De prophetarum vita et obitu (recensio anonyma)
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
γʹ. Ἰεζεκιὴλ. Οὗτός ἐστιν ἐκ γῆς Ἀρίρα, ἐκ τῶν ἱερέων καὶ ἀπέθανεν ἐν τῇ γῇ τῶν Χαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας πολλὰ προφητεύσας τοῖς ἐν τῇ Ἰουδαίᾳ. Ἀπέκτεινεν δὲ αὐτὸν ὁ ἡγούμενος τοῦ λαοῦ Ἰσραὴλ ἐκεῖ ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασι. Καὶ ἔθαψαν αὐτὸν ἐν ἀγρῷ Μαοὺρ ἐν τάφῳ Σὴμ καὶ Ἀρφαξὰδ πατέρων Ἀβραάμ, καὶ ἔστιν ὁ τάφος σπήλαιον διπλοῦν, ὅτι καὶ Ἀβραὰμ ἐν Χεβρῶν πρὸς τὴν ὁμοιότητα αὐτοῦ ἐποίησε τὸν τάφον Σάῤῥας. Διπλοῦν δὲ λέγεται, ὅτι εἱλικτόν ἐστι καὶ ἀπόκρυφον ἐξ ἐπιπέδου ὑπερῷον καί ἐστι ἐπὶ γῆς ἐν πέτρᾳ κρεμάμενον.
Οὗτος ὁ προφήτης τέρας ἔδωκε τῷ λαῷ, ὥστε προσέχειν τῷ ποταμῷ Χοβάρ, ὅτε ἐκλείποι, ἐπελπίζειν τὸ δρέπανον τῆς ἐρημώσεως εἰς πέρας τῆς γῆς, καὶ ὅτε πλημμυρήσῃ, τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον. Καὶ γὰρ ἐκεῖ κατῴκει ὁ ὅσιος καὶ πολλοὶ πρὸς αὐτὸν συνεστρέφοντο. Καί ποτε πλήθους
συνόντος αὐτῷ ἔδεισαν οἱ Χαλδαῖοι, μὴ ἀντάρωσι, καὶ ἐπῆλθον αὐτοῖς εἰς ἀναίρεσιν. Καὶ ἐποίησε στῆναι τὸ ὕδωρ, ἵνα ἐκφύγωσιν εἰς τὸ πέραν γενόμενοι. Καὶ οἱ τολμήσαντες τῶν ἐχθρῶν ἐπιδιῶξαι κατεποντίσθησαν.Οὗτος διὰ προσευχῆς αὐτομάτως αὐτοῖς δαψιλῆ τροφὴν ἰχθύων παρέσχετο καὶ πολλοῖς ἐκλείπουσι ζωὴν ἐλθεῖν ἐκ θεοῦ παρεκάλεσεν.
Οὗτος ἀπολλυμένου τοῦ λαοῦ ὑπὸ τῶν ἐχθρῶν προσῆλθε τοῖς ἡγουμένοις καὶ διὰ τεραστίων φοβηθέντες ἐπαύσαντο. Τοῦτο ἔλεγεν αὐτοῖς, ὅτι· διαπεφωνήκαμεν, ἀπώλετο ἡ ἐλπὶς ἡμῶν, καὶ ἐν τέρατι τῶν ὀστέων τῶν νεκρῶν αὐτοὺς ἔπεισεν, ὅτι ἔσται ἐλπὶς τῷ Ἰσραὴλ καὶ ὧδε καὶ ἐπὶ τοῦ μέλλοντος.
Οὗτος ἐκεῖ ὤν ἐδείκνυ τῷ λαῷ Ἰσραὴλ τὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ ναῷ γινόμενα. Οὗτος ἡρπάγη ἐκεῖθεν καὶ ἦλθεν
εἰς Ἱερουσαλὴμ εἰς ἔλεγχον τῶν ἀπίστων. Οὗτος κατὰ τὸν Μωϋσῆν εἶδε τὸν τύπον, οὗ τὸ τεῖχος καὶ περίτειχος πλατύ, καθὼς εἶπε καὶ ὁ Δανιήλ, ὅτι κτισθήσεται. Οὗτος ἔκρινεν ἐν Βαβυλῶνι τὴν φυλὴν Δὰν καὶ τοῦ Γάδ, ὅτι ἠσέβουν εἰς τὸν κύριον διώκοντες τοὺς τὸν νόμον φυλάσσοντας· καὶ ἐποίησεν αὐτοῖς τέρας μέγα, ὅτι οἱ ὄφεις ἀνήλισκον τὰ βρέφη αὐτῶν καὶ πάντα τὰ κτήνη αὐτῶν, καὶ προείρηκεν, ὅτι δι᾽ αὐτοὺς οὐκ ἐπιστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ ἐν Μηδίᾳ ἔσονται ἕως συντελείας πλάνης αὐτῶν. Καὶ ἐξ αὐτῶν ἦν ὁ ἀνελὼν αὐτόν. Ἀντέκειντο γὰρ αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.δʹ. Δανιήλ. Οὗτος μὲν ἦν ἐκ φυλῆς Ἰούδα, γένους τῶν ἐξεχόντων τῆς βασιλικῆς ὑπηρεσίας, ἀλλ᾽ ἔτι νήπιος ἤχθη ἐκ τῆς Ἰουδαίας εἰς γῆν Χαλδαίων· ἐγεννήθη δὲ ἐν Βεθώρῳ
τῇ ἀνωτέρᾳ καὶ ἦν ἀνὴρ σώφρων, ὥστε δοκεῖν τοὺς Ἰουδαίους εἶναι αὐτὸν σπάδοντα.Πολλὰ ἐπένθησεν οὗτος ἐπὶ τὴν πόλιν καὶ ἐν νηστείαις ἤσκησεν ἀπὸ πάσης τροφῆς ἐπιθυμητῆς καὶ ἦν ἀνὴρ ξηρὸς τὴν ἰδέαν, ἀλλὰ ὡραῖος ἐν χάριτι ὑψίστου.
Οὗτος πολλὰ ηὔξατο ὑπὲρ τοῦ Ναβουχοδονόσορ παρακαλοῦντος αὐτὸν Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ, ὅτε ἐγένετο θηρίον καὶ κτῆνος, ἵνα μὴ ἀπόληται. Ἦν τὰ ἐμπρόσθια ὡς βοῦς σὺν τῇ κεφαλῇ καὶ οἱ πόδες σὺν τοῖς ὀπισθίοις λέων. Ἀπεκαλύφθη τῷ ὁσίῳ περὶ τοῦ μυστήριου τούτου, ὅτι κτῆνος γέγονε διὰ τὴν φιληδονίαν καὶ τὸ σκληροτράχηλον, καὶ ὅτι ὡς βοῦς ὑπὸ ζυγὸν γίνονται τοῦ Βελίαρ. Ταῦτα ἔχουσιν οἱ δυνάσται ἐν νεότητι· ἐπὶ τέλει δὲ θῆρες γίνονται
ἁρπάζοντες ὀλοθρεύοντες ἀναιροῦντες καὶ πατάσσοντες. Ἔγνω διὰ θεοῦ ὁ ἅγιος, ὅτι ὡς βοῦς ἤσθιε χόρτον καὶ ἐγένετο ἀνθρωπίνης φύσεως τροφή. Διὰ τοῦτο καὶ ὁ αβουχοδονόσορ μετὰ τὴν πέψιν ἐν καρδίᾳ ἀνθρωπίνῃ γενόμενος ἔκλαιε καὶ ἠξίου κύριον πᾶσαν ἡμέραν καὶ νύκτα τεσσαρακοντάκις δεόμενος. Βεημὼθ ἐπεγίνετο αὐτῷ καὶ ἐλάνθανεν, ὅτι γέγονεν ἄνθρωπος· ἤρθη ἡ γλῶσσα αὐτοῦ τοῦ μὴ λαλεῖν· καὶ νοῶν εὐθέως ἐδάκρυσεν· οἱ ὀφθαλμοὶ αὐτοῦ ἦσαν ὡς κρέας ἐκ τοῦ κλαίειν. Πολλοὶ γὰρ ἐξιόντες ἐκ τῆς πόλεως ἑώρων αὐτόν. Ὁ Δανιὴλ μόνος οὐκ ἠθέλησεν αὐτὸν ἰδεῖν, ὅτι πάντα τὸν χρόνον τῆς ἀλλοιώσεως αὐτοῦ ἐν προσευχῇ ἦν περὶ αὐτοῦ· ἔλεγεν, ὅτι πάλιν ἄνθρωπος γενήσεται· καὶ ἠπίστουν αὐτῶ. Ὁ Δανιὴλ τὰ ἑπτὰ ἔτη, ἃ εἶπεν ἑπτὰ καιρούς, ἐποίησε γενέσθαι ἑπτὰ μῆνας· τὸ μυστήριον τῶν ἑπτὰ καιρῶν ἐτελέσθη ἐπ᾽ αὐτόν, ὅτι ἀποκατέστησεν ἑπτὰ μησί, τὰ ἓξ ἔτη καὶ ἕξ μῆνας ὑπέπιπτε κυρίῳ καὶ ὡμολόγει τὴν ἀσέβειαν αὐτοῦ καὶ μετὰ ἄφεσιν τῆς ἀνομίας αὐτοῦ ἀπέδσκεν αὐτῷ τὴν βασιλείαν. Οὔτε ἄρτον ἢ κρέα ἔφαγεν οὔτε οἶνον ἔπιεν ἐξομολογούμενος, ὅτι ὁ Δανιὴλ αὐτῷ προσέταξεν ἐν ὀσπρίοις βρεκτοῖς καὶ χλόαις ἐξιλεοῦσθαι κύριον. Διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Βαλτάσαρ, ὅτι ἠθέλησεν αὐτὸν συγκληρόνομον καταστῆσαι τῶν τέκνων αὐτοῦ. Ἀλλ’ ὁ ὅσιος εἶπεν· ἵλεώς μοι ἀφεῖναι κληρονομίαν πατέρων μου καὶ κολληθῆναι κληρονομίαις ἀπεριτμήτων. Καὶ τοῖς ἄλλοις βασιλεῦσι Περσῶν πολλὰ ἐποίησεν τεράστια, ὅσα οὐκ ἔγραψαν. Ἐκεῖ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τῷ βασιλικῷ μόνος ἐνδόξως.Καὶ αὐτὸς ἔδωκε τέρας ἐν ὄρεσι τοῖς ὑπεράνω αβυλῶνος, ὅτι· ὅτε καπνισθήσεται τὸ ἐκ βοῤῥᾶ, ἥξει τὸ τέλος Βαβυλῶνος·
4.col.a. ὅτε δὲ ὡς ἐν πυρὶ κεῖται, τὸ τέλος πάσης τῆς γῆς.4.col.b. ὅτε δὲ κατ᾽ ἀνατολὰς ὕδωρ καθαρὸν ἐξελεύσεται, τότε ἐπὶ γῆς ὀ θεὸς φανεὶς ὡς ἄνθρωπος καὶ εἰς ἑαυτὸν ἀναδέξεται ἀνομίας τῆς γῆς, ἐν τῷ ἀνασκολοπίζεσθαι αὐτὸν ὑπὸ τῶν ἱερέων τοῦ νόμου [καὶ πρεσβυτέρων τοῦ λαοῦ Ἰσραήλ. Τότε φόνος ἔσται τοῦ Βελίαρ]. Εὐθέως δὲ χαρὰ ἐκχυθήσεται εἰς πάντα τὰ ἔθνη· ὅτε δὲ κατὰ νότον ἐν πυρὶ καίεται, τὸ τέλος ἔσται πάσης τῆς γῆς.
ἐὰν δὲ τὸ ἐν τῷ νότῳ ῥεύσῃ ὕδατα, ἐπιστρέψει ὁ λαὸς εἰς γῆν αὐτοῦ, καὶ ἐὰν αἷμα ῥεύσῃ, φόνος ἔσται τοῦ Βελίαρ ἐν πάσῃ τῇ γῇ. Καὶ ἐκοιμήθη ἐν εἰρήνῃ ὁ ὅσιος.