Ad Autolycum

Theophilus

Theophilus. Libri Tres ad Autolycum. Humphry, William Gilson, editor. Cambridge: Parker, 1852.

ΘΕΟΦΙΛΟΣ Αὐτολύκῳ χαίρειν. ἐπειδὴ οἱ συγγραφεῖς βούλονται πληθὺν βίβλων συγγράφειν πρὸς κένην δόξαν, οἱ μὲν περὶ θεῶν καὶ πολέμω ἢ χρόνων, τινὲς δὲ καὶ μύθων ἀνωφελῶν καὶ τῆς λοιπῆς ματαιοπονίας, ἧς ἤσκεις καὶ σὺ ἕως τοῦ δεῦρο, κἀκείνου μὲν τοῦ καμάτου οὐκ ὀκνεῖς ἀνεχόμενος, ἡμῖν δὲ συμβαλὼν ἔτι λῆρον ἡγῇ τυγχάνειν τὸν λόγον τῆς ἀληθείας, οἰόμενος προσφάτους καὶ νεωτερικὰς εἶναι τὰς παρ᾿ ἡμῖν γραφάς· διὸ δὴ κἀγὼ οὐκ ὀκνήσω ἀνακεφαλαιώσασθαί σοι, παρέχοντος Θεοῦ, τὴν ἀρχαιότητα τῶν παρ᾿ ἡμῖν γραμμάτων, ὑπόμνημά σοι ποιούμενος δι᾿ ὀλίγων, ὅπως μὴ ὀκνήσῃς ἐντυγχάνειν αὐτῷ· ἐπιγνῷς δὲ τῶν λοιπῶν τὴν φλυαρίαν.

Ἐχρῆν γὰρ τοὺς συγγράφοντας αὐτοὺς αὐτόπτας γεγενῆσθαι περὶ ὧν διαβεβαιοῦνται, ἢ ἀκριβῶς μεμαθηκέναι ὑπὸ τῶν τεθεαμένων αὐτά. τρόπῳ γάρ τινι οἱ τὰ ἄδηλα συγγράφοντες ἀέρα δέρουσι. τί γὰρ ὠφέλησεν Ὅμηρον συγγράψαι τὸν Ἰλιακὸν πόλεμον, καὶ πολλοὺς ἐξαπατῆσαι· ἢ Ἡσίοδον ὁ κατάλογος τῆς θεογονίας τῶν παρ᾿ αὐτῷ θεῶν ὀνομαζομένων, ἢ Ὀρφέα οἱ τριακόσιοι ἑξήκοντα πέντε θεοὶ, οὓς αὐτὸς ἐπὶ τέλει τοῦ βίου ἀθετεῖ, ἐν ταῖς διαθήκαις αὐτοῦ λέγων ἕνα

v.2.p.152
εἶναι θεόν; τί δὲ ὠφέλησεν Ἄρατον ἡ σφαιρογραφία τοῦ κοσμικοῦ κύκλου, ἢ τοὺς τὰ ὅμοια αὐτῷ εἰπόντας, πλὴν τῆς κατ᾿ ἄνθρωπον δόξης, ἧς οὐδὲ αὐτῆς κατ᾿ ἀξίαν ἔτυχον; τί δὲ καὶ ἀληθὲς εἰρήκασιν; ἢ τί ὠφέλησεν Εὐριπίδην, καὶ Σοφοκλέα, ἢ τοὺς λοιποὺς τραγῳδιογράφους αἱ τραγῳδίαι; ἢ Μένανδρον καὶ Ἀριστοφάνην καὶ τοὺς λοιποὺς κωμικοὺς αἱ κωμῳδίαι; ἢ Ἡρόδοτον καὶ Θουκυδίδην αἱ ἱστορίαι αὐτῶν; ἢ Πυθαγόραν τὰ ἄδυτα καὶ Ἡρακλέους στῆλαι; ἢ Διογένην ἡ Κυνικὴ φιλοσοφία; ἢ Ἐπίκουρον τὸ δογματίζειν μὴ εἶναι πρόνοιαν; ἢ Ἐμπεδοκλέα τὸ διδάσκειν ἀθεότητα; ἢ Σωκράτην τὸ ὀμνύειν τὸν κύνα καὶ τὸν χῆνα καὶ τὴν πλάτανον καὶ τὸν κεραυνωθέντα Ἀσκληπιὸν, καὶ τὰ δαιμόνια ἃ ἐπεκαλεῖτο; πρὸς τί δὲ καὶ ἑκὼν ἀπέθνησκε; τίνα καὶ ὁποῖον μισθὸν μετὰ θάνατον ἀπολαβεῖν ἐλπίζων; τί δὲ ὠφέλησε Πλάτωνα ἡ κατ᾿ αὐτὸν παιδεία; ἢ τοὺς λοιποὺς φιλοσόφους τὰ δόγματα αὐτῶν; ἵνα μὴ τὸν ἀριθμὸν αὐτῶν καταλέγω πολλῶν ὄντων. ταῦτα δέ φαμεν εἰς τὸ ἐπιδεῖξαι τὴν ἀνωφελῆ καὶ ἄθεον διάνοιαν αὐτῶν.

Δόξης γὰρ κενῆς καὶ ματαίου πάντες οὗτοι ἐρασθέντες, οὔτε αὐτοὶ τὸ ἀληθὲς ἔγνωσαν, οὔτε μὴν ἄλλους ἐπὶ τὴν ἀλήθειαν προετρέψαντο. καὶ γὰρ ἃ ἔφασαν αὐτὰ ἐλέγχει αὐτοὺς, ᾗ ἀσύμφωνα εἰρήκασι·

v.2.p.154
καὶ τὰ ἴδια δόγματα οἱ πλείους αὐτῶν κατέλυσαν. οὐ γὰρ ἀλλήλους μόνον ἀνέτρεψαν, ἀλλ᾿ ἤδη τινὲς καὶ τὰ ἑαυτῶν δόγματα ἄκυρα ἐποίησαν, ὥστε ἡ δόξα αὐτῶν εἰς ἀτιμίαν καὶ μωρίαν ἐχώρησεν· ὑπὸ γὰρ τῶν συνετῶν καταγινώσκονται. ἤτοι γὰρ περὶ θεῶν ἔφασαν, καὶ αὐτοὶ ὕστερον ἀθεότητα ἐδίδαξαν· ἢ εἰ καὶ περὶ κόσμου γενέσεως, ἔσχατον αὐτοματισμὸν εἶπον εἶναι τῶν πάντων. ἀλλὰ καὶ περὶ προνοίας λέγοντες, πάλιν ἀπρονόητον εἶναι κόσμον ἐδογμάτισαν. τί δ᾿ οὐχὶ καὶ περὶ σεμνότητος πειρώμενοι γράφειν, ἀσελγείας καὶ πορνείας καὶ μοιχείας ἐδίδαξαν ἐπιτελεῖσθαι, ἔτι μὴν καὶ τὰς στυγητὰς ἀῤῥητοποιΐας εἰσηγήσαντο. καὶ πρώτους γε τοὺς θεοὺς αὐτῶν κηρύσσουσιν ἐν ἀῤῥήτοις μίξεσι συγγίνεσθαι, ἔν τε ἀθέσμοις βρώσεσι. τίς γὰρ οὐκ ᾄδει Κρόνον τεκνοφάγον· Δία δὲ τὸν παῖδα αὐτοῦ τὴν Μῆτιν καταπίνειν, καὶ δεῖπνα μιαρὰ τοῖς θεοῖς ἑτοιμάζειν· ἔνθα καὶ χωλὸν Ἠφαιστόν τινα χαλκέα φασὶ διακονεῖν αὐτοῖς. τήν τε Ἥραν ἰδίαν ἀδελφὴν μὴ μόνον τὸν Δία γαμεῖν, ἀλλὰ καὶ διὰ στόματος ἀνάγνου ἀῤῥητοποιεῖν. τάς τε λοιπὰς περὶ αὐτοῦ πράξεις, ὁπόσας ᾄδουσιν οἱ ποιηταὶ, εἰκὸς ἐπίστασαι. τί μοι λοιπὸν καταλέγειν τὰ περὶ Ποσειδῶνος, καὶ Ἀπόλλωνος, ἢ Διονύσου, καὶ Ἡρακλέους, Ἀθηνᾶς τῆς φιλοκόλπου, καὶ Ἀφροδίτης τῆς ἀναισχύντου, ἀκριβέστερον πεποιηκότων ἡμῶν ἐν ἑτέρῳ τὸν περὶ αὐτῶν λόγον.

Οὐδὲ γὰρ ἐχρῆν ἡμᾶς ταῦτα ἀνασκευάζειν, εἰ μὴ ὅτι σὲ θεωρῶ νυνὶ διστάζοντα περὶ τὸν λόγον τῆς ἀληθείας. φρόνιμος γὰρ ὢν ἡδέως μωρῶν ἀνέχῃ.

v.2.p.156
ἐπείτοι οὐκ ἂν ἐκινήθης ὑπὸ ἀνοήτων ἀνθρώπων κενοῖς λόγοις ἀπάγεσθαι, καὶ φήμῃ πείθεσθαι προκατεσχηκυίῃ, στομάτων ἀθέων ψευδῶς συκοφαντούντων ἡμᾶς, τοὺς θεοσεβεῖς καὶ Χριστιανοὺς καλουμένους, φασκόντων ὡς κοινὰς ἁπάντων οὔσας τὰς γυναῖκας ἡμῶν, καὶ διαφόρῳ μίξει ξυνόντας, ἔτι μὴν καὶ ταῖς ἰδίαις ἀδελφαῖς συμμίγνυσθαι, καὶ τὸ ἀθεώτατον καὶ ὠμότατον, πασῶν σαρκῶν ἀνθρωπίνων ἐφάπτεσθαι ἡμᾶς. ἀλλὰ καὶ ὡς προσφάτου ὁδεύοντος τοῦ καθ᾿ ἡμᾶς λόγου, καὶ μηδὲν ἔχειν ἡμᾶς λέγειν εἰς ἀπόδειξιν ἀληθείας τῆς καθ᾿ ἡμᾶς, καὶ διδασκαλίας· μωρίαν δὲ εἶναι τὸν λόγον ἡμῶν φασίν. ἐγὼ μὲν οὖν θαυμάζω μάλιστα ἐπὶ σοὶ, ὃς ἐν μὲν τοῖς λοιποῖς γενόμενος σπουδαῖος, καὶ ἐκζητητὴς ἁπάντων πραγμάτων, ἀμελέστερον ἡμῶν ἀκούεις. εἰ γάρ σοι δυνατὸν, καὶ νύκτωρ οὐκ ὤκνεις διατρίβειν ἐν ταῖς βιβλιοθήκαις.

Ἐπειδὴ οὖν πολλὰ ἀνέγνως, τί σοι ἔδοξε τὰ Ζήνωνος, ἢ τὰ Διογένους, καὶ Κλεάνθους, ὁπόσα περιέχουσιν αἱ βίβλοι αὐτῶν, διδάσκουσαι ἀνθρωποβορίας, πατέρας μὲν ἀπὸ ἰδίων τέκνων ἕψεσθαι καὶ βιβρώσκεσθαι, καὶ εἴ τις οὐ βούλοιτο ἢ μέλος τι τῆς μυσερᾶς τροφῆς ἀποῤῥίψειεν, αὐτὸν κατεσθίεσθαι τὸν μὴ φάγοντα. πρὸς τούτοις ἀθεωτέρα τις φωνὴ εὑρίσκεται, ἡ τοῦ Διογένους, διδάσκοντος τὰ τέκνα τοὺς ἑαυτῶν γονεῖς εἰς θυσίαν ἄγειν, καὶ τούτους κατεσθίειν. τί δ᾿ οὐχὶ καὶ Ἡρόδοτος ὁ ἱστοριογράφος μυθεύει τὸν Καμβύσην τὰ τοῦ Ἁρπάγου τέκνα σφάξαντα καὶ ἑψήσαντα

v.2.p.158
παρατεθεικέναι τῷ πατρὶ βοράν. ἔτι δὲ καὶ παρὰ Ἰνδοῖς μυθεύει κατεσθίεσθαι τοὺς πατέρας ὑπὸ τῶν ἰδίων τέκνων. ὦ τῆς ἀθέου διδασκαλίας τῶν τὰ τοιαῦτα ἀναγραψάντων, μᾶλλον δὲ διδαξάντων· ὦ τῆς ἀσεβείας καὶ ἀθεότητος αὐτῶν· ὦ τῆς διανοίας τῶν οὕτως ἀκριβῶς φιλοσοφησάντων καὶ φιλοσοφίαν ἐπαγγελλομένων. οἱ γὰρ ταῦτα δογματίσαντες τὸν κόσμον ἀσεβείας ἐνέπλησαν.

Καὶ γὰρ περὶ ἀθέσμου πράξεως σχέδον πᾶσι συμπεφώνηκε, τοῖς περὶ τὸν χόρον τῆς φιλοσοφίας πεπλανημένοις. καὶ πρῶτός γε Πλάτων, ὁ δοκῶν ἐν αὐτοῖς σεμνότερον πεφιλοσοφηκέναι, διαῤῥήδην ἐν τῇ πρώτῃ βίβλῳ τῶν πολιτειῶν ἐπιγραφομένῃ, τρόπῳ τινὶ νομοθετεῖ εἶναι κοινὰς ἁπάντων τὰς γυναῖκας, χρώμενος παραδείγματι τῷ Διὸς, καὶ Κρητῶν νομοθέτῃ, ὅπως διὰ προφάσεως παιδοποιΐα πολλὴ γίνηται ἐκ τῶν τοιούτων, καὶ ὡς δῆθεν τοὺς λυπουμένους διὰ τοιούτων ὁμιλιῶν χρὴ παραμυθεῖσθαι. Ἐπίκουρος δὲ καὶ αὐτὸς σὺν τῷ ἀθεότητα διδάσκειν, συμβουλεύει καὶ μητράσι καὶ ἀδελφαῖς συμμίγνυσθαι, καὶ πέρα τῶν νόμων τῶν τοῦτο κωλυόντων· ὁ γὰρ Σόλων καὶ περὶ τούτου σαφῶς ἐνομοθέτησεν, ὅπως ἑκ τοῦ γήμαντος οἱ παῖδες νομίμως γίνωνται, πρὸς τὸ μὴ ἐκ μοιχείας τοὺς γεννωμένους εἶναι, ἵνα μὴ τὸν οὐκ ὄντα πατέρα τιμήσῃ τις ὡς πατέρα, ἢ τὸν ὄντως πατέρα ἀτιμάσῃ τις, ἀγνοῶν ὡς μὴ πατέρα. ὁπόσα τε οἱ λοιποὶ νόμοι κωλύουσι Ῥωμαίων τε καὶ Ἑλλήνων τὰ τοιαῦτα πράσσεσθαι. πρὸς

v.2.p.160
τί οὖν Ἐπίκουρος καὶ οἱ Στωϊκοὶ δογματίζουσιν ἀδελφοκοιτίας καὶ ἀῤῥενοβασίας ἐπιτελεῖσθαι, ἐξ ὧν διδασκαλιῶν μεστὰς βιβλιοθήκας πεποιήκασιν, εἰς τὸ ἐκ παίδων μανθάνειν τὴν ἄθεσμον κοινωνίαν; καὶ τί μοι λοιπὸν κατατρίβεσθαι περὶ αὐτῶν, ὅπου γε καὶ περὶ τῶν θεῶν παρ᾿ αὐτοῖς λεγομένων τὰ ὅμοια κατηγγέλκασι;

Θεοὺς γὰρ φήσαντες εἶναι, πάλιν εἰς οὐδὲν αὐτοὺς ἡγήσαντο. οἱ μὲν γὰρ ἐξ ἀτόμων αὐτοὺς ἔφασαν συνεστάναι. οἱ δὲ αὖ χωρεῖν εἰς ἀτόμους, καὶ μηδὲν πλεῖον ἀνθρώπων δύνασθαι τοὺς θεούς φασι. Πλάτων δὲ θεοὺς εἰπὼν εἶναι, ὑλικοὺς αὐτοὺς βούλεται συνιστᾷν. Πυθαγόρας δὲ τοσαῦτα μοχθήσας περὶ θεῶν, καὶ τὴν ἄνω κάτω πορείαν ποιησάμενος, ἔσχατον ὁρίζει φύσιν, καὶ αὐτοματισμὸν εἶναί φησι τῶν πάντων, καὶ θεοὺς ἀνθρώπων μηδὲν φροντίζειν. ὁπόσα τε Κλιτόμαχος ὁ Ἀκαδημαϊκὸς περὶ ἀθεότητος εἰσηγήσατο. τί δ᾿ οὐχὶ καὶ Κριτίας, καὶ Πρωταγόρας ὁ Ἀβδηρίτης λέγων· εἴτε γὰρ εἰσὶ θεοὶ, οὐ δύναμαι περὶ αὐτῶν λέγειν, οὔτε ὁποῖοί εἰσι δηλῶσαι. πολλὰ γάρ ἐστι τὰ κωλύοντά με. τὰ γὰρ περὶ Εὐημέρου τοῦ ἀθεωτάτου περισσὸν ἡμῖν καὶ λέγειν. πολλὰ γὰρ περὶ θεῶν τολμήσας φθέγξασθαι, ἔσχατον καὶ τὸ ἐξόλου μὴ εἶναι θεοὺς, ἀλλὰ τὰ πάντα αὐτοματισμῷ διοικεῖσθαι βούλεται. Πλάτων δὲ ὁ τοσαῦτα εἰπὼν περὶ μοναρχίας Θεοῦ καὶ ψυχῆς ἀνθρώπου, φάσκων ἀθάνατον εἶναι τὴν ψυχὴν, οὐκ αὐτὸς ὕστερον

v.2.p.162
εὑρίσκεται ἐναντία ἑαυτῷ λέγων, τὰς μὲν ψυχὰς μετέρχεσθαι εἰς ἑτέρους ἀνθρώπους, ἐνίων δὲ καὶ εἰς ἄλογα ζῶα χωρεῖν; πῶς οὐ δεινὸν καὶ ἀθέμιτον δόγμα αὐτοῦ τοῖς γε νοῦν ἔχουσι φανήσεται, ἵνα ὅ ποτε ἄνθρωπος πάλιν ἔσται λύκος, ἢ κύων, ἢ ὄνος, ἢ ἄλλο τι ἄλογον κτῆνος; τούτῳ ἀκόλουθα καὶ Πυθαγόρας εὑρίσκεται φλυαρῶν, πρὸς τῷ καὶ πρόνοιαν ἐκκόπτειν. τίνι οὖν αὐτῶν πιστεύσωμεν; Φιλήμονι τῷ κωμικῷ λέγοντι· Οἱ γὰρ Θεὸν σέβοντες ἐλπίδας καλὰς Ἔχουσιν εἰς σωτηρίαν. ἢ οἷς προειρήκαμεν Εὐημέρῳ καὶ Ἐπικούρῳ καὶ Πυθαγόρᾳ, καὶ τοῖς λοιποῖς ἀρνουμένοις εἶναι θεοσέβειαν, καὶ πρόνοιαν ἀναιροῦσιν; περὶ μὲν οὖν Θεοῦ καὶ προνοίας Ἀρίστων ἔφη· Θάρσει, βοηθεῖν πᾶσι τοῖσιν ἀξίοις Εἴωθεν ὁ Θεός· τοῖς δὲ τοιούτοις σφόδρα. Εἰ μὴ πάρεσται προεδρία τις κειμένη Τοῖς ζῶσιν ὡς δεῖ, τί πλέον ἐστὶν εὐσεβεῖν; Εἴη γὰρ οὕτως, ἀλλὰ καὶ λίαν ὁρῶ Τοὺς εὐσεβῶς μὲν ἑλομένους διεξάγειν, Πράττοντας ἀτόπως· τοὺς δὲ μηδὲν ἕτερον ἢ Τὸ λυσιτελὲς καὶ τὸ κατ᾿ αὐτοὺς μόνον Ἐντιμοτέραν ἔχοντας ἡμῶν διάθεσιν Ἐπὶ τοῦ πάροντος. ἀλλὰ δεῖ πόῤῥω βλέπειν Καὶ τὴν ἁπάντων ἀναμένειν καταστροφήν. Οὐχ ὃν τρόπον γὰρ παρ᾿ ἐνίοις ἴσχυκέ τις Δόξα κακοήθης τῷ βίῳ τ᾿ ἀνωφελὴς, Φορά τίς ἐστ᾿ αὐτόματος, ἣ βραβεύεται Ὡς ἔτυχε πάντα. ταῦτα γὰρ κρίνουσ᾿ ἔχειν Ἐφόδια πρὸς τὸν ἴδιον οἱ φαῦλοι τρόπον. Ἔστιν δὲ καὶ τοῖς ζῶσιν ὁσίως προεδρία,
v.2.p.164
Καὶ τοῖς πονηροῖς ὡς προσῆκ᾿ ἐπιτιμία. Χωρὶς προνοίας γίνεται γὰρ οὐδὲ ἕν. ὁπόσα τε καὶ ἄλλοι, καὶ σχέδον γε οἱ πλείους εἶπον περὶ Θεοῦ καὶ προνοίας, ὁρᾷν ἐστὶ πῶς ἀνακόλουθα ἀλλήλοις ἔφασαν. οἱ μὲν γὰρ τὸ ἐξ ὅλου Θεὸν καὶ πρόνοιαν εἶναι ἀνεῖλον· οἱ δ᾿ αὖ συνέστησαν Θεὸν καὶ πάντα προνοίᾳ διοικεῖσθαι ὡμολόγησαν. τὸν οὖν συνετὸν ἀκροατὴν καὶ ἀναγινώσκοντα προσέχειν ἀκριβῶς τοῖς λεγομένοις δεῖ· καθὼς καὶ ὁ Σίμυλος ἔφη· Κοινῶς ποιητὰς ἔθος ἐστὶ καλεῖν Καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς καλούς. Ἔδει δὲ κρίνειν. καθάπερ καὶ ὁ Φιλήμων· Χαλεπὸν ἀκροατὴς ἀσύνετος καθημένος. Ὑπὸ γὰρ ἀνοίας οὐχ ἑαυτὸν μέμφεται. χρὴ οὖν προσέχειν, καὶ νοεῖν τὰ λεγόμενα, κριτικῶς ἐξετάζοντα τὰ ὑπὸ τῶν φιλοσόφων καὶ τῶν λοιπῶν ποιητῶν εἰρημένα.

Ἀρνούμενοι γὰρ θεοὺς εἶναι, πάλιν ὁμολογοῦσιν αὐτοὶ, καὶ τούτους πράξεις ἀθέσμους ἐπιτελεῖν ἔφασαν. καὶ πρώτου γε τοῦ Διὸς οἱ ποιηταὶ εὐφωνότερον ᾄδουσι τὰς χαλεπὰς πράξεις. Χρύσιππος δὲ ὁ πολλὰ φλυαρήσας, πῶς οὐχὶ εὑρίσκεται σημαίνων τὴν Ἥραν στόματι μιαρῷ συγγίνεσθαι τῷ Διΐ; τί γάρ μοι καταλέγειν τὰς ἀσελγείας τῆς μητρὸς θεῶν λεγομένης; ἢ Διὸς τοῦ Λατεαρίου διψῶντος αἵματος ἀνθρωπείου; ἢ Ἀττοῦ τοῦ ἀποκοπτομένου· ἢ ὅτι ὁ Ζεὺς ὁ καλούμενος τραγῳδὸς

v.2.p.166
κατακλύσας τὴν ἑαυτοῦ χεῖρα, ὥς φασι, νῦν παρὰ Ῥωμαίοις θεὸς τιμᾶται; σιγῶ τὰ Ἀντινόου τεμένη, καὶ τὰ τῶν λοιπῶν καλουμένων θεῶν. καὶ γὰρ ἱστορούμενα τοῖς συνετοῖς καταγέλωτα φέρει. ἤτοι οὖν περὶ ἀθεότητος αὐτοὶ ὑπὸ τῶν ἰδίων δογμάτων ἐλέγχονται οἱ τὰ τοιαῦτα φιλοσοφήσαντες, ἢ καὶ περὶ πολυμιξίας καὶ ἀθέσμου κοινωνίας. ἔτι μὴν καὶ ἀνθρωποβορία παρ᾿ αὐτοῖς εὑρίσκεται, δι᾿ ὧν συνέγραψαν γραφῶν, καὶ πρώτους γε οὓς τετιμήκασι θεοὺς, ταῦτα πεπραχότας ἀναγράφουσιν.

Ἡμεῖς δὲ καὶ Θεὸν ὁμολογοῦμεν, ἀλλ᾿ ἕνα, τὸν κτίστην καὶ ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς, καὶ προνοίᾳ τὰ πάντα διοικεῖσθαι ἐπιστάμεθαι, ἀλλ᾿ ὑπ᾿ αὐτοῦ μόνου· καὶ νόμον ἅγιον μεμαθήκαμεν· ἀλλὰ νομοθέτην ἔχομεν τὸν ὄντως Θεὸν, ὃς διδάσκει ἡμᾶς δικαιοπραγεῖν καὶ εὐσεβεῖν καὶ καλοποιεῖν. καὶ περὶ μὲν εὐσεβείας λέγει· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, ἢ ὅσα ἐν τῇ γῇ κάτω, ἢ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς. ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου. περὶ δὲ τοῦ καλοποιεῖν ἔφη· τίμα τὸν πατέρα σοῦ, καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος ἔσῃ ἐπὶ τῆς γῆς, ἧς ἐγὼ δίδωμί σοι Κύριος ὁ Θεός. ἔτι περὶ δικαιοσύνης· οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ, οὐκ ἐπιθυμήσεις τὴν

v.2.p.168
γυναῖκα τοῦ πλησίον σου, οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν αὐτοῦ, οὐδὲ τὸν ἀγρὸν αὐτοῦ, οὐδὲ τὸν παῖδα αὐτοῦ οὐδὲ τὴν παιδίσκην αὐτοῦ, οὐδὲ τοῦ βοὸς αὐτοῦ, οὐδὲ τοῦ ὑποζυγίου αὐτοῦ, οὐδὲ παντὸς κτήνους αὐτοῦ, οὐδὲ ὅσα ἐστὶ τῷ πλησίον σου. οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτοῦ. ἀπὸ παντὸς ῥήματος ἀδίκου διαποστήσῃ. ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. οὐ δικαιώσεις τὸν ἀσεβῆ. καὶ δῶρα οὐ λήψῃ. τὰ γὰρ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, καὶ λυμαίνεται ῥήματα δίκαια. τούτου μὲν οὖν τοῦ θείου νόμου διάκονος γεγένηται Μωσῆς, ὁ καὶ θεράπων τοῦ Θεοῦ, παντὶ μὲν τῷ κόσμῳ, παντελῶς δὲ τοῖς Ἑβραίοις τοῖς καὶ Ἰουδαίοις καλουμένοις, οὓς κατεδούλωσεν ἀρχῆθεν βασιλεὺς Αἰγύπτου, τυγχάνοντας σπέρμα δίκαιον ἀνδρῶν θεοσεβῶν καὶ ὁσίων, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ὧν ὁ Θεὸς μνησθεὶς καὶ ποιήσας θαυμάσια καὶ τέρατα διὰ Μωσέως παράδοξα, ἐῤῥύσατο αὐτοὺς, καὶ ἐξήγαγεν ἐκ τῆς Αἰγύπτου, ἀγαγὼν αὐτοὺς διὰ τῆς ἐρήμου καλουμένης· οὓς καὶ ἀπεκατέστησεν εἰς τὴν Χαναναίαν γῆν, μετέπειτα Ἰουδαίαν ἐπικληθεῖσαν, καὶ νόμον παρέθετο, καὶ ἐδίδαξεν αὐτοὺς ταῦτα. τοῦ μὲν οὖν νόμου μεγάλου καὶ θαυμασίου πρὸς πᾶσαν δικαιοσύνην ὑπάρχοντος, δέκα κεφάλαια ἃ προειρήκαμεν τοιαῦτά ἐστιν.

Ἐπειδὴ οὖν προσήλυτοι ἐγενήθησαν ἐν γῇ Αἰγύπτῳ, ὄντες τὸ γένος Ἑβραῖοι ἀπὸ γῆς τῆς Χαλδαϊκῆς· (κατ᾿ ἐκεῖνο καιροῦ λιμοῦ γενομένης ἀνάγκην ἔσχον μετελθεῖν εἰς Αἴγυπτον σιτίων ἐκεῖ πιπρασκομένων· ἔνθα καὶ χρόνῳ παρῴκησαν· ταῦτα δὲ αὐτοῖς

v.2.p.170
συνέβη κατὰ προαναφώνησιν Θεοῦ·) παροικήσαντες οὖν ἐν Αἰγύπτῳ ἔτεσι τετρακοσίοις καὶ τριάκοντα, ἐν τῷ τὸν Μωσῆν μέλλειν ἐξάγειν αὐτοὺς εἰς τὴν ἔρημον, ὁ Θεὸς ἐδίδαξεν αὐτοὺς διὰ τοῦ νόμου λέγων· προσήλυτον οὐ θλίψετε. ὑμεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσηλύτου. αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν τῇ γῇ Αἰγύπτῳ.