπου, χειλέων, ὀσφρήσεως καὶ τῶν ἐμπροσθίων μερῶν ἀπὸ ποδὸς ἕως κεφαλῆς συνουσίας μορίων, τῶν δὲ ἐντὸς πνεύμονος. ἐστὶ δὲ καὶ ἑτέρας τροφῆς δεκτικὴ καὶ ἡδονῆς. οὐσίας [*](2 συλλήσεις M a 6 καὶ del. aut ἢ reponit Rad. 7 σκληρουργούς] cf. CIG. 4716d 15. 20. 25 8 an στρατηγίας καὶ πολεμαρχίας? an ὁπλίτας? 14 διὰ τὸν Κριόν] nempe propter lanam Arietis, Martis domicilii 19 κόσ- μους M 22 προπάτορας — inventores? cf. Petron. 132 Firmic. 144, 5 182, 25 23 λιθαίας M 24 φιλοκαθαρσίους M 25—26 περὶ . . . μοίρας i. e. si in suis finibus stat. 26 ἀγορονομίας M 27 ἐμπορείας M 29 possis οἴκων 29—30 an ἀπὸ παντοίων? 33 possis ἑταιρικῆς τρυφῆς δεικτικὴ.)

4
δὲ κυριεύει λίθων πολυτίμων καὶ ποικίλου καὶ κόσμου, καρπῶν δὲ ἐλαίας. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ λευνή τῇ δὲ γεύσει ἐλλιπωτάτη.