De prophetarum vita et obitu (Dorothei recensio)

Vitae Prophetarum

Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.

Οὗτός ἐστιν Ἠλίας ὁ πρῶτος ἀνθρώπων τοῖς ἀνθρώποις ὑποδείξας οὐρανοδραμεῖν, ὁ πρῶτος ἀνθρώπων ὑποδείξας ὁ τὴν γῆν λαχὼν οἰκητήριον καὶ τὸν οὐρανὸν ἀθρόον διατρέχων, ὁ θνητὸς ὑπάρχων καὶ τοῖς ἀθανάτοις ἁμιλλώμενος, ὁ χαμαὶ βαδίζων καὶ ὡς πνεῦμα μετ᾽ ἀγγέλων οὐρανοπολῶν· ὁ διὰ τῆς μηλωτῆς τῷ μαθητῇ Ἐλισσαίῳ διπλᾶ τὰ χαρίσματα μεταδούς· ὁ μακροχρόνιος καὶ ἀγήρως ἄνθρωπος, ὁ τῷ Ἀντιχρίστῳ διατηρούμενος στρατηγός, ὁ ἀντικαθιστάμενος καὶ διελέγχων τὴν ἀπάτην καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁ πάντας ἀνθρώπους ἐκ τῆς πλάνης αὐτοῦ ἐπὶ τὸν θεὸν ἐν τῇ συντελείᾳ ἐπιστρέφων· οὗτος ὁ τῆς δευτέρας καὶ ἐπιφανοῦς παρουσίας τοῦ δεσπότου Χριστοῦ ἀξιούμενος εἶναι πρόδρομος ὁ μέτρῳ διακονιῶν τοῖς ἀγγέλοις ἁμιλλώμενος.

Οὗτος ἦν ἐκ γῆς Ἀράβων, φυλῆς Ἀαρών, οἰκῶν ἐκ Γαλαάδ, ὅτι ἡ Θέσβις δῶμα ἦν τοῖς ἱερεῦσιν. Ὅτε δὲ ἔμελλε τεχθῆναι, εἶδεν Σωβαχὰ ὁ πατὴρ αὐτοῦ, ὅτι ἄγγελοι λευκοφανεῖς αὐτὸν προσηγόρευον καὶ ὅτι ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῶ φαγεῖν. Καὶ ἐλθὼν ἀνήγγειλεν εἰς Ἱερουσαλήμ, καὶ εἶπεν αὐτῷ ὁ χρησμός· μὴ δειλιάσῃς· ἔσται γὰρ ἡ οἴκησις αὐτοῦ φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις, καὶ κρινεῖ τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ πυρί.

Οὗτος ὁ Ἐλισσαῖος ἦν ἐξ Ἀβελμαοὺλ γῆς τοῦ Ῥουβίμ. Καὶ ἐπὶ τούτου γέγονε τέρας, ὅτι ἡνίκα ἐτέχθη, ἐν αλγάλοις ἡ δάμαλις ἡ χρυσὴ ὀξὺ ἐβόησεν, ὥστε ἀκουσθῆναι εἰς Ἱερουσαλήμ, καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων ὅτι· προφήτης ἐτέχθη εἰς Ἱερουσαλήμ, ὅς καθελεῖ τὰ γλυπτὰ αὐτῶν καὶ τὰ χωνευτὰ αὐτῶν. Καὶ θανὼν ἐτάφη ἐν Σαμαρείᾳ.