De prophetarum vita et obitu (Dorothei recensio)
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
Οὗτος Ἰεζεκιὴλ ἐν Βαβυλῶνι προφητεύων καὶ αὐτὸς ἠξιώθη προειπεῖν περὶ τῆς κατὰ Χριστὸν οἰκονομίας, καί φησι· καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ ὁ δοῦλός μου Δαβὶδ ἄρχων ἐν μέσῳ αὐτῶν καὶ ποιμὴν εἷς ἔσται πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται. Καὶ πάλιν λέγει, καὶ εἶπε πρός με· τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν θάλασσαν τὴν πρὸς ἀνατολάς, καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν καὶ ἤρχετο ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς καὶ
ὑγιάσει τὰ ὕδατα· καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζώων τῶν ἐκζεόντων καὶ ἐπὶ πάντα, ἐφ᾽ ἃ ἂν ἐπέλθῃ, ἐκεῖ ὁ ποταμὸς ζήσεται.Ἰεζεκιὴλ οὗτός ἐστιν ἐκ τῆς Σαριρᾶ τῶν ἱερέων, καὶ ἀπέθανεν ἐν γῇ Χαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας, πολλὰ προφητεύσας τοῖς ἐν τῇ Ἰουδαίᾳ. Ἀπέκτεινε δὲ αὐτὸν ὁ ἡγούμενος τοῦ λαοῦ Ἰσραὴλ ἐκεῖ, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασι. Καὶ ἔθαψεν αὐτὸν ὁ λαὸς ἐν ἀγρῷ Μαοὺρ ἐν τάφῳ Σὴθ καὶ Ἀρφαξάδ πατέρων Ἀβραάμ. Καί ἐστιν ὁ τάφος σπήλαιον διπλοῦν, ὅτι Ἀβραὰμ ἐν Χεβρῶν πρὸς τὴν ὁμοιότητα αὐτοῦ ἐποίησε τὸν τάφον Σάῤῥος. Διπλοῦν δὲ λέγεται, ὅτι εἱλικτόν ἐστι καὶ ἀπόκρυφον ἐξ ἐπιπέδου, καί ἐστιν ὑπερῷον ἐπὶ γῆς ἐν πέτρᾳ κρεμάμενον.
Οὗτος ὁ προφήτης τέρας ἔδωκε τῷ λαῷ, ὥστε προσέχειν τῷ ποταμῷ Χοβάρ, ὅτε ἐκλείποι, ἐλθεῖν τὸ δρέπανον τῆς ἐρημώσεως εἰς πέρας τῆς γῆς, καὶ ὅτε πλημμυρήσει, τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον.
Καὶ γὰρ ἐκεῖ κατῴκει ὁ ὅσιος, καὶ πολλοὶ πρὸς αὐτὸν συνήγοντο. Καί ποτε πλήθους συνόντος αὐτῷ ἔδεισαν οἱ Χαλδαῖοι τοὺς Ἑβραίους, μὴ ἀνταράξωσι καὶ ἐπέλθωσιν αὐτοῖς εἰς ἀναίρεσιν. Καὶ ἐποίησεν ὁ προφήτης διαστῆναι τὸ ὕδωρ, ἵνα ἐκφύγωσιν εἰς τὸ πέραν. Οἱ δὲ κατατολμήσαντες τὦν ἐχθρῶν ἐπιδιώξαντες κατεποντίσθησαν.
Οὗτος ὁ προφήτης διὰ προσευχῆς αὐτομάτως αὐτοῖς
δαψιλῆ τροφὴν ἰχθύων παρέσχε, καὶ πολλῶν ἐκλειπόντων ζωὴν αὐτοῖς ἐκ θεοῦ ἐλθεῖν παρεκάλεσεν. Οὗτος ἀπολλυμένου τοῦ λαοῦ σημεῖα ποιήσας ἔπαυσε τοὺς πολεμίους καταπλήξας αὐτοὺς οὐρανόθεν, ὅτε ἔλεγεν ὁ Ἰσραήλ, ὅτι· διαπεφωνήκαμεν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν. Καὶ ἐν τέρασι τῶν ὀστέων τῶν νεκρῶν αὐτοὺς ἔπεισεν, ὅτι ἐστὶν ἐλπὶς τῷ Ἰσραὴλ καὶ ὧδε καὶ ἐπὶ τοῦ μέλλοντος· οὗτος κρίνων τῷ Ἰσραὴλ ἐδείκνυε τὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ ναῷ γενόμενα. Οὗτος ἡρπάγη ἐκεῖθεν, καὶ ἦλθεν εἰς Ἱερουσαλήμ, καὶ εἶπεν τὰ ἐν τῷ ναῷ γενόμενα κατ᾽ αὐτὴν τὴν ὥραν εἰς ἔλεγχον τῶν ἀπειθούντων τῷ θεῷ.Οὗτος κατὰ τὸν Μωϋσῆν εἶδε τὸν τύπον τοῦ ναοῦ καὶ τὸ τεῖχος καὶ περίτειχος καὶ τὴν πύλην, ἐν ᾗ κύριος εἰσελεύσεται καὶ ἐξελεύσεται. Καὶ ἔσται ἡ πύλη κεκλεισμένη, καὶ εἰς αὐτὸν ἐλπιοῦσι πάντα τὰ ἔθνη.
Οὗτος ἔκρινεν ἐν Βαβυλῶνι τὴν φυλὴν Δὰν καὶ τοῦ Γάδ, ὅτι ἠσέβουν πρὸς κύριον διώκοντες τοὺς τὸν νόμον φυλάσσοντας, καὶ ἐποίησεν αὐτοῖς τέρας μέγα, ὅτι οἱ ὄφεις ἀνήλισκον τὰ βρέφη αὐτῶν καὶ πάντα τὰ κτήνη αὐτῶν διὰ τὴν ἀσέβειαν αὐτῶν. Καὶ εἴρηκεν ὅτι δι᾽ αὐτοὺς οὐκ ἐπιστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτοῦ, ἀλλ᾽ ἐν Μηδίᾳ ἔσονται ἕως συντελείας πλάνης αὐτῶν, καὶ ἐξ αὐτῶν ἦν ὁ ἀνελὼν αὐτὸν [πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ].
Δανιὴλ οὗτος ἦν ἐκ φυλῆς Ἰούδα τῶν ἐξεχόντων τῆς βασιλικῆς ὑπηρεσίας, ἀλλ᾽ ἔτι νήπιος ὤν ἤχθη ἐν τῇ αἰχμαλωσίᾳ ἐκ τῆς Ἰουδαίας εἰς γῆν Χαλδαίων. Ἐγεννήθη δὲ ἐν Βεθωρὼν τῇ ἀνωτέρᾳ· καὶ ἦν ἀνὴρ σώφρων, ὥστε δοκεῖν τοὺς Ἰουδαίους εἶναι αὐτὸν σπάδοντα.
Πολλὰ ἐπένθησεν οὗτος τὸν λαὸν καὶ ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, καὶ ἐν νηστείαις ἤσκησεν ἀπὸ πάσης τροφῆς ἐπιθυμητῆς, σπέρματα γῆς ἐσθίων. Καὶ ἦν ἀνὴρ ξηρὸς
καὶ σπανὸς τὴν ἰδέαν, ὡραῖος ἐν χάριτι ὑψίστου. Οὗτος πολλὰ ηὔξατο ὑπὲρ τοῦ Ναβουχοδονόσορ, παρακαλοῦντος αὐτὸν Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ, ὅτι ἐγένετο θηρίον καὶ κτῆνος, ἵνα μὴ ἀπόληται. Ἦν γὰρ τὰ ἔμπροσθεν ὡς βοῦς σὺν τῇ κεφαλῇ, καὶ οἱ πόδες σὺν τοῖς ὄπισθεν λέων. Ἀπεκαλύφθη δὲ τῷ ὁσίῳ περὶ τοῦ μυστηρίου τούτου, ὅτι κτῆνος γέγονε διὰ τὴν ἄλογον αὐτοῦ φιληδονίαν καὶ σκληροτραχηλίαν, καὶ ὅτι ὡς βοῦς ὑποζύγιον γενήσεται τοῦ Βελίαρ, λέων δὲ διὰ τὸ ἁρπακτικὸν καὶ τυραννικὸν καὶ θηριῶδες τοῦ τρόπου. Ταῦτα ἔχουσιν οἱ δυνάσται ἐν νεότητι, ἐπὶ τέλει δὲ θῆρες γίνονται, ἁρπάζοντες, ὀλοθρεύοντες, πατάσσοντες ἀναιροῦντες, τυραννοῦντες, ἀσεβοῦντες, τὰς δὲ τούτων ἀμοιβὰς παρὰ τοῦ δικαιοκρίτου θεοῦ ἀπολαμβάνοντες. Ἔγνω δὲ διὰ τοῦ θεοῦ ὁ ἅγιος, ὅτι ὡς βοῦς ἤσθιε χόρτον, καὶ ὅτι οὐκ ἐγένετο αὐτῷ ἀνθρωπίνης φύσεως τροφῆς ἐπιθυμία. Διὰ τοῦτο καὶ ὁ αὐτὸς Ναβουχοδονόσορ μετὰ τὴν πέψιν τῆς τροφῆς ἐν καρδίᾳ ἀνθρωπίνῃ γενόμενος ἔκλαιε καὶ ἠξίου κύριον πᾶσαν τῆν ἡμέραν καὶ νύκτα τεσσαρακοντάκις δεόμενος. Δαίμων δὲ ἐπεγίνετο αὐτῷ καὶ ἐλάνθανεν ὅτι γέγονεν ἄνθρωπος. Ἤρθη δὲ ἡ γλῶσσα αὐτοῦ τοῦ μὴ λαλεῖν, καὶ νοῶν εὐθὺς ἐδάκρυε, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἦσαν ὡς νεκρὸν κρέας ἐν τῷ κλαίειν· πολλοὶ γὰρ ἐξιόντες ἐκ τῆς πόλεως ἐθεώρουν αὐτόν.Ὁ δὲ Δανιὴλ μόνος οὐκ ἤθελεν ἰδεῖν αὐτόν, ὅτι πάντα
τὸν χρόνον τῆς ἀλλοιώσεως αὐτοῦ ἐν προσευχῇ ἦν περὶ αὐτοῦ. Ἔλεγε γὰρ ὅτι· πάλιν ἄνθρωπος γενήσεται, καὶ τότε ὄψομαι αὐτὸν, καὶ ἠπίστουν αὐτῷ. Ὁ Δανιὴλ οὖν τὰ ἑπτὰ ἔτη προσευχόμενος πρὸς τὸν ὕψιστον ᾔτησεν γενέσθαι, οὕς εἶπεν καιρούς, [προσευχόμενος πρὸς τὸν ὕψιστον ἐποίησεν γενέσθαι] μῆνας ἑπτά. Καὶ τὸ μυστήριον τῶν ἑπτὰ καιρῶν ἐτελέσθη ἐπ᾽ αὐτόν, ὅτι ἀποκαταστὰς ἐν ἑπτὰ μησίν, ὡς ἦν τὸ πρίν, τὰ ἓξ ἔτη καὶ πέντε μῆνας ὑπέπιπτε κυρίῳ καὶ ὡμολόγει τὴν ἀσέβειαν αὐτοῦ καὶ πᾶσαν τὴν ἀνομίαν αὐτοῦ, καὶ μετὰ ἄφεσιν τῶν ἀνομιῶν αὐτοῦ ἀπέδωκεν αὐτῷ τὴν βασιλείαν αὐτοῦ, καὶ οὔτε ἄρτον οὔτε κρέας ἔφαγεν οὔτε οἶνον ἔπιεν, ἐξομολογούμενος κυρίῳ, ὅτι Δανιὴλ προσέταξεν αὐτῷ ὀσπρίοις βρεκτοῖς καὶ χλόαις ἐξιλεώσασθαι κύριον. Διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Βαλτάσαρ, ὡς τὸν υἱὸν αὐτοῦ. Ἠθέλησε δὲ αὐτὸν συγκληρονόμον καταστῆναι τῶν τέκνων αὐτοῦ. Ἀλλ᾽ ὁ ὅσιος εἶπεν. Ἵλεώς μοι ἀφεῖναί με κληρονομίαν πατέρων μου καὶ κολληθῆναί με κληρονομίᾳ ἀπεριτμήτων. Καὶ τοῖς ἄλλοις βασιλεῦσι Περσῶν πολλὰ ἐποίησε τεράστια ὅσα οὐκ ἐγράφησαν. Οὗτος δὲ ἀπέθανεν, καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τῷ βασιλικῷ μόνος ἐνδόξως. Καὶ αὐτὸς ἔδωκε τέρας ἐν ὄρεσι τοῖς ὑπεράνω τῆς Βαβυλῶνος ὅτι· ὅτε καπνισθήσεται τὸ ἐκ βοῤῥᾶ, τότε ἥξει τέλος Βαβυλῶνος· [ὅτε δὲ κατ᾽ ἀνατολὰς ὕδωρ καθαρὸν ἐξελεύσεται, τότε ὁ θεὸς ἐπὶ γῆς φανεὶς ὡς ἄνθρωπος ἀναδέξεται πάσας τὰς ἀνομίας τοῦ κόσμου εἰς ἑαυτὸν ἐν τῷ ἀνασκολοπίζεσθαι αὐτὸν ὑπὸ τῶν ἱερέων τοῦ νόμου. Καὶ εὐθὺς πνεύματος χάρις ἐπὶ γῆς ἐκχυθήσεται εἰς πάντα τὰ ἔθνη.] Ὅτε δὲ ἐν πυρὶ καίεται, τότε τέλος ἔσται τῆς γῆς. Ἐὰν δὲ ἐν τῷ νότῳ ῥεύσῃ ὕδατα, ὑποστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτοῦ. Ἐὰν δὲ αἷμα ῥεύσῃ, φόνος ἔσται τοῦ Βελίαρ ἐν πάσῃ τῇ γῇ. Καὶ ἐκοιμήθη ἐν εἰρήνῃ ὁ ὅσιος τοῦ θεοῦ.Οὗτός ἐστιν Ἠλίας ὁ πρῶτος ἀνθρώπων τοῖς ἀνθρώποις ὑποδείξας οὐρανοδραμεῖν, ὁ πρῶτος ἀνθρώπων ὑποδείξας ὁ τὴν γῆν λαχὼν οἰκητήριον καὶ τὸν οὐρανὸν ἀθρόον διατρέχων, ὁ θνητὸς ὑπάρχων καὶ τοῖς ἀθανάτοις ἁμιλλώμενος, ὁ χαμαὶ βαδίζων καὶ ὡς πνεῦμα μετ᾽ ἀγγέλων οὐρανοπολῶν· ὁ διὰ τῆς μηλωτῆς τῷ μαθητῇ Ἐλισσαίῳ διπλᾶ τὰ χαρίσματα μεταδούς· ὁ μακροχρόνιος καὶ ἀγήρως ἄνθρωπος, ὁ τῷ Ἀντιχρίστῳ διατηρούμενος στρατηγός, ὁ ἀντικαθιστάμενος καὶ διελέγχων τὴν ἀπάτην καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁ πάντας ἀνθρώπους ἐκ τῆς πλάνης αὐτοῦ ἐπὶ τὸν θεὸν ἐν τῇ συντελείᾳ ἐπιστρέφων· οὗτος ὁ τῆς δευτέρας καὶ ἐπιφανοῦς παρουσίας τοῦ δεσπότου Χριστοῦ ἀξιούμενος εἶναι πρόδρομος ὁ μέτρῳ διακονιῶν τοῖς ἀγγέλοις ἁμιλλώμενος.
Οὗτος ἦν ἐκ γῆς Ἀράβων, φυλῆς Ἀαρών, οἰκῶν ἐκ Γαλαάδ, ὅτι ἡ Θέσβις δῶμα ἦν τοῖς ἱερεῦσιν. Ὅτε δὲ ἔμελλε τεχθῆναι, εἶδεν Σωβαχὰ ὁ πατὴρ αὐτοῦ, ὅτι ἄγγελοι λευκοφανεῖς αὐτὸν προσηγόρευον καὶ ὅτι ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῶ φαγεῖν. Καὶ ἐλθὼν ἀνήγγειλεν εἰς Ἱερουσαλήμ, καὶ εἶπεν αὐτῷ ὁ χρησμός· μὴ δειλιάσῃς· ἔσται γὰρ ἡ οἴκησις αὐτοῦ φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις, καὶ κρινεῖ τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ πυρί.