De prophetarum vita et obitu (Dorothei recensio)
Vitae Prophetarum
Vitae Prophetarum. Prophetarum vitae fabulosae. Schermann, Theodorus, editor. Leipzig: Teubner, 1907.
Οὗτος Ὠσηὲ ἦν ἐκ Βελεμὼθ τῆς φυλῆς Ἰσσάχαρ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ ἐν εἰρήνῃ.
Οὗτος ὁ δεύτερος Ἀμὼς καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τῆς ἐλεύσεως τοῦ δεσπότου Χριστοῦ οὕτως· διότι ἰδοὺ ἐγὼ στερέων βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ. Ἔτι λέγει. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ ἀνοικοδομήσω αὐτήν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς, λέγει κύριος ὁ ποιῶν ταῦτα. Ταύτης τῆς χρήσεως μέμνηται Ἰάκωβος ὁ ἀπόστολος ἐν ταῖς πράξεσι τῶν ἀποστόλων.
Ἀμὼς ἦν ἐκ Θεκουέ, καὶ Ἀμασίας συχνῶς αὐτὸν ἐτυμπάνισε. Τέλος ἀνεῖλεν αὐτὸν ὁ υἱὸς αὐτοῦ ῥοπάλῳ πλήξας τὸν κρόταφον, καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ μεθ᾽ ἡμέρας δύο ἀπέθανεν, καὶ ἐκεῖ ἐτάφη.
Οὗτος Μιχαίας ὁ τρίτος ὃς ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τῆς ἐλεύσεως τοῦ δεσπότου Χριστοῦ καί φησιν· καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, ὀλίγιστος εἶ τοῦ εἶναι ἐν χλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Ταύτην τὴν χρῆσιν λαβόντες οἱ ἀρχιερεῖς καὶ γραμματεῖς τῶν Ἰουδαίων Ἡρώδου αὐτοὺς ἀπαιτοῦντος, ποῦ ὁ Χριστὸς γεννᾶται, ἔφησαν, ἐν Βηθλεέμ. Ὅθεν καὶ τοὺς μάγους ἐπὶ τὴν Βηθλεὲμ τότε ἀπέστειλεν. Ἔτι λέγει αὐτὸς ὁ προφήτης· αὐτὸς ἐπιστέψει καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἁμαρτίας ἡμῶν καὶ ἀποῤῥίψει εἰς τὰ βάθη τῆς θαλάσσης πάσας τὰς ἀδικίας ἡμῶν, δώσει, εἰς ἀλήθειαν τῷ Ἰακώβ, ἔλεος τῷ Ἀβραάμ, καθότι ὤμοσε τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν.
Μιχαίας ἦν ἀπὸ Μορασθὴ ἐκ φυλῆς Ἐφραΐμ. Πολλὰ ποιήσας τῷ Ἀχαὰβ ὑπὸ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀνηρέθη ἐν κρημνῷ, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβαίαις τῶν πατέρων αὐτοῦ· καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ μόνος, σύνεγγυς πολυανδρίου Ἐνακείμ.
Οὗτος Ἰωὴλ ὁ προφήτης καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τοῦ κατὰ τὸν δεσπότην Χριστὸν μυστηρίου· φησὶ γὰρ οὕτως· καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Καὶ ἔσται· πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται.
Ταύτης τῆς χρήσεως μέμνηται ὁ μακαρίτης Πέτρος ἐν ταῖς πράξεσι τῶν ἀποστόλων πληρουμένης, ὅτε ἡ κάθοδος τοῦ ἁγίου πνεύματος ἐπὶ τοὺς ἀποστόλους ἐν τῇ ἡμέρᾳ τῆς Πεντεκοστῆς ἐγένετο.
Ἰωὴλ ἐκ γῆς ἦν τοῦ Ῥουβὴν ἀγροῦ τοῦ Βεθομορῶν, καὶ ἀπέθανεν ἐν εἰρήνῃ καὶ ἐκεῖ ἐτάφη.
Οὗτος Ἀβδιοῦ πέμπτος φησὶ καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὕτως· διότι ἐγγὺς ἡμέρα
κυρίου ἐπὶ πάντα τὰ ἔθνη. Εἴρηται μὲν κατὰ τὸ πρόχειρον ἐπὶ τῶν Σκυθῶν, τουτέστι τοῦ Γὼγ καὶ Μαγώγ· κυριώτερον δὲ ἁρμόζει ἐπὶ τοῦ δεσπότου Χριστοῦ· ἐπιφέρει γὰρ μετ᾽ ὀλίγα· ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σωτηρία.Ἀβδιοῦ ἦν ἐκ γῆς Συχὲμ ἀγροῦ Βιθαχαράμ. Οὗτος ἦν μαθητὴς Ἠλία, καὶ πολλὰ ὑπομείνας δι᾽ αὐτὸν περισώζεται. Οὗτος ἦν ὁ τρίτος πεντηκόνταρχος, οὗ ἐφείσατο Ἠλίας, καὶ κατέβη πρὸς Ὀχοζίαν, καὶ μετὰ ταῦτα ἀπολιπὼν λειτουργίαν τοῦ βασιλέως προεφήτευσεν καὶ ἀπέθανε ταφεὶς μετὰ τῶν πατέρων αὐτοῦ.
Οὗτος Ἰωνᾶς ἕκτος, ὃς οὐ διὰ λόγων, ἀλλ᾽ ἔργῳ καὶ τύπῳ προεμήνυσε τὴν ἀνάστασιν τοῦ Χριστοῦ. Φησὶ γὰρ ὁ κύρίος· ὥσπερ Ἰωνᾶς ἔμεινεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· ὥσπερ γὰρ τὸ κῆτος ἀδιάφθορον ἐξήμεσε τὸν Ἰωνᾶν, οὕτω καὶ ὁ τάφος τὸν δεσπότην ἐξήμεσε εἰς κρείττονα ζωήν.
Ἰωνᾶς ἦν ἐκ γῆς Καριαθμαοῦς πλησίον Ἀζώτου, πόλεως Ἑλλήνων κατὰ θάλασσαν, καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους, καὶ ἀπελθὼν εἰς Νινευῆ, ἀνακάμψας οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησε τὴν Σούρ, χώραν ἀλλοφύλων ἐθνῶν. Ἔλεγε γὰρ ὅτι· οὕτως
ἀφελῶ τὸ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ Νινευῆ πόλεως τῆς μεγάλης, ἥν τότε Ἠλίας ἐλέγχων καὶ τὸν οἶκον χαὰβ, καὶ καλέσας λιμὸν ἐπὶ τὴν γῆν ἔφυγε. Καὶ ἐλθὼν ηὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτῆς καὶ ἔμεινε παρ᾽ αὐτοῖς· οὐ γὰρ ἠδύνατο μένειν μετὰ ἀπεριτμήτων· καὶ ηὐλόγησεν αὐτήν. Θανόντα τὸν Ἰωνᾶν πάλιν ἤγειρεν ἐκ νεκρῶν ὁ θεὸς διὰ τοῦ Ἠλία· ἠθέλησε γὰρ δεῖξαι αὐτῷ, ὅτι οὐ δύναται ἀποδρᾶσαι θεόν. Καὶ ἀναστὰς Ἰωνᾶς μετὰ τὴν λιμὸν ἦλθεν ἐν γῇ Ἰούδᾳ, καὶ ἀποθανοῦσαν τὴν μητέρα αὐτοῦ κατὰ τὴν ὁδὸν ἔθαψεν αὐτὴν ἐχόμενα τῆς Λιβάνου βαλάνου. Ἐν γῇ Σαὰρ ἀπέθανεν, καὶ ἐτάφη ἐν σπηλαίῳ Κενεζέου κριτοῦ γενομένου μιᾶς φυλῆς ἐν ἡμέραις τῆς ἀναρχίας. Καὶ ἔδωκε τέρας ἐπὶ Ἱερουσαλὴμ καὶ ὅλην τὴν γῆν· ὅτε ἴδωσι λίθον βοῶντα οἰκτρῶς, ἐγγίζει τὸ τέλος, καὶ ὅτε ἴδωσι ἐν Ἱερουσαλὴμ πάντα τὰ ἔθνη, τότε ἡ πόλις ἀφανισθήσεται.Οὗτος Ναοὺμ ἕβδομος ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τῆς ἀναστάσεως τοῦ δεσπότου Χριστοῦ, καί φησιν· ἑόρταζε Ἰούδα τὰς ἑορτάς σου, ἀπόδος κυρίῳ τὰς εὐχάς σου, διότι οὐ μὴ προσθῶσιν ἔτι τοῦ διελθεῖν εἰς παλαίωσιν.
Συντετέλεσται, ἐξῇρται· ἀνέβη ὁ ἐμφυσῶν εἰς πρόσωπόν σου, ὁ ἐξαιρούμενός σε ἐκ θλίψεως.Ναοὺμ ἦν ἀπὸ Ἐλκεσεῒ πέραν τοῦ εἰς Βηταβαρὴν ἐκ φυλῆς Συμεών. Οὗτος μετὰ τὸν Ἰωνᾶν τῇ Νινευῇ τέρας ἔδωκεν, ὅτι ἀπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ὑπογείου ἀπολεῖται· ὃ καὶ γέγονεν. Ἡ γὰρ περιέχουσα αὐτὴν λίμνη κατέκλυσεν αὐτὴν ἐν σεισμῷ καὶ ἀπώλεσε· καὶ πῦρ ἐκ τῆς ἐρήμου ἐπελθὸν τὸ ὑψηλότερον αὐτῆς ἐνέπρησε μέρος· ἀπέθανε δὲ ἐν εἰρήνῃ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.
Οὗτος Ἀμβακοὺμ ὄγδοος καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ οὕτως· ἴδετε οἱ καταφροντηταὶ καὶ ἐπιβλέψατε καὶ θαυμάσατε καὶ ἀφανίσθητε, διότι ἐγὼ ἔργον ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται. Ταύτην τὴν χρῆσιν ἁρμοδίως ὁ Παῦλος ἐπὶ τῆς ἀναστάσεως τοῦ δεσπότου Χριστοῦ ἔλαβεν ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας.
Ἀμβακοὺμ ἦν ἐκ φυλῆς Συμεὼν ἐξ ἀγροῦ Βηθιτουχάρ. Οὗτος εἶδε πρὸ τῆς αἰχμαλωσίας περὶ τῆς ἁλώσεως ερουσαλήμ, καὶ ἐπένθησεν. Ναβουχοδονόσορ ὅτε ἦλθεν εἰς Ἱερουσαλήμ, ἔφυγεν εἰς Ὀστρακίνην καὶ ἦν πάροικος ἐν γῇ Ἱσμαήλ. Ὡς δὲ ὑπέστρεψαν οἱ Χαλδαῖοι καὶ οἱ κατάλοιποι
οἱ ὄντες εἰς Ἱερουσαλὴμ καὶ κατέβησαν εἰς Αἴγυπτον, ἦν παροικῶν γῆν αὐτοῦ. Καὶ ἐλειτούργει θερισταῖς τοῦ ἀγροῦ αὐτοῦ. Ὡς δὲ ἔλαβε τὸ ἔδεσμα, προεφήτευσε τοῖς ἰδίοις εἰπών· πορεύομαι εἰς γῆν μακρὰν καὶ ταχέως ἐλεύσομαι, εἰ δὲ βραδύνω, ἐνέγκατε τοῖς θερισταῖς. Καὶ γενόμενος ἐν Βαβυλῶνι, καὶ δοὺς τὸ ἄριστον τῷ Δανιὴλ ἐπέστη τοῖς θερισταῖς ἐσθίουσι καὶ οὐδὲν εἶπε τῶν γενομένων. Συνῆκε δὲ ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ἀπὸ Βαβυλῶνος. Καὶ πρὸ δύο ἐτῶν ἀποθνήσκει τῆς ἐπιστροφῆς καὶ ἐτάφη ἐν ἀγρῷ ἰδίῳ μόνος ἐν τῇ Ἰουδαίᾳ. Καὶ περὶ συντελείας τοῦ ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνος δυτικὸν γενήσεται. Τότε τὸ ἅπλωμά φησι τοῦ Δαβεὶρ καὶ τὰ ἐπίκρανα τῶν δύο στύλων ἀφαιρεθήσονται, καὶ οὐδεὶς γνώσεται ποῦ ἔσονται. Αὐτὰ δὲ ἐν τῇ ἐρήμῳ ἀπενεχθήσονται ὑπὸ ἀγγέλου, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ ἐν αὐτοῖς γνωσθήσεται ἐπὶ τέλους κύριος, καὶ φωτίσει τοὺς διωκομένους ὑπὸ τοῦ ὄφεως ἐν σκότει, ὡς ἐξ ἀρχῆς.Οὗτος Σοφονίας ἔνατος καὶ αὐτὸς ἀξιωθεὶς προφητεῦσαι περὶ τοῦ δεσπότου Χριστοῦ, φησὶν γὰρ οὕτως· ἐπιφανήσεται κύριος ἐπ᾽ αὐτούς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ
τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν. Πάλιν λέγει· ὅτι μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰς αὐτῆς τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. Ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι. Καὶ πάλιν λέγει· Χαῖρε σφόδρα, θύγατερερουσαλήμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ, περιεῖλε κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου βασιλεύσει κύριος ἐν μέσῳ σου· οὐκ ὄψει κακὰ οὐκέτι, ἅπερ πάντα κυριώτερα ἐπὶ τοῦ δεσπότου Χριστοῦ ἁρμόζει.Σοφονίας ἦν ἐκ φυλῆς Συμεὼν ἐξ ἀγροῦ Σαβαρθαθά. Οὗτος προεφήτευσε περὶ τῆς πόλεως καὶ περὶ τέλους Ἰσραὴλ καὶ αἰσχύνης ἀσεβῶν· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ.
Οὗτος Ἀγγαῖος δέκατος ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τοῦ δεσπότου Χριστοῦ, ὡς εἰς πρόσωπον Ζοροβάβελ τὰ ἁρμόζοντα τῷ δεσπότῃ Χριστῷ λέγων. Καὶ θήσομαί σε σφραγῖδα, διότι σε ᾐρετισάμην, λέγει κύριος παντοκράτωρ, καθάπερ καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει. Τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός.
Ἀγγαῖος νέος ἦλθεν ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ
φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ προεφήτευσε. Καὶ εἶδεν ἐκ μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ· καὶ θανὼν ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως, ὡς αὐτοί.Οὗτος Ζαχαρίας ἑνδέκατος καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ λέγων οὕτως· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐκβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Ὑπερβολικῶς μὲν εἰς τὸν Ζοροβάβελ εἴρηκε ταύτην τὴν χρῆσιν· τὴν ἔκβασιν δὲ κυρίως ἔσχεν ἐπὶ τοῦ δεσπότου Χριστοῦ. Ἔτι λέγει· καὶ ἐρῶ πρὸς αὐτόν· τί αἱ πληγαὶ αὗται αἱ ἀνὰ μέσον τῶν χειρῶν σου; καὶ ἐρεῖ· ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. Καὶ μετ᾽ ὀλίγα πάνυ· πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης. Ταύτης τῆς χρήσεως μέμνηται ὁ κύριος ἐν τῷ καιρῷ τοῦ πάθους, ὅτι ἤμελλε παραδίδοσθαι, εἰς ἑαυτὸν αὐτὴν εἰρηκώς.
Ζαχαρίας ἦλθεν ἀπὸ Χαλδαίων ἤδη προβεβηκώς, κἀκεῖ τῷ λαῷ πολλὰ προεφήτευσε, καὶ τέρατα ἔδωκεν εἰς ἀπόδειξιν. Οὗτος εἶπε τῷ Ἰωσεδέκ, καὶ εἰς Ἱερουσαλὴμ ἱερατεύσεις. Οὗτος καὶ τὸν Σαλαθιὴλ ἐπὶ υἱῷ ηὐλόγησε καὶ τὸ ὄνομα
Ζοροβάβελ ἐπέθηκε. Καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος. Καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προηγόρευσεν ἣν ποιήσει ἐπὶ Ἱερουσαλήμ, καὶ ηὐλόγησεν αὐτὸν σφόδρα. Τὰ δὲ τῆς προφητείας εἶδεν ἐν Ἱερουσαλήμ· περὶ τέλους ἐθνῶν καὶ τοῦ ναοῦ καὶ ἀργίας προφητῶν καὶ ἱερέων καὶ περὶ διπλῆς κρίσεως ἐξέθετο. Καὶ ἀπέθανεν ἐν γήρει μακρῷ, καὶ ἐτάφη σύνεγγυς τοῦ Ἀγγαίου [ἐγγὺς Ἐλευθερουπόλεως ἀπὸ σταδίων τεσσαράκοντα ἐν ἀγρῷ τοῦ Νοεμὰν ἐν χρόνοις Ἐφίδου ἐπισκόπου. Ἐμφανισθεὶς ὅτι αὐτός ἐστιν Ζαχαρίας υἱὸς Βαραχίου, οὗ μέμνηται Ἡσαΐας, ὄνομα δὲ τῷ ἀγρῷ ἔνθα κεῖται Βεθζαρία, μηκόθεν Ἱερουσαλὴμ ἀπὸ σταδίων ρνʹ.]Οὗτος Μαλαχίας δωδέκατος καὶ αὐτὸς προφητεύειν ἀξιωθεὶς τῶν κατὰ τὴν οἰκονομίαν τοῦ δεσπότου τοῦ Χριστοῦ. Λέγει δὲ καὶ αὐτὸς οὕτως· διότι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν. Καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος παντοκράτωρ. Καὶ πάλιν λέγει· ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου σου. Ταύτην δὲ τὴν χρῆσιν ὁ κύριος εἰς ἑαυτὸν ἐξέλαβε καὶ εἰς τὸν βαπτιστὴν Ἰωάννην. Ἔτι λέγει ὁ αὐτὸς προφήτης· καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ
ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα, καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ἣν ἐγὼ ποιῶ, λέγει κύριος παντοκράτωρ. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, καθὼς εἶπεν ὁ κύριος τοῖς Ἰουδαίοις, ὅτι· καὶ ἐὰν θέλητε δέξασθαι περὶ Ἰωάννου, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι.Μαλαχίας οὗτος μετὰ τὴν ἐπιστροφὴν τίκτεται ἐν Σοφᾷ καὶ ἔτι πάνυ νέος ὤν καλὸν βίον ἔσχηκεν. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ὅσιον καὶ πρᾶον, ἐκάλεσαν αὐτὸν Μαλαχίαν, ὃ ἑρμηνεύεται ἄγγελος. Ἦν γὰρ καὶ τῷ εἴδει εὐπρεπής, ἀλλὰ καὶ ὅσα εἶπεν αὐτὸς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ὀφθεὶς ἄγγελος κυρίου ἐπεδευτέρωσεν, ὡς ἐγένετο ἐν ἡμέραις ἀναρχίας, ὡς γέγραπται ἐν Σφερτελλείμ, τουτέστιν ἐν βίβλῳ Κριτῶν. Καὶ ἔτι νέος ὤν προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν ἀγρῷ αὐτοῦ.
[Οὗτοι μέν εἰσιν οἱ ιβʹ προφῆται, οἱ εἰς ἓν βίβλον ἀριθμούμενοι, ἐξ ἧς βαδιούμεθα ἐπὶ τοὺς μεγάλους τέσσαρας, ὧν ἑκάστου ἴδιόν ἔστι βιβλίον, ναὶ μὴν καὶ ἐπὶ τοὺς λοιποὺς περιβοήτους προφήτας ὧν οὐ φέρονται συγγράμματα, ταῦτα προθεωρήσαντες πρότερον.]
Λοιπὸν ἐπὶ τοὺς τέσσαρας μεγάλους βαδιοῦμεν πληρώσαντες σὺν θεῷ τοὺς ιβʹ. Πάντες μὲν οἱ προφῆται
προεφήτευον καὶ ὑπεμίμνησκον τοὺς Ἰουδαίους περὶ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ, ὧν πρὸς τοὺς πατέρας ἐποιήσατο, ὅπως πάντα τὰ ἔθνη εὐλογεῖν ὑπέσχετο ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ διὰ τῆς κατὰ τὸν δεσπότην Χριστὸν οἰκονομίας, καὶ ὅπως ἐλυτρώσατο αὐτοὺς ὁ θεὸς πρώην ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων μετὰ βραχίονος ὑψηλοῦ· καὶ δέδωκεν αὐτοῖς τὴν γῆν ἐπαγγελίας, καὶ ὅπως αἰχμάλωτοι εἰς αβυλῶνα ὑπὸ Ναβουχοδονόσορ ἀπαχθήσονται, καὶ πάλιν ἐνδόξως ἐπανήξουσι, καὶ πάλιν πείσονται κακὰ ὑπὸ Ἀντιόχου καὶ τῶν πέριξ ἐθνῶν, καὶ ὅπως καὶ τούτων δυνάμει θείᾳ περιγένωνται· καὶ τότε ὁ προσδοκώμενος ἐκ τοῦ σπέρματος Ἀβραὰμ ἥξει ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου κατὰ τὰς ἄνωθεν ἐπαγγελίας. Τοῦτο τὸ ἔργον τῶν προφητῶν. Τινὲς μὲν οὖν ἐξ αὐτῶν ἑαυτοῖς συνέγραψαν τὰς ἰδίας βίβλους, οἷον ὁ Δαβὶδ συνθεὶς τὴν βίβλον τῶν ψαλμῶν καὶ Δανιὴλ ἐν τῇ αἰχμαλωσίᾳ κελευσθεὶς γράψαι ἅπερ αὐτῷ δι᾽ ὁράσεων ἀπεκαλύφθη· ἢ καὶ ἄλλοι τινές. Οἱ δὲ λοιποὶ οὐχ ἑαυτοῖς συνέγραφον, ἀλλὰ γραμματεῖς ἦσαν ἐν τῷ ἱερῷ, οἳ ἔγραφον ἑκάστου προφήτου ὡς ἐπὶ ἡμερολογίου λόγον. Καὶ ἡνίκα ἀπεστέλλετο ὑπὸ τοῦ θεοῦ προφήτης κηρῦξαι ἢ περὶ ερουσαλὴμ ὅτι μέλλει αἰχμαλωτίζεσθαι ἢ περὶ Σαμαρείας ἢ περὶ ἑτέρων τόπων ἢ περὶ τῆς ἐπανόδου ἢ περὶ Ἀντιόχου ἢ περὶ τῶν πέριξ ἐθνῶν ἢ περὶ αὐτοῦ τοῦ δεσπότου Χριστοῦ, καθ᾽ ἣν ἡμέραν προεφήτευεν, ἔγραφον ἐν τῷ λόγῳ τοῦ προφήτου ἐκείνου ὃ ἐκήρυσσε περὶ ἑνὸς πράγματος. Καὶ πάλιν μετὰ καιρόν, εἰ ἐκήρυξε περὶ ἑτέρου πράγματος, πάλιν ἔγραφον ὑποτάσσοντες εἰς τὸν αὐτοῦ λόγον ὡς ἀρχὴν κεφαλαίου ποιούμενοι ὃ ἐκήρυττον, καὶ οὕτω πᾶσαν τὴν βίβλον αὐτοῦ συνετίθεσαν. Ὅθεν ἐστὶν εὑρεῖν ἐν ταῖς αὐτῶν βίβλοις κεφάλαιον ἁρμόζον εἰς τὴν αἰχμαλωσίαν Βαβυλῶνος ἢ εἰς τὴν ἐπάνοδον, καὶ εὐθέως περὶ Χριστοῦ ἕτερον καὶ αὖθις περὶ τῆς αἰχμαλωσίας καὶ τῆς ἐπανόδου λέγοντα [ἢ ἕτερον ὑποθέσεως καὶ αὖθις ἄλλο περὶ ἄλλου καὶ πάλιν ἕτερον περὶ τῆς προτέρας ὑποθέσεως]. Καὶ ἁπλῶς εἰπεῖν, ἐὰν μὴ παρατετηρημένως ἀναγνῷς, συγκεχυμένα τὰ πάντα εὑρήσεις. Οὐ μόνον δὲ ταῦτα τὰ προφητικά, ἀλλὰ καὶ αἱ βασιλεῖαι τούτῳ τῷ τρόπῳ ἐγράφησαν ἐν τῷ ἱερῷ κατὰ μέρος ἐν τῷ καιρῷ τοῦ Σαοὺλ τὰ ἕως τοῦ Σαοὺλ καὶ ἐν τῷ καιρῷ τοῦ Δαβὶδ τὸ ἕως Δαβίδ. Ὁμοίως καὶ τὰ ἑκάστου βασιλέως τὰ κατὰ τὸν ἴδιον καιρὸν ἐγράφοντο. Ὁμοίος ἔγραφον καὶ ἐν τοῖς ̓ σκρινίοις τῶν βασιλέων, ἅς καλοῦμεν παραλειπομένας. Τὴν δὲ Πεντάτευχον ὁ Μωϋσὴς ἔγραψεν ἱστορίαν προγεγονότων καὶ γινομένων καὶ ἐσομένων. Ἰησοῦς πάλιν τὴν ἰδίαν βίβλον· τοὺς κριτὰς πάλιν ἐν τῷ ἱερῷ ἤγουν ἐν τῇ σκηνῇ, ὁμοίως καὶ τὴν Ῥούθ. Σολομὼν πάλιν τὰ ἴδια ἔγραψε, τάς τε παροιμίας καὶ τὰ ᾄσματα καὶ τὸν Ἐκκλησιαστήν, σοφίας χάριν εἰληφὼς παρὰ θεοῦ, καὶ πάντα ἄνθρωπον νουθετῶν σοφῶς ἀναστρέφεσθαι ἐν τῷδε τῷ βίῳ· προφητείας γὰρ χάριν οὐκ εἰλήφει. Ὅσους οὖν ηὕρομεν προφήτας ἀξιωθέντας εἰπεῖν περὶ τοῦ δεσπότου Χριστοῦ ἐτάξαμεν. Ἔτι δὲ γράφωμεν καὶ περὶ τῶν ἄλλων τεσσάρων προφητῶν, ὅσα ἠξιώθησαν εἰπεῖν περὶ τῆς κατὰ τὸν δεσπότην Χριστὸν οἰκονομίας, ἐν ᾗ ἀφορᾶ πᾶς ὁ σκοπὸς τῆς θείας γραφῆς. Προφέρωμεν τοίνυν πρῶτον τὸν μεγαλοφωνότατον Ἡσαΐαν ὅς καὶ τύπῳ καὶ λόγῳ ἠξιώθη ἰδεῖν καὶ προειπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου.Οὗτος ὁ μέγας Ἡσαΐας ὁ υἱὸς τοῦ Ἀμώς, ὃς τύπῳ μὲν εἶδε τὰ κατὰ τὸ μυστήριον τοῦ Χριστοῦ, ὅτε εἶδε τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου· καὶ σεραφεὶμ εἱστήκεσαν κύκλῳ αὐτοῦ, ἕξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνὶ ἑαυτὰ κατακαλύπτοντα, καὶ ἔκραζον ἕτερος πρὸς τὸν ἕτερον· ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἐπὶ τούτοις ἀπεστάλη ἓν τῶν σεραφεὶμ καὶ ἔλαβε τῇ λαβίδι ἄνθρακα ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τῶν χειλέων αὐτοῦ λέγων· τοῦτο ἀφελεῖ τὰς ἁμαρτίας σου, σαφῶς διὰ τῆς ὄψεως τῆς δειχθείσης καὶ τοῦ ὕμνου καὶ τοῦ τύπου διδαχθεὶς προμηνῦσαι τὸ κατὰ Χριστὸν μυστήριον. Ἔτι δὲ πάλιν καὶ λόγῳ φησὶν οὕτως· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος
αὐτὸν ἄφωνος. Ταύτην τὴν χρῆσιν ὁ Αἰθίωψ εὐνοῦχος ἀναγνοὺς τὸν Φίλιππον παρεκάλει ἐρμηνευθῆναι αὐτῷ αὐτήν, ὃς τάχιστα περὶ τοῦ δεσπότου Χριστοῦ αὐτὴν ἡρμήνευσεν εἰρῆσθαι ὑπὸ τοῦ προφήτου. Ἔτι πάλιν λέγει· Ἄνθρωπος ἐν πληγῇ ὤν καὶ εἰδὼς φέρειν μαλακίαν. Καὶ πάλιν· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς καὶ δεῖξαι αὐτῷ φῶς. Καὶ πάλιν· οὕτω λέγει κύριος· ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς. Καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ. Καὶ πάλιν· ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ πάλιν· πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. Τοῦτο ἀναγνοὺς ὁ κύριος ἐν τῇ συναγωγῇ τοῖς σάββασιν εἶπεν· Ἀμὴν λέγω ὑμῖν, σήμερον ἐπληρώθη ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.Ἡσαΐας ἦν ἀπὸ Ἱερουσαλήμ· θνήσκει δὲ ὑπὸ Μανασσῆ πρισθεὶς εἰς δύο, καὶ ἐτέθη ὑποκάτω δρυὸς Ῥωγὴλ ἐχόμενα τῆς διαβάσεως τῶν ὑδάτων ὧν ἀπώλεσεν Ἐζεκίας ὁ βασιλεὺς χώσας αὐτά. Καὶ ὁ θεὸς τὸ σημεῖον τοῦ Σιλωὰμ
ἐποίησε διὰ τὸν προφήτην, ὅτι πρὸ τοῦ ἀποθανεῖν ὀλιγοψυχήσας ηὔξατο πιεῖν ὕδωρ, καὶ εὐθέως ἀπεστάλη αὐτῷ ἐξ αὐτοῦ· διὰ τοῦτο ἐκλήθη Σιλωάμ, ὅπερ ἑρμηνεύεται ἀπεσταλμένος· καὶ ἐπὶ τοῦ Ἐζεκία πρὸ τοῦ ποιῆσαι τοὺς λάκκους καὶ τὰς κολυμβήθρας ἐπὶ εὐχῇ τοῦ Ἡσαΐου μικρὸν ὕδωρ ἐξῆλθεν, ὅτι ἦν ὁ λαὸς ἐν συγκλεισμῷ ἀλλοφύλων, καὶ ἵνα μὴ διαφθαρῇ ἡ πόλις, ὡς μὴ ἔχουσα ὕδωρ. Ἠρώτων γὰρ οἱ πολέμιοι, πόθεν πίνουσιν· καὶ χαρακώσαντες τὴν πόλιν παρεκαθέζοντο τῷ Σιλωάμ. Ὅταν οὖν ηὔχοντο σὺν τῷ Ἡσαΐᾳ οἱ Ἰουδαῖοι, ἐξήρχετο τὸ ὕδωρ· διὸ ἕως τῆς σήμερον αἰφνιδίως ἐξέρχεται, ἵνα δειχθῇ τὸ μέγα τοῦτο μυστήριον. Καὶ ἐπειδὴ διὰ τοῦ Ἡσαΐου τοῦτο γέγονε, μνήμης χάριν καὶ ὁ λαὸς τῶν Ἰουδαίων πλησίον αὐτὸν τὸν Σιλωὰμ ἔθαψαν ἐπιμελῶς καὶ ἐνδόξως, ἵνα διὰ τῶν ὁσίων αὐτοῦ προσευχῶν καὶ μετὰ θάνατον αὐτοῦ ὡσαύτως ἔχωσι τὴν ἀπόλαυσιν τοῦ ὕδατος, ὅτι καὶ χρησμὸς ἐδόθη αὐτῷ περὶ αὐτοῦ τοῦ ποιῆσαι οὕτως. Ἔστι δὲ ὁ τάφος ἐχόμενος τοῦ τάφου τῶν βασιλέων, ὄπισθεν τοῦ τάφου τῶν Ἰουδαίων ἐπὶ τὸ μέρος τὸ πρὸς νότον. Σολομῶν γὰρ ἐποίησε τοὺς τάφους τοῦ Δαβὶδ διαγράψας κατὰ ἀνατολὰς τῆς Σιών, ἥτις ἔχει εἴσοδον ἀπὸ αβαὼν μήκοθεν τῆς πόλεως σταδίους εἴκοσιν. Ἐποίησε δὲ ταύτην σκολιάν, σύνθετον, ἀνυπονόητον· καὶ ἔστιν ἡ εἴσοδος ἕως τῆς σήμερον τοῖς πολλοῖς ἀγνοουμένη τῶν ἱερέων καὶ ὅλῳ τῷ λαῷ. Ἐκεῖ εἶχεν ὁ βασιλεὺς Σολομῶν τὸ χρυσίον τὸ ἐξ Αἰθιοπίας καὶ τὰ ἀρώματα. Καὶ ἐπειδὴ ἔδειξεν Ἐζεκίας τὸ μυστήριον Δαβὶδ καὶ Σολομῶντος τοῖς ἔθνεσι καὶ ἐμίανεν ὀστᾶ τῶν προπατόρων αὐτοῦ, διὰ τοῦτο ὁ θεὸς ἐπηράσατο εἰς δουλείαν ἔσεσθαι τὸ σπέρμα αὐτοῦ τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ἄκαρπον αὐτὸν καὶ ἄγονον ἐποίησεν ὁ θεὸς ἀπὸ τῆς ἡμέρας ἐκείνης.Οὗτος Ἱερεμίας ἀξιωθεὶς καὶ αὐτὸς προειπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου λέγων οὕτως· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι κύριος. Ταύτης δὲ τῆς χρήσεως καὶ ὁ εὐαγγελιστὴς μέμνηται Ματθαῖος πληρωθείσης ἐν καιρῷ τοῦ πάθους. Πάλιν λέγει ὁ αὐτὸς προφήτης. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ σραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν, ἐν ᾗ ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτὰς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κ᾽ ἀγὼ ἠμέλησα αὐτῶν, φησὶ κύριος, διδοὺς νόμους μου ἐπὶ διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαν αὐτῶν ἐπιγράφω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ λέγων. Γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Καὶ ταύτης τῆς χρήσεως μέμνηται ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ.Ἱερεμίας ἦν ἐξ Ἀναθὼθ, καὶ ἐν Τάφναις Αἰγύπτου λίθοις βληθεὶς ὑπὸ τοῦ λαοῦ ἀποθνήσκει. Κεῖται δὲ ἐν τόπῳ τῆς οἰκήσεως Φαραώ, ὅτι Αἰγύπτιοι ἐδόξασαν αὐτὸν εὐεργετηθέντες δι᾽ αὐτοῦ. Ηὔχετο γὰρ αὐτοῖς. || Τῶν γὰρ ὑδάτων οἱ θῆρες 〈ἠνόχλουν αὐτὸν〉, οὕς καλοῦσιν οἱ Αἰγύπτιοι μὲν Ἐφώθ, Ἕλληνες δὲ κροκοδείλους. Καὶ ὅσοι εἰσὶ πιστοὶ θεοῦ ἕως σήμερον εὔχονται ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ λαμβάνοντες τοῦ χοὸς τοῦ τόπου δήγματα ἀνθρώπων θεραπεύουσι, καὶ πολλοὶ αὐτὰ τὰ θηρία τὰ ἐν τῷ ὕδατι φυγαδεύουσιν. Ἡμεῖς δὲ ἠκούσαμεν ἐκ τῶν παίδων Ἀντιγόνου καὶ τολεμαίου γερόντων ἀνδρῶν, ὅτι Ἀλέξανδρος ὁ τῶν Μακεδόνων ἐπιστὰς τῷ τάφῳ τοῦ προφήτου καὶ ἐπιγνοὺς τὰ εἰς αὐτὸν μυστήρια εἰς Ἀλεξάνδρειαν μετέστησεν αὐτοῦ τὰ λείψανα, περιθεὶς αὐτὰ ἐνδόξως κύκλῳ, καὶ ἐκωλύθη ἐκ τῆς γῆς
ἐκείνης τὸ γένος τῶν ἀσπίδων, καὶ ἐκ τοῦ ποταμοῦ ὡσαύτως, καὶ οὕτως ἐνέβαλεν τοὺς ὄφεις τοὺς λεγομένους ἀργολάους ὅ ἐστιν ὀφιομάχους, οὓς ἤνεγκεν ἐκ τοῦ Ἄργους τοῦ Πελοπονησιακοῦ, ὅθεν καὶ ἀργόλαοι καλοῦνται, τουτέστιν Ἄργους δεξιοί, λαλιὰν δὲ ἔχουσιν ἡδυτάτην καὶ πανευώνυμον.Οὗτος ὁ Ἱερεμίας σημεῖον ἔδωκε τοῖς ἱερεῦσιν Αἰγύπτου, ὅτι δεῖ σεισθῆναι τὰ εἴδωλα αὐτῶν καὶ συμπεσεῖν διὰ σωτῆρος παιδὸς ἐκ παρθένου γεννωμένου, ἐν φάτνῃ δὲ κειμένου. Διὸ καὶ ἕως νῦν θεοποιοῦσιν παρθένον λεχὼ καὶ βρέφος ἐν φάτνῃ τιθέντες προσκυνοῦσιν. Καὶ Πτολεμαίῳ τῷ βασιλεῖ τὴν αἰτίαν πυνθανομένῳ ἔλεγον, ὅτι πατροπαράδοτόν ἐστιν μυστήριον ὑπὸ ὁσίου προφήτου τοῖς πατράσιν ἡμῶν παραδοθέν.
Οὗτος ὁ προφήτης Ἱερεμίας πρὸ τῆς ἁλώσεως τοῦ ναοῦ ἥρπασε τὴν κιβωτὸν τοῦ νόμου καὶ τὰ ἐν αὐτῇ, καὶ ἐποίησεν αὐτὰ κατατεθῆναι ἐν πέτρᾳ, καὶ εἶπε τοῖς παρεστῶσιν· ἀπεδήμησε κύριος ἐν Σινᾶ εἰς οὐρανόν, καὶ πάλιν ἐλεύσεται νομοθέτης ἐκ Σιὼν ἐν δυνάμει, καὶ σημεῖον ὑμῖν ἔστω τῆς παρουσίας αὐτοῦ, ὅτε ξύλον πάντα τὰ ἔθνη προσκυνήσουσιν. Εἶπε δὲ ὅτι τὴν κιβωτὸν ταύτην οὐδεὶς ἐκβαλεῖ εἰ μὴ Ἀαρών, καὶ τὰς ἐν αὐτῇ πλάκας οὐδεὶς ἀναπτύξει οὐκέτι ἱερέων ἢ προφητῶν, εἰ μὴ Μωϋσὴς ὁ ἐκλεκτὸς τοῦ θεοῦ. Καὶ ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως πρώτη ἡ κιβωτὸς ἀναστήσεται, καὶ ἐξελεύσεται ἐκ τῆς πέτρας, καὶ τεθήσεται ἐν ὄρει Σινᾶ. Καὶ πάντες οἱ ἅγιοι πρὸς αὐτὴν συναχθήσονται, ἐκεῖ ἐκδεχόμενοι κύριον τὸν ἐχθρὸν φεύγοντες, ἀνελεῖν αὐτοὺς
θέλοντα. Ἐν τῇ πέτρᾳ ἐκείνῃ ἐσφράγισε τῷ δακτύλῳ τὸ ὄνομα τοῦ θεοῦ, καὶ ἐγένετο ὁ τύπος ὡς γλυφὴ σιδήρου, καὶ νεφέλη φωτεινὴ ἐσκέπασε τὸ ὄνομα, καὶ οὐδεὶς νοεῖ τὸν τόπον οὐδὲ ἀναγνῶναι δύναταί τις ἕως σήμερον καὶ ἕως τῆς συντελείας. Ἔστι δὲ ἡ πέτρα ἐν τῇ ἐρήμῳ· ὅπου πρῶτον ἡ κιβωτὸς γέγονε μεταξὺ τῶν δύο ὀρέων, ἐν οἷς κεῖται Μωϋσὴς καὶ Ἀαρών. Καὶ ἐν νυκτὶ νεφέλη ὡς πῦρ γίνεται περὶ τὸν τόπον κατὰ τὸν τύπον τὸν ἀρχαῖον, ὅτι οὐ μὴ παύσηται ἡ δόξα τοῦ θεοῦ ἐκ τοῦ νόμου αὐτοῦ. Διὰ τοῦτο ἔδωκεν ὁ θεὸς τῷ Ἱερεμίᾳ χάριν, ἵνα τὸ τέλος τοῦ μυστηρίου αὐτοῦ αὐτὸς ποιήσῃ, ἵνα γένηται συγκοίνωνος Μωϋσέως καὶ Ἀαρών, καὶ ὁμοῦ εἰσιν ἕως σήμερον, ἐπειδὴ καὶ ὁ Ἱερεμίας ἐστὶν ἐκ σπέρματος ἱερατικοῦ.Οὗτος Ἰεζεκιὴλ ἐν Βαβυλῶνι προφητεύων καὶ αὐτὸς ἠξιώθη προειπεῖν περὶ τῆς κατὰ Χριστὸν οἰκονομίας, καί φησι· καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ ὁ δοῦλός μου Δαβὶδ ἄρχων ἐν μέσῳ αὐτῶν καὶ ποιμὴν εἷς ἔσται πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται. Καὶ πάλιν λέγει, καὶ εἶπε πρός με· τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν θάλασσαν τὴν πρὸς ἀνατολάς, καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν καὶ ἤρχετο ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς καὶ
ὑγιάσει τὰ ὕδατα· καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζώων τῶν ἐκζεόντων καὶ ἐπὶ πάντα, ἐφ᾽ ἃ ἂν ἐπέλθῃ, ἐκεῖ ὁ ποταμὸς ζήσεται.Ἰεζεκιὴλ οὗτός ἐστιν ἐκ τῆς Σαριρᾶ τῶν ἱερέων, καὶ ἀπέθανεν ἐν γῇ Χαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας, πολλὰ προφητεύσας τοῖς ἐν τῇ Ἰουδαίᾳ. Ἀπέκτεινε δὲ αὐτὸν ὁ ἡγούμενος τοῦ λαοῦ Ἰσραὴλ ἐκεῖ, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασι. Καὶ ἔθαψεν αὐτὸν ὁ λαὸς ἐν ἀγρῷ Μαοὺρ ἐν τάφῳ Σὴθ καὶ Ἀρφαξάδ πατέρων Ἀβραάμ. Καί ἐστιν ὁ τάφος σπήλαιον διπλοῦν, ὅτι Ἀβραὰμ ἐν Χεβρῶν πρὸς τὴν ὁμοιότητα αὐτοῦ ἐποίησε τὸν τάφον Σάῤῥος. Διπλοῦν δὲ λέγεται, ὅτι εἱλικτόν ἐστι καὶ ἀπόκρυφον ἐξ ἐπιπέδου, καί ἐστιν ὑπερῷον ἐπὶ γῆς ἐν πέτρᾳ κρεμάμενον.
Οὗτος ὁ προφήτης τέρας ἔδωκε τῷ λαῷ, ὥστε προσέχειν τῷ ποταμῷ Χοβάρ, ὅτε ἐκλείποι, ἐλθεῖν τὸ δρέπανον τῆς ἐρημώσεως εἰς πέρας τῆς γῆς, καὶ ὅτε πλημμυρήσει, τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον.
Καὶ γὰρ ἐκεῖ κατῴκει ὁ ὅσιος, καὶ πολλοὶ πρὸς αὐτὸν συνήγοντο. Καί ποτε πλήθους συνόντος αὐτῷ ἔδεισαν οἱ Χαλδαῖοι τοὺς Ἑβραίους, μὴ ἀνταράξωσι καὶ ἐπέλθωσιν αὐτοῖς εἰς ἀναίρεσιν. Καὶ ἐποίησεν ὁ προφήτης διαστῆναι τὸ ὕδωρ, ἵνα ἐκφύγωσιν εἰς τὸ πέραν. Οἱ δὲ κατατολμήσαντες τὦν ἐχθρῶν ἐπιδιώξαντες κατεποντίσθησαν.
Οὗτος ὁ προφήτης διὰ προσευχῆς αὐτομάτως αὐτοῖς
δαψιλῆ τροφὴν ἰχθύων παρέσχε, καὶ πολλῶν ἐκλειπόντων ζωὴν αὐτοῖς ἐκ θεοῦ ἐλθεῖν παρεκάλεσεν. Οὗτος ἀπολλυμένου τοῦ λαοῦ σημεῖα ποιήσας ἔπαυσε τοὺς πολεμίους καταπλήξας αὐτοὺς οὐρανόθεν, ὅτε ἔλεγεν ὁ Ἰσραήλ, ὅτι· διαπεφωνήκαμεν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν. Καὶ ἐν τέρασι τῶν ὀστέων τῶν νεκρῶν αὐτοὺς ἔπεισεν, ὅτι ἐστὶν ἐλπὶς τῷ Ἰσραὴλ καὶ ὧδε καὶ ἐπὶ τοῦ μέλλοντος· οὗτος κρίνων τῷ Ἰσραὴλ ἐδείκνυε τὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ ναῷ γενόμενα. Οὗτος ἡρπάγη ἐκεῖθεν, καὶ ἦλθεν εἰς Ἱερουσαλήμ, καὶ εἶπεν τὰ ἐν τῷ ναῷ γενόμενα κατ᾽ αὐτὴν τὴν ὥραν εἰς ἔλεγχον τῶν ἀπειθούντων τῷ θεῷ.Οὗτος κατὰ τὸν Μωϋσῆν εἶδε τὸν τύπον τοῦ ναοῦ καὶ τὸ τεῖχος καὶ περίτειχος καὶ τὴν πύλην, ἐν ᾗ κύριος εἰσελεύσεται καὶ ἐξελεύσεται. Καὶ ἔσται ἡ πύλη κεκλεισμένη, καὶ εἰς αὐτὸν ἐλπιοῦσι πάντα τὰ ἔθνη.
Οὗτος ἔκρινεν ἐν Βαβυλῶνι τὴν φυλὴν Δὰν καὶ τοῦ Γάδ, ὅτι ἠσέβουν πρὸς κύριον διώκοντες τοὺς τὸν νόμον φυλάσσοντας, καὶ ἐποίησεν αὐτοῖς τέρας μέγα, ὅτι οἱ ὄφεις ἀνήλισκον τὰ βρέφη αὐτῶν καὶ πάντα τὰ κτήνη αὐτῶν διὰ τὴν ἀσέβειαν αὐτῶν. Καὶ εἴρηκεν ὅτι δι᾽ αὐτοὺς οὐκ ἐπιστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτοῦ, ἀλλ᾽ ἐν Μηδίᾳ ἔσονται ἕως συντελείας πλάνης αὐτῶν, καὶ ἐξ αὐτῶν ἦν ὁ ἀνελὼν αὐτὸν [πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ].
Δανιὴλ οὗτος ἦν ἐκ φυλῆς Ἰούδα τῶν ἐξεχόντων τῆς βασιλικῆς ὑπηρεσίας, ἀλλ᾽ ἔτι νήπιος ὤν ἤχθη ἐν τῇ αἰχμαλωσίᾳ ἐκ τῆς Ἰουδαίας εἰς γῆν Χαλδαίων. Ἐγεννήθη δὲ ἐν Βεθωρὼν τῇ ἀνωτέρᾳ· καὶ ἦν ἀνὴρ σώφρων, ὥστε δοκεῖν τοὺς Ἰουδαίους εἶναι αὐτὸν σπάδοντα.
Πολλὰ ἐπένθησεν οὗτος τὸν λαὸν καὶ ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, καὶ ἐν νηστείαις ἤσκησεν ἀπὸ πάσης τροφῆς ἐπιθυμητῆς, σπέρματα γῆς ἐσθίων. Καὶ ἦν ἀνὴρ ξηρὸς
καὶ σπανὸς τὴν ἰδέαν, ὡραῖος ἐν χάριτι ὑψίστου. Οὗτος πολλὰ ηὔξατο ὑπὲρ τοῦ Ναβουχοδονόσορ, παρακαλοῦντος αὐτὸν Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ, ὅτι ἐγένετο θηρίον καὶ κτῆνος, ἵνα μὴ ἀπόληται. Ἦν γὰρ τὰ ἔμπροσθεν ὡς βοῦς σὺν τῇ κεφαλῇ, καὶ οἱ πόδες σὺν τοῖς ὄπισθεν λέων. Ἀπεκαλύφθη δὲ τῷ ὁσίῳ περὶ τοῦ μυστηρίου τούτου, ὅτι κτῆνος γέγονε διὰ τὴν ἄλογον αὐτοῦ φιληδονίαν καὶ σκληροτραχηλίαν, καὶ ὅτι ὡς βοῦς ὑποζύγιον γενήσεται τοῦ Βελίαρ, λέων δὲ διὰ τὸ ἁρπακτικὸν καὶ τυραννικὸν καὶ θηριῶδες τοῦ τρόπου. Ταῦτα ἔχουσιν οἱ δυνάσται ἐν νεότητι, ἐπὶ τέλει δὲ θῆρες γίνονται, ἁρπάζοντες, ὀλοθρεύοντες, πατάσσοντες ἀναιροῦντες, τυραννοῦντες, ἀσεβοῦντες, τὰς δὲ τούτων ἀμοιβὰς παρὰ τοῦ δικαιοκρίτου θεοῦ ἀπολαμβάνοντες. Ἔγνω δὲ διὰ τοῦ θεοῦ ὁ ἅγιος, ὅτι ὡς βοῦς ἤσθιε χόρτον, καὶ ὅτι οὐκ ἐγένετο αὐτῷ ἀνθρωπίνης φύσεως τροφῆς ἐπιθυμία. Διὰ τοῦτο καὶ ὁ αὐτὸς Ναβουχοδονόσορ μετὰ τὴν πέψιν τῆς τροφῆς ἐν καρδίᾳ ἀνθρωπίνῃ γενόμενος ἔκλαιε καὶ ἠξίου κύριον πᾶσαν τῆν ἡμέραν καὶ νύκτα τεσσαρακοντάκις δεόμενος. Δαίμων δὲ ἐπεγίνετο αὐτῷ καὶ ἐλάνθανεν ὅτι γέγονεν ἄνθρωπος. Ἤρθη δὲ ἡ γλῶσσα αὐτοῦ τοῦ μὴ λαλεῖν, καὶ νοῶν εὐθὺς ἐδάκρυε, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἦσαν ὡς νεκρὸν κρέας ἐν τῷ κλαίειν· πολλοὶ γὰρ ἐξιόντες ἐκ τῆς πόλεως ἐθεώρουν αὐτόν.Ὁ δὲ Δανιὴλ μόνος οὐκ ἤθελεν ἰδεῖν αὐτόν, ὅτι πάντα
τὸν χρόνον τῆς ἀλλοιώσεως αὐτοῦ ἐν προσευχῇ ἦν περὶ αὐτοῦ. Ἔλεγε γὰρ ὅτι· πάλιν ἄνθρωπος γενήσεται, καὶ τότε ὄψομαι αὐτὸν, καὶ ἠπίστουν αὐτῷ. Ὁ Δανιὴλ οὖν τὰ ἑπτὰ ἔτη προσευχόμενος πρὸς τὸν ὕψιστον ᾔτησεν γενέσθαι, οὕς εἶπεν καιρούς, [προσευχόμενος πρὸς τὸν ὕψιστον ἐποίησεν γενέσθαι] μῆνας ἑπτά. Καὶ τὸ μυστήριον τῶν ἑπτὰ καιρῶν ἐτελέσθη ἐπ᾽ αὐτόν, ὅτι ἀποκαταστὰς ἐν ἑπτὰ μησίν, ὡς ἦν τὸ πρίν, τὰ ἓξ ἔτη καὶ πέντε μῆνας ὑπέπιπτε κυρίῳ καὶ ὡμολόγει τὴν ἀσέβειαν αὐτοῦ καὶ πᾶσαν τὴν ἀνομίαν αὐτοῦ, καὶ μετὰ ἄφεσιν τῶν ἀνομιῶν αὐτοῦ ἀπέδωκεν αὐτῷ τὴν βασιλείαν αὐτοῦ, καὶ οὔτε ἄρτον οὔτε κρέας ἔφαγεν οὔτε οἶνον ἔπιεν, ἐξομολογούμενος κυρίῳ, ὅτι Δανιὴλ προσέταξεν αὐτῷ ὀσπρίοις βρεκτοῖς καὶ χλόαις ἐξιλεώσασθαι κύριον. Διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Βαλτάσαρ, ὡς τὸν υἱὸν αὐτοῦ. Ἠθέλησε δὲ αὐτὸν συγκληρονόμον καταστῆναι τῶν τέκνων αὐτοῦ. Ἀλλ᾽ ὁ ὅσιος εἶπεν. Ἵλεώς μοι ἀφεῖναί με κληρονομίαν πατέρων μου καὶ κολληθῆναί με κληρονομίᾳ ἀπεριτμήτων. Καὶ τοῖς ἄλλοις βασιλεῦσι Περσῶν πολλὰ ἐποίησε τεράστια ὅσα οὐκ ἐγράφησαν. Οὗτος δὲ ἀπέθανεν, καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τῷ βασιλικῷ μόνος ἐνδόξως. Καὶ αὐτὸς ἔδωκε τέρας ἐν ὄρεσι τοῖς ὑπεράνω τῆς Βαβυλῶνος ὅτι· ὅτε καπνισθήσεται τὸ ἐκ βοῤῥᾶ, τότε ἥξει τέλος Βαβυλῶνος· [ὅτε δὲ κατ᾽ ἀνατολὰς ὕδωρ καθαρὸν ἐξελεύσεται, τότε ὁ θεὸς ἐπὶ γῆς φανεὶς ὡς ἄνθρωπος ἀναδέξεται πάσας τὰς ἀνομίας τοῦ κόσμου εἰς ἑαυτὸν ἐν τῷ ἀνασκολοπίζεσθαι αὐτὸν ὑπὸ τῶν ἱερέων τοῦ νόμου. Καὶ εὐθὺς πνεύματος χάρις ἐπὶ γῆς ἐκχυθήσεται εἰς πάντα τὰ ἔθνη.] Ὅτε δὲ ἐν πυρὶ καίεται, τότε τέλος ἔσται τῆς γῆς. Ἐὰν δὲ ἐν τῷ νότῳ ῥεύσῃ ὕδατα, ὑποστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτοῦ. Ἐὰν δὲ αἷμα ῥεύσῃ, φόνος ἔσται τοῦ Βελίαρ ἐν πάσῃ τῇ γῇ. Καὶ ἐκοιμήθη ἐν εἰρήνῃ ὁ ὅσιος τοῦ θεοῦ.Οὗτός ἐστιν Ἠλίας ὁ πρῶτος ἀνθρώπων τοῖς ἀνθρώποις ὑποδείξας οὐρανοδραμεῖν, ὁ πρῶτος ἀνθρώπων ὑποδείξας ὁ τὴν γῆν λαχὼν οἰκητήριον καὶ τὸν οὐρανὸν ἀθρόον διατρέχων, ὁ θνητὸς ὑπάρχων καὶ τοῖς ἀθανάτοις ἁμιλλώμενος, ὁ χαμαὶ βαδίζων καὶ ὡς πνεῦμα μετ᾽ ἀγγέλων οὐρανοπολῶν· ὁ διὰ τῆς μηλωτῆς τῷ μαθητῇ Ἐλισσαίῳ διπλᾶ τὰ χαρίσματα μεταδούς· ὁ μακροχρόνιος καὶ ἀγήρως ἄνθρωπος, ὁ τῷ Ἀντιχρίστῳ διατηρούμενος στρατηγός, ὁ ἀντικαθιστάμενος καὶ διελέγχων τὴν ἀπάτην καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁ πάντας ἀνθρώπους ἐκ τῆς πλάνης αὐτοῦ ἐπὶ τὸν θεὸν ἐν τῇ συντελείᾳ ἐπιστρέφων· οὗτος ὁ τῆς δευτέρας καὶ ἐπιφανοῦς παρουσίας τοῦ δεσπότου Χριστοῦ ἀξιούμενος εἶναι πρόδρομος ὁ μέτρῳ διακονιῶν τοῖς ἀγγέλοις ἁμιλλώμενος.
Οὗτος ἦν ἐκ γῆς Ἀράβων, φυλῆς Ἀαρών, οἰκῶν ἐκ Γαλαάδ, ὅτι ἡ Θέσβις δῶμα ἦν τοῖς ἱερεῦσιν. Ὅτε δὲ ἔμελλε τεχθῆναι, εἶδεν Σωβαχὰ ὁ πατὴρ αὐτοῦ, ὅτι ἄγγελοι λευκοφανεῖς αὐτὸν προσηγόρευον καὶ ὅτι ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῶ φαγεῖν. Καὶ ἐλθὼν ἀνήγγειλεν εἰς Ἱερουσαλήμ, καὶ εἶπεν αὐτῷ ὁ χρησμός· μὴ δειλιάσῃς· ἔσται γὰρ ἡ οἴκησις αὐτοῦ φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις, καὶ κρινεῖ τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ πυρί.Οὗτος ὁ Ἐλισσαῖος ἦν ἐξ Ἀβελμαοὺλ γῆς τοῦ Ῥουβίμ. Καὶ ἐπὶ τούτου γέγονε τέρας, ὅτι ἡνίκα ἐτέχθη, ἐν αλγάλοις ἡ δάμαλις ἡ χρυσὴ ὀξὺ ἐβόησεν, ὥστε ἀκουσθῆναι εἰς Ἱερουσαλήμ, καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων ὅτι· προφήτης ἐτέχθη εἰς Ἱερουσαλήμ, ὅς καθελεῖ τὰ γλυπτὰ αὐτῶν καὶ τὰ χωνευτὰ αὐτῶν. Καὶ θανὼν ἐτάφη ἐν Σαμαρείᾳ.
Ζαχαρίας υἱὸς Ἰωδαὲ τοῦ ἱερέως. Οὗτος ἦν ἐξ ερουσαλήμ, καὶ ἀπέκτεινεν αὐτὸν Ἰωὰς ὁ βασιλεὺς Ἰούδα ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ ἐξέχεε τὸ αἷμα αὐτοῦ ὁ οἶκος Δαβὶδ
ἀνὰ μέσον ἐπὶ τοῦ Ἐλάμ. Καὶ λαβόντες αὐτὸν οἱ ἱερεῖς ἔθαψαν μετὰ τοῦ πατρὸς αὐτοῦ.Οὗτος Ναθὰν ὁ προφήτης ἦν ἐκ Γαβαὼν ἐπὶ Δαβὶδ καὶ αὐτὸς ἦν ὁ διδάξας αὐτὸν τὸν νόμον τοῦ κυρίου καὶ εἶδεν, ὅτι Δαβὶδ ἐν τῇ Βηρσαβεὲ παραβήσεται καὶ σπεύδοντι ἐλθεῖν καὶ ἀναγγεῖλαι αὐτῷ ἐνεπόδισεν ὁ Βελίαρ. Ἐρχόμενος δὲ κατὰ τὴν ὁδόν, εὗρε νεκρὸν κείμενον γυμνὸν ἐσφαγμένον· καὶ ἀπέμεινε δι᾽ αὐτὸν ἐκεῖ. Οὗτος ἀπέθανε καὶ ἐτάφη εἰς τὴν γῆν αὐτοῦ ἐν Γαβαών.