De tropis (olim sub auctore Gregorio Corintho)

Tryphon II Grammaticus

Rhetores Graeci, Vol. IΙI. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.

Ἐπαύξησίς ἐστι φράσις κατὰ πρόσθεσιν αὐξάνουσα τὸ σημαινόμενον, ὡς ἔχει τὰ τοιαῦτα,

τῶν νέες ὠκεῖαι ὡσεὶ πτερὸν ἠὲ νόημα·
ὠκύπτερον γὰρ παρέστησε τῶν νεῶν τὸ τάχος, ἐπισυνάψας τῷ προτέρῳ τὸ νόημα.
ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο ἴκελος αὐγῇ· ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος·
ἱκανὸν γὰρ τὸ ἴκελος αὐγῇ, προστιθεὶς δὲ τὸ ἑξῆς ηὔξησε τὸ σημαινόμενον.

Ἐξοχή ἐστιν ὀνόματος διαστολὴ κατὰ διαφορὰν πρὸς τὰ σημαινόμενα, οἷον

Ζεὺς δ᾽ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσεν·
ὥσπερ τοῦ Ἕκτορος οὐχὶ ἑνὸς τῶν Τρώων, ἐπὶ τοῦτον ἤνεγκε· κατ᾽ ἐξοχὴν γὰρ αὐτὸν ἐδήλωσε. καὶ ὁμοίως
οὐ γὰρ ἔτ᾽ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδ᾽ ἄρ᾽ ἔτ᾽ αὐτὸς ἔην· θάνε δὲ ξανθὸς Μελέαγρος.

Ὑστερολογία ἐστὶ μέρος λόγου, ὅταν ὃ δεῖ πρῶτον λέγειν ὕστερόν τις ἐπιφέρῃ, οἷον

ἅμα τράφεν ἠδ’ ἐγένοντο·
ἀντὶ τοῦ ὁμοῦ ἐγένοντο καὶ ἐτράφησαν, καὶ
δούπησε δὲ πεσὼν
ἀντὶ τοῦ πεσὼν ἐδούπησε. καὶ
226
ἀλλ᾽ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον·
ἀντὶ τοῦ ἄκουσον καὶ ὑπόκριναι. καὶ
εἵματα δ᾽ ἀμφιέσασα θυώδεα λούσασα.
καὶ
λαοὶ δ᾽ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον.

Σχῆμά ἐστι σολοικισμὸς ἀπολογίαν ἔχων, ὡς ὅταν εἴπωμεν, ὁ Φίλιππος, ὃν πάντες μισοῦσιν, ἀγαθός ἐστι. διαφέρει δὲ σχῆμα σολοικισμοῦ, ἐπειδὴ σχῆμα μέν ἐστι ποιητοῦ ἢ συγγραφέως ἁμάρτημα ἑκούσιον διὰ τέχνην ἢ ξενοφωνίαν ἢ καλλωπισμόν, σολοικισμὸς δὲ ἁμάρτημα ἀκούσιον οὐ διὰ τέχνην, ἀλλὰ δι᾽ ἀμαθίαν γινόμενον.