De prophetarum vita et obitu (Dorothei recensio)
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
Οὗτος Σοφονίας ἔνατος καὶ αὐτὸς ἀξιωθεὶς προφητεῦσαι περὶ τοῦ δεσπότου Χριστοῦ, φησὶν γὰρ οὕτως· ἐπιφανήσεται κύριος ἐπ᾽ αὐτούς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ
τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν. Πάλιν λέγει· ὅτι μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰς αὐτῆς τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. Ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι. Καὶ πάλιν λέγει· Χαῖρε σφόδρα, θύγατερερουσαλήμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ, περιεῖλε κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου βασιλεύσει κύριος ἐν μέσῳ σου· οὐκ ὄψει κακὰ οὐκέτι, ἅπερ πάντα κυριώτερα ἐπὶ τοῦ δεσπότου Χριστοῦ ἁρμόζει.Σοφονίας ἦν ἐκ φυλῆς Συμεὼν ἐξ ἀγροῦ Σαβαρθαθά. Οὗτος προεφήτευσε περὶ τῆς πόλεως καὶ περὶ τέλους Ἰσραὴλ καὶ αἰσχύνης ἀσεβῶν· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ.
Οὗτος Ἀγγαῖος δέκατος ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τοῦ δεσπότου Χριστοῦ, ὡς εἰς πρόσωπον Ζοροβάβελ τὰ ἁρμόζοντα τῷ δεσπότῃ Χριστῷ λέγων. Καὶ θήσομαί σε σφραγῖδα, διότι σε ᾐρετισάμην, λέγει κύριος παντοκράτωρ, καθάπερ καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει. Τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός.
Ἀγγαῖος νέος ἦλθεν ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ
φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ προεφήτευσε. Καὶ εἶδεν ἐκ μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ· καὶ θανὼν ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως, ὡς αὐτοί.Οὗτος Ζαχαρίας ἑνδέκατος καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ λέγων οὕτως· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐκβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Ὑπερβολικῶς μὲν εἰς τὸν Ζοροβάβελ εἴρηκε ταύτην τὴν χρῆσιν· τὴν ἔκβασιν δὲ κυρίως ἔσχεν ἐπὶ τοῦ δεσπότου Χριστοῦ. Ἔτι λέγει· καὶ ἐρῶ πρὸς αὐτόν· τί αἱ πληγαὶ αὗται αἱ ἀνὰ μέσον τῶν χειρῶν σου; καὶ ἐρεῖ· ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. Καὶ μετ᾽ ὀλίγα πάνυ· πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης. Ταύτης τῆς χρήσεως μέμνηται ὁ κύριος ἐν τῷ καιρῷ τοῦ πάθους, ὅτι ἤμελλε παραδίδοσθαι, εἰς ἑαυτὸν αὐτὴν εἰρηκώς.
Ζαχαρίας ἦλθεν ἀπὸ Χαλδαίων ἤδη προβεβηκώς, κἀκεῖ τῷ λαῷ πολλὰ προεφήτευσε, καὶ τέρατα ἔδωκεν εἰς ἀπόδειξιν. Οὗτος εἶπε τῷ Ἰωσεδέκ, καὶ εἰς Ἱερουσαλὴμ ἱερατεύσεις. Οὗτος καὶ τὸν Σαλαθιὴλ ἐπὶ υἱῷ ηὐλόγησε καὶ τὸ ὄνομα
Ζοροβάβελ ἐπέθηκε. Καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος. Καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προηγόρευσεν ἣν ποιήσει ἐπὶ Ἱερουσαλήμ, καὶ ηὐλόγησεν αὐτὸν σφόδρα. Τὰ δὲ τῆς προφητείας εἶδεν ἐν Ἱερουσαλήμ· περὶ τέλους ἐθνῶν καὶ τοῦ ναοῦ καὶ ἀργίας προφητῶν καὶ ἱερέων καὶ περὶ διπλῆς κρίσεως ἐξέθετο. Καὶ ἀπέθανεν ἐν γήρει μακρῷ, καὶ ἐτάφη σύνεγγυς τοῦ Ἀγγαίου [ἐγγὺς Ἐλευθερουπόλεως ἀπὸ σταδίων τεσσαράκοντα ἐν ἀγρῷ τοῦ Νοεμὰν ἐν χρόνοις Ἐφίδου ἐπισκόπου. Ἐμφανισθεὶς ὅτι αὐτός ἐστιν Ζαχαρίας υἱὸς Βαραχίου, οὗ μέμνηται Ἡσαΐας, ὄνομα δὲ τῷ ἀγρῷ ἔνθα κεῖται Βεθζαρία, μηκόθεν Ἱερουσαλὴμ ἀπὸ σταδίων ρνʹ.]