Index apostolorum discipulorumque Domini

Vitae Prophetarum

Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.

μηʹ. Ἔραστος, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ αὐτῇ ἐπιστολῇ, ὃς καὶ οἰκονόμος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας γέγονεν καὶ ἐπίσκοπος μετέπειτα Πανιάδος.

μθʹ. Κούαρτος, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ αὐτῇ ἐπιστολῇ, ὃς καὶ ἐπίσκοπος Βηρυτοῦ γέγονεν.

νʹ. Ἀπολλώς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ μέμνηται ὁ ἀπόστολος, ὅς καὶ ἐπίσκοπος Καισαρείας γέγονεν.

ναʹ. Κηφᾶς, ὃν ὁ ἀπόστολος Παῦλος ἐν Ἀντιοχείᾳ ἤλεγξεν, ὅς καὶ ἐπίσκοπος Κονίας ἐγένετο.