De prophetarum vita et obitu (Dorothei recensio)
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
Οὗτος Ἀβδιοῦ πέμπτος φησὶ καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὕτως· διότι ἐγγὺς ἡμέρα
κυρίου ἐπὶ πάντα τὰ ἔθνη. Εἴρηται μὲν κατὰ τὸ πρόχειρον ἐπὶ τῶν Σκυθῶν, τουτέστι τοῦ Γὼγ καὶ Μαγώγ· κυριώτερον δὲ ἁρμόζει ἐπὶ τοῦ δεσπότου Χριστοῦ· ἐπιφέρει γὰρ μετ᾽ ὀλίγα· ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σωτηρία.Ἀβδιοῦ ἦν ἐκ γῆς Συχὲμ ἀγροῦ Βιθαχαράμ. Οὗτος ἦν μαθητὴς Ἠλία, καὶ πολλὰ ὑπομείνας δι᾽ αὐτὸν περισώζεται. Οὗτος ἦν ὁ τρίτος πεντηκόνταρχος, οὗ ἐφείσατο Ἠλίας, καὶ κατέβη πρὸς Ὀχοζίαν, καὶ μετὰ ταῦτα ἀπολιπὼν λειτουργίαν τοῦ βασιλέως προεφήτευσεν καὶ ἀπέθανε ταφεὶς μετὰ τῶν πατέρων αὐτοῦ.
Οὗτος Ἰωνᾶς ἕκτος, ὃς οὐ διὰ λόγων, ἀλλ᾽ ἔργῳ καὶ τύπῳ προεμήνυσε τὴν ἀνάστασιν τοῦ Χριστοῦ. Φησὶ γὰρ ὁ κύρίος· ὥσπερ Ἰωνᾶς ἔμεινεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· ὥσπερ γὰρ τὸ κῆτος ἀδιάφθορον ἐξήμεσε τὸν Ἰωνᾶν, οὕτω καὶ ὁ τάφος τὸν δεσπότην ἐξήμεσε εἰς κρείττονα ζωήν.
Ἰωνᾶς ἦν ἐκ γῆς Καριαθμαοῦς πλησίον Ἀζώτου, πόλεως Ἑλλήνων κατὰ θάλασσαν, καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους, καὶ ἀπελθὼν εἰς Νινευῆ, ἀνακάμψας οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησε τὴν Σούρ, χώραν ἀλλοφύλων ἐθνῶν. Ἔλεγε γὰρ ὅτι· οὕτως
ἀφελῶ τὸ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ Νινευῆ πόλεως τῆς μεγάλης, ἥν τότε Ἠλίας ἐλέγχων καὶ τὸν οἶκον χαὰβ, καὶ καλέσας λιμὸν ἐπὶ τὴν γῆν ἔφυγε. Καὶ ἐλθὼν ηὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτῆς καὶ ἔμεινε παρ᾽ αὐτοῖς· οὐ γὰρ ἠδύνατο μένειν μετὰ ἀπεριτμήτων· καὶ ηὐλόγησεν αὐτήν. Θανόντα τὸν Ἰωνᾶν πάλιν ἤγειρεν ἐκ νεκρῶν ὁ θεὸς διὰ τοῦ Ἠλία· ἠθέλησε γὰρ δεῖξαι αὐτῷ, ὅτι οὐ δύναται ἀποδρᾶσαι θεόν. Καὶ ἀναστὰς Ἰωνᾶς μετὰ τὴν λιμὸν ἦλθεν ἐν γῇ Ἰούδᾳ, καὶ ἀποθανοῦσαν τὴν μητέρα αὐτοῦ κατὰ τὴν ὁδὸν ἔθαψεν αὐτὴν ἐχόμενα τῆς Λιβάνου βαλάνου. Ἐν γῇ Σαὰρ ἀπέθανεν, καὶ ἐτάφη ἐν σπηλαίῳ Κενεζέου κριτοῦ γενομένου μιᾶς φυλῆς ἐν ἡμέραις τῆς ἀναρχίας. Καὶ ἔδωκε τέρας ἐπὶ Ἱερουσαλὴμ καὶ ὅλην τὴν γῆν· ὅτε ἴδωσι λίθον βοῶντα οἰκτρῶς, ἐγγίζει τὸ τέλος, καὶ ὅτε ἴδωσι ἐν Ἱερουσαλὴμ πάντα τὰ ἔθνη, τότε ἡ πόλις ἀφανισθήσεται.