Testamentum Abrahae (recensio B)

Testamentum Abrahae

The Testament of Abraham (Texts and Studies 2.2). James, M.R., editor. Cambridge: Cambridge University Press, 1892.

Ι. Ἐκένετο ἡνίκα ἤγγισαν αἱ ἡμέραι τοῦ θανάτου [*](AΒC) τοῦ Ἁβραὰμ, εἶπεν κύριος πρὸς Μιχαήλ· Ἀνάστηθι καὶ πορεύθητι πρὸς Ἁβραὰμ τὸν δοῦλόν μου, καὶ εἰπὲ αὐτῷ ὅπως ἐξελεύσῃ τοῦ βίου, ὅτι ἰδοὺ ἐπληρώθησαν αἱ ἡμέραι τῆς προσκαίρου ζωῆς σου· ὅπως διοικήσῃ τὰ τοῦ οἴκου αὐτοῦ πρὶν ἀποθανεῖν.

ΙΙ. καὶ ἐπορεύθη Μιχαὴλ καὶ ἦλθεν πρὸς Ἁβραὰμ, καὶ εὖρεν αὐτὸν καθιζόμενον ἔμπροσθεν τῶν βοῶν αὐτοῦ εἰς ἀροτριασμόνʼ ὑπῆρχεν δὲ γηραλέος πάνυ τῇ ἰδέᾳ· εἶχεν δὲ ἐνηγκαλισμένον τὸν υἱὸν αὐτοῦ. ἰδὼν οὖν Ἁβραὰμ τὸν ρχώγγελον Μιχαὴλ, ἀναστὰς ἐκ τῆς γῆς ἠσπάσατο αὐτὸν, [*](A=Par. Gr. 1613. B=Par. Suppl. Grec 162. C=Cod. Vind. Theol. Gr. oxxvi.) [*](Tit. Διήγησις περὶ τῆς διαθήκης καὶ πεμὶ τοῦ θανάτου τοῦ ἐν ἀγίοις πρς ἡμῶ Ἁ. τοί πριάρχου καὶ δικαίου καὶ φιαξένου. Δέσπ. εὐλ. B; Λόγος περὶ τῆς θανῆς τοῦ Ἁ. ὅτε ἀπέστειλεν κς ὁ θς τὸν ἄγγελον αὐτοῦ καὶ ἦρεν αὐτὸν σωματικῶς εἰς τὰ ἐπουράνια C) [*](1, 2 ἐγένετο— Μιχαήλ] Ἡνίκα ἐπληροῦντο αἱ ἡμ. τῆς ὅλης βιωτῆς τοῦ παντευλογήτου κ. δικαίου π ἡμῶν Ἁ. τοῦ πατμιέρχου, εἷπεν κς πρὸς τὸν μέγαν ἀρχιστράτηγα Μιχ. B; ἐγένετο ἡνίκα ἐφθησεν ἡ θανὴ τοῦ Ἁ., ἀπέστειλεν κς θς Μιχ. τὸν ἀρχιστράτηγον κ. εἷπεν αὐτῶ C 8, 9 ἔμπροσθεν—ἀροτρ.] ἐμτρ. τῶν ἀροτμιωτῶν ἐν τῶ ἀγρῶ αὐτοῦ C 9, 10 εἶχεν—αὐτοῦ] om A 11 ἀναστάς— γῆς] om AB)

106
[*](ABC) μὴ εἰδὼς τίς ἐστιν, καὶ εἶπεν πρὸς αὐτόν· Σῶσόν σε ὁ θεός· ἄναστα καλῶς πορευόμενος τὴν ὁδόν σου. καὶ ἀπεκρίθη αὐτῷ Μιχαήλ· Φιλάνθρωπος εἶ σὺ, καλὲ πάτερ. καὶ ἀπεκρίθη Ἀβραὰμ καὶ εἶπεν αὐτῷ· Ἐλθέ, ἔγγισόν μοι, ἀδελφὲ, καὶ καθέζου ὀλίγην ὥραν ἵνα προστάξω ἐνεχθῆναι ζῶον, ἵνα ἀπέλθωμεν ἐν τῷ οἴκῳ μου καὶ ἀναπαύῃς μετʼ ἐμοῦ, ὅτι πρὸς ἑσπέρᾳ ἐστὶν, καὶ τῷ πρωῒ ἀναστὰς πορεύου ὅπου ἂν βούλῃ, μήπως συναντήσῃ σοι θηρίον πονηρὸν καὶ καταικίσῃ σε. ἠρώτησεν δὲ Μιχαὴλ τὸν Ἀβραὰμ λέγων· Εἰπέ μοι τὸ ὄνομά σου, πρὶν εἰσελθεῖν ἐν τῷ οἴκῳ σου, μὴ ἐπιβαρὴς γένωμαί σοι. καὶ ἀπεκρίθη Αβραὰμ καὶ εἶπεν· Οἱ γονεῖς μου ὠνόμασάν με Ἁβρὰμ, καὶ ὁ κύριος ἐπωνόμασέν με Ἀβραὰμ, λέγων· Ἀνάστηθι καὶ πορεύου ἐκ τοῦ οἴκου σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω· καὶ ἀπελθόντος μου εἰς τὴν γῆν ἣν ὑπέδειξέ μοι ὁ κύριος, εἴρηκέν μοι· Οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἁβρὰμ, ἀλλʼ ἔσται τὸ ὄνομά σου Ἀβραάμ. ἀπεκρίθη Μιχαὴλ καὶ εἶπεν αὐτῷ· Συγχώρησόν μοι, πάτερ μου, ἄνθρωπε τοῦ θεοῦ μεμελετημένε, ὅτι ξένος εἰμὶ, καὶ ἤκουσα περί σου ὅτε ἀπῆλθες σταδίους τεσσαράκοντα καὶ ἤνεγκας μόσχον, καὶ ἔθυσας αὐτὸν, ξενιζόμενος ἀγγέλους ἐν τῷ οἴκῳ σου, ἵνα ἀναπαυθῶσιν. ταῦτα ἀμφότεροι λαλήσαντες, ἀναστάντες ἐν τῷ οἴκῳ ἐπορεύοντο. ἐκάλεσεν δὲ Ἁβραὰμ ἕνα τῶν παίδων αὐτοῦ καὶ εἶπεν αὐτῷ· Πορεύθητι, ἄγαγέ μοι κτῆνος ὅπως καθίσῃ ἐπʼ [*](4, 5 κ.εἶπεν- καθέζου] εἷπεν· εὐλογημένος εἶ· καὶ σὺ καλὲ περ κ. Ἁ. αὔθης πρὸς αὐτὸν φιλάνθρωπος ἐλθὲ ἀδελφὲ ἔγγιστα μου κ. κάθησα B 4—11 κ. εἶπε— ἀπεκρίθη] κ. καθίσαντες ὁμοῦ ἠρώτησεν Ἁ. τὸν ἄγγελον λέγων· ἄνθρωοπε πορειόμενος τὴν ὁδὸν πόθεν ἔρχει κ. ποῦ ἀπέρχει· ἀπεκρίθη αὐτῶ Μ. στρατιώτης εἰμὶ κ. πορευομ. τ. ὁδ. ἔμαθαν πεμὶ τῆς φιλανθρωπίας σου κ. ἦλθον πρὸς σὲ τοῦ ίδεῖν τίς εἶ σύ· κ. εἷπεν C 5, ἵνα— ξῶον] ὅπως φθάση ἄλογον ζῶον Α; ὅπωος παρακελεύσομαι τοῦ ἀχθῆναι ζῶα C 7—9 ὄτι- καταικ. σε] νῦ δὲ ἐὰν πορευει πρὸς ἑσπέραν ἐστὶν κ. ἴσος πορευόμεος τῆ νυκτὶ ταραχθῆς διὰ τηνὸς νυκτε- ρινοῦ φαντάσματος B 9 καταικίσῃ] κατηχήσῃ A; ταραχθεὶς C 12, 13 οἱ γονσῖς— λέγι] Ἁβρὰμ μὲν ἤκουον τὸ πρότερον δὲ κς ἐκάλεσέν με τὸ δεύτερον κ. εἷπεν μοι B 18, 19 Σνγχώρι.—τμεμελετημ.] ξενίζμαί σε ἄνθρωπε τοῦ θῦ ὑπερεπεούμεαι B; συγχωρ. μοι πάτερ ὅτι ἐπιξεοῦμαι ἄνθρωπε τοῦ θῦ καὶ μέμνημαι C 21 ἔθυσας αὐτὸν] ἔθηκας αὐτῶ μόσχους A; om B 21, 22 ξενιζομ. ἀγγ.] ξεζομένους A; om B 22, 23 ταῦτα- λαλήσ.] om A 23 p.31, ἐν τῷ οἴκῳ—οἴκῳ σου] ἐπορεύθησαν· ἐκάλεσεν— εἶπεν· πορεύθητι ἀγαγεῖν)
107
αὐτὸν ὁ ξένος, ὅτι ἐκοπιάθη ἐκ τῆς ὁδοιπορίας. καὶ εἶπεν [*](ABC) Μιχαήλ· Μὴ σκύλλε τὸ παιδάριον, ἀλλὰ ἀπέλθωμεν μετεωριζόμενοι ἕως οὗ φθάσωμεν ἐν τῷ οἴκῳ σου, διότι ἠγάπησά σου τὴν ὁμιλίαν.

ΙΙΙ. καὶ ἀναστάντες ἐπορεύοντο· καὶ ὡς ἤγγισαν τῇ πόλει, ὡς ἀπὸ σταδίων τριῶν, εὗρον δένδρον μέγα ἔχον κλάδους τριακοσίους, ὅμοιον ἐρηκινοῦ· καὶ ἤκουον φονὴν ἐκ τῶν κλάδων αὐτοῦ δομένην· Ἅγιος ὅτι τὴν πρόφασιν ἤνεγκας περὶ ὧν ἀπεστάλης· καὶ ἤκουσεν Ἁβραὰμ τῆς φωνῆς, καὶ ἔκρυψεν τὸ μυστήριον ἐν τῇ καρδίᾳ αὐτοῦ, λέγων ἐν ἑαυτῷ· Ἄρα τί ἐστιν τὸ μυστήριον ὅπερ ἀκήκοα; ὡς δὲ ἦλθεν ἐν τῷ οἴκῳ, λέγει Ἁβραὰμ τοῖς παισὶν αὐτοῦ· Ἀναστάντες ἐξέλθατε εἰς τὰ πρόβατα, καὶ ἐνέγκατε τρία θρέμματα καὶ σφάξατε ταχέως καὶ ὑπηρετήσατε ἵνα φάγωμεν καὶ πίωμεν· ὅτι εὐφρασία ἐστὶν ὡς ἡ ἡμέρα αὕτη. καὶ ἤνεγκαν οἱ παῖδες τὰ θρέμματα, καὶ ἐκάλεσεν Ἁβραάμ τὸν υἱὸν αὐτοῦ τὸν Ἰσαὰκ καὶ εἶπεν αὐτῷ· Τέκνον Ἰσαὰκ, ἀνάστηθι καὶ βάλε ὕδωρ ἐπὶ τῆς λεκάνης, ἵνα νίψωμεν τοὺς πόδας τοῦ ξένου τούτου. καὶ ἤνεγκεν ὡς προσετάχθη· καὶ εἶπεν Ἁβραάμ. Κατανόησιν ἔχω ὅπερ καὶ γενήσεται, ὅτι ἐν τῷ τρυβλίῳ τούτῳ οὐ μὴ νίψω ἔτι τοὺς πόδας [*](—μὴ σύλε τὸ π. ἀλλὰ περιπατήσωμεν—σου A; ἐν— ἐπορείοντο—ἕνα ἐκ τῶ παιδαρίων— κτῆνος καὶ γενέσθασαν ἐδέσματα ὅπως συεσθιασθῶμεν μετὰ τοῦ ξένου ὅτι ἐκτὸς ὁδοπορίας ἐστίν· ἀποκριθεὶς δὲ ὁ ἀρχάγγ. Μ. εἷπεν πρὸς αὐτὸν· μισκιλε τὸ π. —οἵκω σου B; ἐπορ. καθήμενοι τοῖς ἵπποις· ὅτε δὲ ἦλθον ἐν τῶ οἶκω ἐκάλ. Ἁ. ἔνα τῶν οἰκοπαίδων αὐτοῦ κ. εἶπ. αὐτῶ· πορεύου κ.- κτῆνος· κ. καθήσας ἐν αὐτῶ πορεύθητι ἐπὶ τὰ πρόβατα κ. κόμισόν μαι τρία θρέμματα· ὅπως θύσαντες εὐφρανθῶμεν μετὰ τοῦ ξένου ὅτι ἐκάμαμε ἐκ τῆς ὁδοιπ ἀπεκρ. δὲ Μ. μηκέτι τὸ π. ἀλλὰ περιπατήσωμεν ἀμφτεροι μετεωρ. ἕως φθ. εἰς τὸ ποίμνιον κ. πάλιν στραφῶμεν C 3, 4 διότι— ὁμιλίαν] om AB 5, καὶ ὡς— τριῶν] κ. πορεβόμενοι ὡς ἀπὸ σταδ δύο ἑγγίσαντες τῆ πόλει B; καὶ ὡς ἤγγ.ἀπὸ σταδ. δύο τῆς ποίμνης C 6, 7 ἔχον— ἐρηκιοῦ] τριακ. κλαδ. ἔχοντα B; ὅμοιον τρεκίνου C 7 ἐρηκιοῦ] ἐρηκιόν A 8 ᾁδομέην] λέγουσαν AC; ἀδωμένην B 8, 9 ἄγιος—ἀπεστ.] ὅτι προφανῆ— ἀπέστειλας A; ἁγία ἡ πρόφασις περὶ οὗ ἀπεστάλης B 10 φω- νῆς] + ἧς ἤχησε ἐν αὐτῶ C 11 ἀκήκοα] + ἦλθον δὲ κ. παῖδες δύο κ. ἐκόμισαν ἐκ τοῦ οιμνίου θρέμματα τρία κ. ἔσφαξαν ταχέως κ.υπηρέτησαν τῆ τραπέζῃ C 13, 14 ἀναστάντες— ταχέως καὶ] om C 15 εὐφρασία— αὔτη] εὐφρ. σήμερον γίνεται A(C); εὐφρόσυνος ἐστὶν ὡσὶ ἡμ. αὕτη B 16 καὶ— θρέμμ.] om C 19, 20 καὶ ἤνεγκε—Ἁβρ.] κ. ἤν. Ἁ. ἐν τῆ καρδία αὐτοῦ λέγων A; κ. ποίησας ὡς προσετ.κ.εἶπεν Ἁ. B; κ. ἤν. κ. εἴπεν Ἁ. νίψον τέκνον τοὺς πόδας τοῦ ξένου· ὅτι C 2 κατανόησιν— γεήσεται] γενήσεται A; ὑπολαμβάνω ἐν τῆ ψυχῆ μου C)

108
[*](ΑBC) ἀνθρώπου ξενιζομένου πρὸς ἡμᾶς. ἀκούσας δὲ Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ λαλοῦντος ταῦτα, ἐδάκρυσεν, καὶ λέγει πρὸς αὐτόν· Πάτερ μου, τί ἐστιν τοῦτο ὅτι εἶπας Ἔσχατόν μου ἐστὶν νίψαι πόδας ἀνθρώπου ξένου; καὶ ἰδὼδν Ἁβραὰμ τὸν υἱὸν αὐτοῦ κλαίοντα, ἔκλαυσεν καὶ αὐτὸς σφόδρα· καὶ Μιχαὴλ ἰδών αὐτοὺς κλαίοντας, ἔκλαυσεν καὶ αὐτός· καὶ ἔπεσαν τὰ δάκρυα Μιχαὴλ ἐπὶ τῆς λεκάνης, καὶ ἐγένετο λίθος πολύτιμος.

IV. ὡς δὲ ἤκουσεν ἡ Σάρρα τοῦ κλαυθμοῦ αὐτῶν ἔσω οὖσα ἐν τῇ οἰκίᾳ αὐτῆς, ἐξελθοῦσα εἶπεν τῷ Ἁβραάμ. Κύριε, τί ἐστιν ὅτι οὕτως κλαίετε; καὶ ἀπεκρίθη Ἁβραὰμ καὶ εἶπεν αὐτῇ· Οὐδὲν κακόν ἐστιν· εἴσελθε ἐν τῇ οἰκίᾳ σου, καὶ ἐργάζου τὰ ἴδιά σου, μὴ ἐπιβαρεῖς γενώμεθα τῷ ἀνθρώπῳ. καὶ ἀνεχώρησεν ἡ Σάρρα, ὅτι ἔμελλεν ἑτοιμάζειν τὸν δεῖπνον. καὶ ἤγγισεν ὁ ἥλιος τοῦ δῦναι· καὶ ἐξῆλθεν Μιχαὴλ ἔξω τοῦ οἴκου, καὶ ἀνελήφθη εἰς τοὺς οὐρανοὺς προσκυνῆσαι ἐνώπιον τοὺ θεοῦ· τοῦ γάρ ἡλίου δύνοντος πάντες προσκυνοῦσιν ἄγγελοι τὸν θεόν· πρῶτος δέ ἐστιν ὁ αὐτὸς Μιχαὴλ τῶν ἀγγέλων. καὶ προσεκύνησαν πάντες καὶ ἀπῆλθον, ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. ἀποκριθεὶς δὲ Μιχαὴλ ἐνώπιον τοῦ θεοῦ εἶπεν· Κύριε, κέλευσόν με ἐρωτηθῆναι ἐνώπιον τῆς ἁγίας δόξης σου. καὶ λέγει κύριος πρός Μιχαὴλ· Ἀνάγγειλον ὅπερ βούλῃ. ἀποκριθεὶς δὲ ὁ ἀρχάγγελος εἶπε· Κύριε, σύ με ἀπέστειλας πρὸς Ἁβραὰμ, εἰπεῖν αὐτῷ· Ὑποχώρησον ἐκ τοῦ σώματός σου, καὶ ἔξελθε ἐκ τοῦ κόσμου. καλεῖ σε ὁ κύριος. κἀγὼ [*](2 ταῦτα— καὶ λέγει] τὰ δάκρυα ταῦτα εἰσήνεγκεν λέγω A; ταῦτα δάκρυα εἰσήνεγκεν C 10—12 εἷπεν τῷ Ἁ.— αὐτῇ] om B 11 κύριε] om C τί — κλαίετε] τίς οὕτως οὖ κλέετε A 13, 14 ἐπιβαρεῖς— ἀνθρώπῳ] πραξενισθῶμεν τὸ παρόντι ξένω λύπην B; ἐπίβ. γένη. τῶ ξένω ἀνθ. τούτω 14—16 ἀνεχώρ. -ἐξῆλθεν] ἀνεχώρ.- ὅτε δὲ ἕμελλον- δεῖπνον, ἥγγισεν- εἱς τὸ δύνει κ. ἐξῆλθεν C; ἀναχωρήσασα ἡ Σ. μέλοντος τοῦ δ. ἐτοίμάζεσθαι τοῦ ἡλίου δύνοντος ἐξελθῶν B 16, 17 τοὺς οὐρ.] τὸν οὐρανόν B 18—20 προσκυνῆσαι—τόπον αὐτοῦ] καὶ προσεκύνησεν τὸν θ κ. οὔτωος οἱ λιπαὶ ἄγγελοι· τύπος γὰρ ἦ προσκυνεῖν δύνατος τοῦ ἡλ. πάντας τοὺς ἀγγ. ἐνωπ. τ. θῦ πρῶτον ὁ ἀρχάγγ. Μ. κ. οὕτως οἱ λιποὶ ἄγγ. ὑτοχωρησάντω δὲ τῶν ἀγγ. εἰς τ. ἰδίους τόπους κ. τοῦ Μ. ἡκταμένου ἐνόπιον τοῦ θεοῦ B 22 ἐρωτηθῆναι] ἐρωτῶ σε A; λαλῆσαι C τῆς ὰγ. δοξ. σου] σου, κύριε A 22—24 καὶ λέγει—ἀρχάγγ. εἷπε] om A; κ. λέγει ὁ κς λέγε, Μ., ὃ βούλει C 26—p. 109, 2 κἀγὼ— ὑποδεχόμενος] κ. ἀπελθὼν οὐδʼ ἐν λόγω ἔρρηξα αὐτὸν, διὰ τὸ γινώσκει αὐτὸν φίλον σου καθαρὸν κ. ἀψευδέστατον)

109
οὐ τολμῶ, κύριε, ἐμφανισθῆναι αὐτῷ, ὅτι φίλος σου ἐστὶν [*](ABC) καὶ δίκαιος ἄνθρωπος, ξένους ὑποδεχόμενος· ἀλλὰ παρακαλώ σε, κύριε, κέλευσον τὴν μνήμην τοῦ θανάτου τοῦ Ἁβραὰμ εἰς τήν καρδίαν αὐτοῦ εἰσελθεῖν, καὶ μὴ αὐτῷ ἑγὼ εἴπω. μεγάλη γὰρ συντομία τοῦτό ἐστιν, εἰπεῖν ὅτι Τὸν κόσμον ἔξελθε, μάλιστα δὲ καὶ ἀπὸ τοῦ ἰδίου σώματος σὺ γάρ ἐξ ἀρχῆς ἐποίησας αὐτὸν ἐλεεῖν ψυχὰς πάντων ἀνθρώπων. τότε κύριος πρὸς Μιχαὴλ εἶπεν· Ἀνάστηθι καὶ πορεύου πρὸς Ἁβραὰμ, καὶ ξενίζου πρὸς αὐτόν καὶ ὅτι ἂν ἴδῃς ἐσθίοντα, φάγε καὶ σὺ, καὶ ὅπου ἂν κοιμηθῇ, κοίμησαι καὶ σὺ ἐκεῖ· ἐγὼ γὰρ ῥίψω τὴν μνήμην τοῦ θανάτου τοῦ Ἁβραὰμ εἰς τὴν καρδίαν Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ κατʼ ὄναρ.

V. τότε Μιχαὴλ ἀπῆλθεν εἰς τὸν οἶκον Ἀβραὰμ ἐν τῇ ἑσπέρᾳ ἐκείνῃ, καὶ εὗρεν αὐτοὺς ἑτοιμάζοντας τὸν δεῖπνονʼ καὶ ἔφαγον καὶ ἔπιον καὶ εὐφράνθησαν. καὶ εἶπεν Ἁβραὰμ τῷ υἱῷ αὐτοῦ Ἰσαάκ· Ἀνάστηθι, τέκνον, στρῶσον τὴν κλίνην τοῦ ἀνθρώπου ἵνα ἀναπαύῃ, καὶ θὲς τὸν λύχνον ἐπὶ τήν λυχνίαν. καὶ ἐποίησεν Ἰσαάκ καθά συνέταξεν ὁ πατὴρ αὐτοῦ. καὶ εἶπεν Ἰσαὰκ τῷ πατρὶ αὐτοῦ· Πάτερ, ἔρχομαι κἀγὼ ἔγηιστα ὑμῶν κοιμηθῆναι. καὶ ἀπεκρίθη Ἁβραὰμ πρὸς αὐτόν· Οὐχὶ, τέκνον μου, μήποτε ἐπιβαρεῖς γενώμεθα τῷ ἀνθρώπῳ τούτῳ, ἀλλὰ ἄπελθε ἐν τῷ ταμείῳ σου καὶ ἀναπαύου. μὴ θέλων δὲ Ἰσαὰκ παρακοῦσαι τὸ τοῦ πατρὸς αὐτοῦ πρόσταγμα, ἀπελθὼν ἀνεπαύσατο ἐν τῷ ταμείῳ αὐτοῦ.

VI. καὶ ἐγένετο περὶ ὥραν ἑβδόμην τῆς νυκτὸς, ἐξυπνισθεὶς ὁ Ἰσαὰκ ἦλθεν εἰς τὴν θύραν τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ κράζων καὶ λέγων· Πάτερ, ἄνοιξον, ἵνα σε ἀπολαύσω πρίν σε ἀροῦσιν ἀπʼ ἐμοῦ. ἀνέστη δὲ Ἁβραὰμ καὶ ἤνοιξεν, καὶ εἰσῆλθεν Ἀσαάκ καὶ ἐκρεμάσθη ἐπὶ τοῦ [*](εἶνσι κ. δίκαιον ανον κ. ξενοδόχον ἐμπερεχαρῆ κ.άονείδηστον B 1 ἐμφα· νισθῆαι] ἐκφάναι λόγον C 4 καρδίαν] +τοῦ υἱοῦ B 5, μεγάληἔξελθε] μεγάλως γὰρ λυπηθήσεται ἐὰν ἄφνω ἀκούση ἀπʼ ἐμοῦ ὅτι μέλλει ἀπὸ τοῦ κόσμου ἐξέρχεσθαι B; μεγάλη γὰρ συντομὴ αὐτοῦ ἐστὶν τὸ εἰπεῖν- ἐξέρχει μάλιστα κ. ἐκ τοῦ σώματος C 18, 19 καὶ θές- λυχνίαν] καὶ τὴν λυχείαν κ. τὸν λ A; κ. ἅψον λύχνον B 21 ἔρχομαι] om A ἔρχομαι—κοιμηθῆναι] ἄς κοιμηθῶ μετά σου B 24, 25 μὴ θέλων- πρόσταγμα] om A 30 ἀπολαύσω] +κ. καταφαλήσω κ. χορτάσω τὴν σὴν ραιότητα C)

110
[*](ABC) τραχήλου τοῦ πατρὸς αὐτοῦ κλαίον, καὶ θρηνῶν κατεφίλει αὐτόν· ἔκλαυσεν δὲ Ἁβραὰμ σὺν τῷ υἱῷ αὐτοῦ· εἶδεν δὲ αὐτοὺς ὁ Μιχαὴλ κλαίοντας καὶ ἔκλαυσεν καὶ αὐτός. καὶ ἀκούσασα ἡ Σάρρα τὸν κλαυθμὸν ἐκ τοῦ κοιτῶνος αὐτῆς ἔκραξε λέγουσι· Κύριέ μου Ἁβραὰμ, τί ἐστιν ὁ κλαυθμός; μή σοι εἶπεν ὁ ξένος περὶ τοῦ ἀδελφιδοῦ σου Λὼτ ὅτι ἀπέθανεν; ἄλλο τι συνέβη εἰς ἡμᾶς; ἀποκριθεὶς δὲ Μιχαὴλ εἶπε πρὸς τὴν Σάρραν· Οὐχὶ, Σάρρα, οὐκ ἤνεγκα φάσιν περὶ Λώτ· ἀλλὰ περὶ πάσης φιλανθρωπίας ὑμῶν ἔγνων ὅτι διαφέρετε πάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς, καὶ ἐμνήσθη ὑμῶν ὁ θεός. τότε λέγει Σάρρα τῷ Ἁβραάμ· Πῶς ἐτόλμησας κλαῦσαι εἰσελθόντος τοῦ ἀνθρώπου τοῦ θεοῦ ἐν σοί; καὶ πῶς ἐδάκρυσάν σου οἱ ὀφθαλμοὶ τῶν ζευμάτον τοῦ φωτός; ὅτι σήμερον εὐφροσύνη γίνεται. λέγει οὖν πρὸς αὐτὴν Ἁβραάμ· Πόθεν γινώσκεις ὅτι ἄνθρωπος τοῦ θεοῦ ἐστίν; ἀποκριθεὶς δὲ ἡ Σάρρα εἶπεν· Ὅτι παραφέρω καὶ λέγω ὅτι οὗτός ἐστιν τῶν τριῶν ἀνδρῶν εἶς, τῶν ἐν τῇ δρυῒ τῇ Μαμβρῇ ἐπιξενισθέντων ἡμῖν, ὅτε ἀπῆλθεν ἓδ τῶν παιδίων καὶ ἤνεγκε μόσχον καὶ ἔθυσας· καὶ εἶπες μοι, Ἄναστα, ποίησον ἵνα φάγωμεν μετὰ τῶν ἀνθρώπον τούτων εἰς τὸν οἶκον ἡμῶν. καὶ ἀπεκρίθη Ἁβραὰμ καὶ εἶπεν· Καλῶς ἐνόησας, ὦ γύναι· ὅτι κἀγὼ ὅτε τοὺς πόδας αὐτοῦ ἔπλυνα, ἔγνων ἐν τῇ καρδίᾳ μου ὅτι οὗτοί εἰσιν οἱ πόδες οὓς ἔπλυνα ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, καὶ καθὼς ἠρξάμην ἐρωτᾷν τὴν πορείαν, εἶπέ [*](1 κλαίων] om B 1, 2 κ. θρηνῶν κατεφίλει αὐτὸν] κ. λέγων καταφιλῶν αὐτ. A; κ. καταφιλῶ αὐτ. κ. τοῖς δάκρυσι πλύνων τὸ στῆθος αὐτοῦ C 4 ἐκ τοδ κοιτ. αὐτῆς] ἐκ τῆς κλίνης αὐτ. A; ἔσω οὖσα ἐν τῆ σκηνῆ C 5, 6 τί ἐστιν— ἀδελφιδοῦ] τὶ ἔχετε ὅτι οὕτως κλέετε ὀψὲ κ ἄρτι· μὴ φθέγξω ὦ ανε τῶ κω μου Ἁ. μὴ περὶ τοῦ ἀδελφοῦ A; τί ἐστὶν ... — ἀνεψιοῦ B; τὶ ἔχετε— κλαίετε. ὅρα μή τινα φάσιν ἥνεγκεν ὁ ξ. τῶ κυρίω μου Ἁ.— ἀδελφιδοῦ C 7 συνέῃ] + λυπηρὸν B 8, 9 οὐκ— περὶ] οὐκ ἐλάλησά τι διὰ Λὼτ B 9—11 ἀλλὰ— θεός] ἀλλὰ πάσας φιλανιας ἡμῶν ἔγνω— θεὸς A; ἀλλ᾿ ἔγνων ὅτι ἐμνήσθη— θεός, κ. γέγιεν σωτημία πάσοις φύλοις των ἐπὶ γῆς B 13 ἐν σοί] ἐφ᾿ ἡμᾶς B; πρὸς ἡμᾶς C 13— 16 καὶ πῶς— θεοῦ ἐστίν] om A 14 ζευμάτων] κοιμάτων B 17 ὅτι παραφέρω] πιστεῦσον παρα ρω A; προσφέρω B 19 ἀπῆλθεν ἓν τῶν παιδία] ἀπ. ἓν τ. παίδω A; σὺ ἐνεγκὼν ἐν τῶ παιδίω B; ἀνῆλθες εἰς τὸ πεδίον C ἤνεγκεν] ἤνεγκας BC 22 ἐνόησας ὦ γύναι] om B; ἀδελφὴ, ἐνόησας C 22 p. 111, 4 καλῶς— ὦδε] καλλως εἶπας ὅτι κ. τὸν Λὼτ ἐρρυσώμεθα ἀπὸ Σοδόμων ὅτε ἐγνωομίσαμεν τὸ μυστήριον B 25—p. 111, 2 καὶ καθὼς—μυστ.] οἱ κ. ἀπεθόντες κ. ῥυσάμεοι τὸν ἀδ. τὸν ἡμέτερον ἀπὸ τῶν Σ., τὸν Λὼτ A)
111
μοι ὅτι ὑπάγω τηρῆσαι τὸν ἀδελφὸν Λὼτ ἀπὸ Σοδόμων. [*](ABC) καὶ τότε ἐγνώρισα τὸ μυστήριον.

VΙΙ. ὁ δὲ Ἁβραὰμ εἶπεν πρὸς Μιχαήλ· Εἰπέ μοι, ἄνθρωπε τοῦ θεοῦ, καὶ φανέρωσόν μοι τί ἦλθες ὦδε. καὶ εἶπεν Μιχαήλ· Ὁ υἱός σου Ἰσαὰκ δηλώσει σοι. καὶ λέγει Ἁβραὰμ τῷ υίῷ αὐτοῦ· Υἱέ μου ἐγαπητὲ, εἰπέ μοι τί εἶδες κατʼ ὄναρ σήμερον καὶ ἐθροήθης· ἀνάςγγειλόν μοι. καὶ ἀπεκρίθη Ἰσαὰκ τῷ πατρὶ αὐτοῦ· Εἶδον κατʼ ὄναρ ἐμαυτὸν τὸν ἥλιον καὶ τὴν σελήνην· καὶ στέφανος ἐπὶ τῆς κεφαλῆς μου ἐγένετο· καὶ ἦν ἀνήρ παμμεγεθὴς λίαν λάμπων ἐκ τοῦ οὐρανοῦ, ὡς φῶς καλούμενον πατὴρ τοῦ φωτός· καὶ ἔλαβεν τὸν ἥλιον ἐκ τῆς κεφαλῆς μου· καὶ λοιπὸν ἀφῆκεν τάς ἀκτῖνας ἐν μέσῳ μου. καὶ ἔκλαυσα ὠγὼ καὶ εἶπον· Παρακαλῶ σε, κύριέ μου, μή ἐπάρῃς τὴν δόξαν τῆς κφαλῆς μου καὶ τὸ φῶς τοῦ οἴκου μου καὶ πᾶσαν τὴν δόξαν τὴν ἐμήν. ἐπένθησε δὲ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες λέγοντες· Μὴ ἐπάρῃς τὴν δόξαν τῆς δυνάμεως ἡμῶν. καὶ ἀποκριθεὶς ὁ φωτεινὸς ἐκεῖνος ἀνήρ εἶπέ μοι. Μ κλαύσῃς ὅτι ἔλαβον τὸ φῶς τοῦ οἴκου σου· ἀνελήφθη γὰρ ἀπὸ καμάτων εἰς ἀνάπαυσιν, καὶ ἀπὸ ταπεινώσεως εἰς ὕψος, αἴρουσιν αὐτὸν ἀπὸ στενοχαρίας εἰς ερυχαρίαν, αἴρουσιν αὐτὸν ἀπὸ σκότους εἰς φῶς. ἐγὼ δὲ εἶπον αὐτῷ· Παρακαλῶ σε, κύριε, λάβε καὶ τὰς ἀκτῖνας μετʼ αὐτοῦ. ὁ δὲ εἶπέν μοιʼ Δώδεκα ὧραι τῆς ἡμέρας εἰσὶν, καὶ τότε ὅλας τάς ἀκτῖνας λαμβάνω. ταῦτα λέγοντος τοῦ φωτεινοῦ ἀνδρὸς, εἶδον τὸν ἥλιον τοῦ οἴκου μου ἀναβαίνοντα εἰς τὸν οὐρανὸν, τὸ δὲ στέφος ἐκεῖνον πλεῖον οὐκ εἶδον· ἦν δὲ ὁ ἥλιος ἐκεῖνος ὅμοιός σου τοῦ πατρός μου. καὶ εἶπεν Μιχαὴλ τῷ Ἁβραάμ· Ἀλήθειαν εἴρηκεν ὁ υίός σου Ἰσαάκ· [*](7 κ. ἐθροήθης· ἀνάγγ. μοι] om A 9 ἐμαυτὸν] ἑαυτὸν μου B; +ὡς C 10 ἐγέετο] + κ. ἀφῆκεν τὰς ἀκτῖνας A 11 καλούμ.] om B; καὶ καλουμ.  C τοῦ] om C 12, 13 κ. λοιπὸν- μέσῳ μου] om A 12—15 κ. λοιπά— κεφ. μου] om B by homœot. 18 φωτ. ἐκ. ἀνὴρ] φωτὴρ. ἐκ. ὁ πακμεγεθεὶς C 19 ἔλαβον] ἄβλαβον C 2 καμάτων] καύματος AC ἀνάπαυσιν] ἀπόλαυσιν B 21, 22 ἀπὸ στενοχ.—αἴρ. αὐτὸν] om B; ἀπὸ στεν. εἰς εύρήχωρον δοξαν· αἴρ.αὐτ 24, 25 δώδεκα- λαμβάνω] οὐ λαμβάνω ταῦτας ἕως ἂν πληρωθῶσιν αἱ δωθ. ὦρ. τ. ἡμ. κ. τότε ὁρᾶς τὰς ἀκτίνας λάμπει C 27 στέφος- εῖδον] σῶμα σὐιοῦ μένατα ἐπὶ τῆς γῆς B; σῶμα αὐτου μένει ἐπὶ τ. γῆς ἕως (p. 112, 2) Α 29—p. 112, 1 ἀλήθειαν— αὐρανοὺς] νῦν κουσας τὸ ἄηθες κ. τάξον περὶ τοῦ οἴκου σου· ἰδοὺ γὰρ ἀπέταλμαι παρὰ κυ τοῦ θῦ λαβεῖν τὴν φυχη σου C)

112
[*](ABC) σὺ γὰρ εἶ· καὶ ἀναλαμβανέσαι εἰς τοὺς οὐρανοὺς, τὸ δὲ σῶμά σου μένει ἐπὶ τῆς γῆς ἕως ἂν πληροθῶσιν ἑπτακισχέλιοι αἰῶνες· τότε γὰρ ἐγερθήσεται πᾶσα σάρξ. νῦν οὖν, Ἁβραὰμ, διάθες τὰ τοῦ οἴκου σου, καὶ περὶ τῶν τέκνον σου, τελείος γὰρ ἤκουσας τὴν οἰκονομίαν σου. καὶ ἀποκριθεὶς Ἁβραὰμ εἶπεν πρὸς Μιχαήλ· Παρακαλῶ σε, κύριε, ἐάν ἐξέρχωμαι ἐκ τοῦ σάματός μου, σωματικῶς ἤθελον ἀναληφθῆναι, ἵνα θεάσομαι τὰ κτίσματα ἃ ἐκτίσατο κύριος ὁ θεός μου ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. καὶ ἀπεκρίθη Μιχαὴλ καὶ εἶπεν· Τοῦτο οὐκ ἔστιν ἐμὸν ποίημα. ἀλλὰ ἀπελθὼν ἐγὼ ἀπαγγελῶ τῷ κυρίῳ περὶ τούτου, καὶ ἐὰν κελεύωμαι, ὑποδείξω σοι ταῦτα πάντα.

VIII. καὶ ἀνῆλθεν Μιχαὴλ ἐν τοῖς οὐρανοῖς καὶ ἐλάλησεν ἐνώπιον κυρίου περὶ Ἁβραάμ· καὶ ἀπεκρίθη κύριος πρὸς Μιχαήλ· Ἄπελθε καὶ ἀναλαβοῦ ἐν σώματι τὸν Ἁβραὰμ καὶ ὑποδεῖξον αὐτῷ πάντα, καὶ ὃ ἐὰν εἴπῃ σοι ποίησον ὡς αὐτῷ ὄντι φίλῳ μου. ἐξελθὼν οὖν ὁ Μιχαὴλ ἀνέλαβεν τὸν Ἀβραὰμ ἐπὶ νεφέλης ἐν σώματι, καὶ ἀνήνεοκεν ατὸν ἐπὶ τὸν Ὠκεανὸν ποταμόν. καὶ ἀτενίσας Ἁβραὰμ εἶδεν δύο πύλας, μίαν μὲν μικρὰν, τὴν δὲ ἑτέραν μεγάλην. καὶ ἀνάμεσον τῶν δύο πυλῶν ἐκάθητο ἀνὴρ ἐπὶ θρόνου δόξης μεγάλης. καὶ πλῆθος ἀγγέλων κύκλῳ αὐτοῦ. καὶ ἦν κλαίων, καὶ πάλιν γελῶν, καὶ ὁ κλαυθμὸς ὑπερέβαινεν τὸ γέλος αὐτοῦ ἑπταπ λασίονα. καὶ εἶπεν Ἁβραὰμ πρὸς τὸν Μιχαήλ· Τίς ἐστιν οὖτος ὁ καθήμενος ἀνάμεσον τῶν δύο πυλῶν μετὰ δόξης πολλῆς· ποτὲ μὲν γελᾷ, ποτὲ μὲν κλαίει, καὶ ὁ κλαυθμὸς ὑπερβαίνει τὸ γέλος ἑπταπλασίως; καὶ εἶπεν Μιχαὴλ πρὸς Ἀβραάμ. Οὐκ ἔγνως αὐτὸν τίς ἐστιν; καὶ εἶπεν· Οὐχὶ, κύριε. καὶ εἶπεν Μιχαὴλ πρὸς Ἁβραάμ· Θωρεῖς τὰς δύο [*](2, 3 ἑπτακ. αἰῶνες] τὰ ἔτη C 5 τελείως—οἰκοομ. σου] πεπληροφορήσαι γὰρ τὴν κεφαλ ήν σου B 7 ἐὰν—σώματός μου] ἐπειδὴ παρέρχωμαι τοῦδε τοῦ κοσμου Β; ναὶ, ἐξέρχομαι ἐκ τοῦ σώμ. ἀλλὰ C σωοματικῶς] ἐν σώματι B 8 ἤθελον] θέλω B; ἤλπιξον C 10 κ. εἶπεν] + πάτερ μου B 11 κυρίῳ] πατρὶ A; πατρὶ τῶ ἐν τοῖς οὐρανοῖς C 15 ἀναλ. ἐν σώμ.] λαβὲ σωματικῶς A; ἀνάλαβε σωματικῶς C 19 ώκεανὸν] αἰκιανὸν AC; ὀκεανὸν B 20, 21 μίαν— μεγάλην] μι. μικρ. κ. ἐτ. μεγ. A; ἀφʼ ὧ μία στενὴ κ. ἡ ἑτέρα εύρήχορος B 23 κύκλῳ] + τοῦ θράνου C 24 ἐπταπλασ.] om BC 26 πολλῆς] + κ. πλῆθος ἀγγέλων κύκλω αὐτοῦ C)

113
πύλας ταύτας, τὴν μικρὰν καὶ τὴν μεγάλην; αὗταί εἰσιν [*](ABC) αἱ ἀπάγουσαι εἰς τὴν ζωὴν καὶ εἰς τὴν ἀπώλειαν. ὁ ἀνὴρ δὲ οὗτος ὁ καθήμενος ἐν μέσῳ αὐτῶν, οὖτός ἐστιν ὁ Ἀδὰμ, ὁ πρῶτος ἄνθρωπος ὃν ἔπλασεν ὁ κύριοςʼ καὶ ἔθηκεν αὐτὸν εἰς τὸν τόπον τοῦτον θεωρῆσαι πᾶσαν ψυχὴν ἐξερχομένην ἐκ τοῦ σώματος, ἐπειδὴ ἐξ αὐτοῦ εἰσὶν πάντες. ὅταν οὖν θεωρῇς αὐ τὸν κλαίοντα, γνῶθι ὅτι ἐθεάσατο ψυχὰς πολλὰς ἀπαγομένας εἰς τὴν ἀπώλειαν· ὅταν δὲ ἴδῃς αὐτὸν γελῶντα, ἐθεάσατο ψυχὰς ὀλίγας ἀπαγομένας εἰς τὴν ζωήν. θεωρεῖς αὐτὸν πῶς ὑπερβαίνει ὁ κλαυθμὸς τὸ γέλος; ἐπεὶ θεωρεῖ τὸ περισσότερον τοῦ κόσμου ἀπαγομένους διὰ τῆς πλατείας εἰς τὴν ἀπώλειαν, διὰ τοῦτο ὑπερβαίνει ὁ κλαυθμός τὸ γέλος ἑπταπλασίως.

ΙΧ. καὶ εἶπεν Ἁβραάμ· Καὶ ὁ μὴ δυνάμενος εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, οὐ δύναται εἰσελθεῖν εἰς τὴν ζωὴν; τότε ἔκλαυσεν Ἁβραὰμ, λέγων· Οὐαί μοι, τί ποιήσω ἐγὼ; ὅτι εἰμὶ ἄνθρωπος εὐρὺς τῷ σώματι, καὶ πῶς δυνήσομαι εἰσελθεῖν εἰς τὴν στενήν πύλην, εἰς ἣν οὐ δύναται ἐλθεῖν παιδίον πέντε καὶ δέκα ἐτῶν; καὶ ἀποκριθεὶς Μιχαὴλ εἶπεν πρὸς Ἁβραάμ· Σὺ μή φοβοῦ, πάτερ, μηδὲ λυποῦ, ἀκωλύτως γὰρ εἰσερχέσαι διʼ αὐτῆς, καὶ πάντες οἱ συνόμοιοί σου. καὶ ἑστῶτος τοῦ Ἁβραὰμ καὶ θαυμάζοντος, ἰδοὺ ἄγγελος κυρίου ἐλαύνων ἓξ μυριάδας ψυχὰς ἁμαρτωλῶν εἰς τὴν ἀπώλειαν· καὶ λέγει Ἁβραὰμ πρὸς Μιχαήλ. Οὖτοι πάντες εἰς τὴν ἀπώλειαν ἀπέρχονται; καὶ λέγει αὐτῷ Μιχαήλ· Ναὶ, ἀλλὰ ἀπέλθωμεν καὶ ἀναζητήσωμεν ἐν ταῖς ψυχαῖς ταύταις, εἰ ἐστὶν ἐξ αὐτῶν κἂν μία δικαία. ἀπελθόντων δὲ αὐτῶν, εὗρον ἄγγελον κατέχοντα ἐν τῇ χειρὶ αὐτοῦ μίαν ψυχὴν γυναικὸς ἐξ αὐτῶν τῶν ἓξ μυριάὅτι [*](5 ἐξρχομένην] ἐξελουμένην A 14, 15 εἰσελθεῖν— οὐ δύναται] om B 16 τότε ἔκλ. Ἁ. λέγων] om B 16—19 οὐαί μοι— ἐτῶν] οἴμοι οἴμοι τὶ λοιπὸν ποιήσω κάγὼ· πῶς δινηθῶ ἐν σώματι εἰσελθεῖν ἐν τῆ τοιαυτῆ στενῆ πύλη ἢν οὐδὲ δεκάπεντε ἐνιαυτοῦ παιδίων δύναται εἰσελθῆναι B 17 εὐρὺς τῷ σώμ.] βαρὺς τῷ σώμ. μέγας C δυήσομαι] δυνάμενος A 18, 19 εἰς ἢν- ἐτῶν] εἰ μὴ παιδία δυετῶν C 2 σὺ- λυποῦ] om AC 21 ἀκωλύτως γὰρ εἰσερχέσαι] ὁ ἀκατάλυτος εἰσέρχεται A; σὺ ὁλοστὸς εἰσέρχει C 23 ἓξ] om B ἁμαρτωλῶν] + κ. ἀπήγαγεν C 24, 25 καὶ λέγει Ἀ. - ἀπέρχονται] om C 28, 29 ἄγ- γελον—χειμὶ αὐτοῦ] om B 29—p. 114, μίαν ψυχὴνἁπώλειαν] ἁπώλειαν] μίανἰσοζυγούσας μετὰ τῆς ἁμαρτίας αὐτῆς πασας· κ. οὐκ ἦσαν ἐν αύχθω οὐδὲ ἀνάδων,)

114
[*](ABC) εὖρεν τὰς ἁμαρτίας ἰσοζυγούσας μετὰ τὰ ἔργα αὐτῆς ἅπαντα, καὶ οὐκ ἦσαν ἐν μόγθῳ οὐδὲ ἐν ἀναπαύσει, ἀλλʼ ἐν τόπῳ μεσότητος. τὰς δὲ ψυχὰς ἐκείνας ἦρεν εἰς τὴν ἀπώλειαν. καὶ εἶπεν Ἁβραάμ πρὸς Μιχαὴλ· Κύριε, οὖτός ἐστιν ὁ ἄγγελος ὁ ἐκφέρων τὰς ψυχὰς ἐκ τοῦ σώματος, ἢ οὐ; ἀπεκρίθη Μιχαὴλ καὶ εἶπεν· Οὖτός ἐστιν ὁ θάνατος, καὶ ἀπάγει αὐτάς εἰς τὸν τόπον τοῦ κριτηρίου, ἵνα ὁ κριτὴς κρίνῃ αὐτάς.

Χ. καὶ λέγει Ἀβραάμ· Κύριέ μου, παρακαλῶ σε ἵνα ἀναγάγῃς με εἰς τὸν τόπον τοῦ κριτηρίου ὅπως κἀγὼ θεάσωμαι αὐτὰς πῶς κρίνονται. τότε Μιχαὴλ ἔλαβεν τὸν Ἁβραὰμ ἐπὶ νεφέλης, καὶ ἤγαγεν αὐτὸν εἰς τὸν παράδεισον· καὶ ὡς ἔφθασεν εἰς τὸν τόπον ὅπου ἦν ὁ κριτής, ἦλθεν ὁ ἄγγελος καὶ ἔδωκεν τὴν ψυχὴν ἐκείνην εἰς τὸν κριτήν· ἔλεγεν δὲ ἡ ψυχή· Ἐλέησόν με, κύριε. καὶ εἶπεν ὁ κριτής· Πῶς ἐλεήσω σε, ὅτι σὺ οὐκ ἠλέησας τὴν θυγατέρα σου ἥνπερ εἶχες, τὸν καρπὸν τῆς κοιλίας σου; διὰ τί ἐφόνευσας αὐτήν; καὶ ἀπεκρίθη· Οὐχὶ, κύριε· φόνος ἐξ ἐμοῦ οὐ γέγονεν, ἀλλʼ αὐτὴ ἡ θυγάτηρ μου κατεψεύσατό μου. ὁ δὲ κριτὴς ἐκέλευσεν ἐλθεῖν τὸν τὰ ὑπομνήματα γράφοντα. καὶ ἰδοὺ χερουβὶμ βαστάζοντα βιβλία δύο, καὶ ἦν μετʼ αὐτῶν ἀνήρ παμμεγέθὴς σφόδρα· καὶ εἶχεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ τρεῖς στεφάνους, καὶ ὁ εἶς στέφανος ὑψηλότερος ὑπῆρχεν τῶν ἑτέρων δύο στεφάνων· οἱ δὲ στέφανοι ἐκαλοῦντο στέφανοι μαρτυρίας. καὶ εἶχεν ὁ ἀνὴρ ἐν τῇ χειρὶ αὐτοῦ κάλαμον χρυσοῦν. καὶ λέγει ὁ κριτὴς πρὸς αὐτόν· Σύστησον τὴν ἁμαρτίαν τῆς ψυχῆς ταύτης. [*](παυσιν ἠλέστω κατὰ σώματος· τας- ἐκείνας εἴρηνται εἰς τὴν ἀπόλειαν A; ἀπʼ αὐτὰς τὰς μυριάδας μίαν ψ. γυναικὸς συέχου τὴν διαγιγὴν· ἐπαὶ ται τῶ καλῶν αὐτοῖς ἔργων κ. τῶν ἐναντίων κ. οὕτη ἐπʼ ἀπολεία οὐχ ὑτῆρχεν οὔτε μὴν ἐπʼ ἀναπαύσεως ἀλλʼ ἐν μέσω τούτων Β; μίαν ψ. δικαίαν ἐξ—μυριάδων γυναικὸς σῶμα εὗρεν γὰρ —ἰσοζυγ. μετὰ τὰ ἔργα αὐτῆς ἄπαντα· καὶ οὐκ ἦσαν ἐν μόχθω οὐδὲ ἐν ἀναπαύσει ἀλλʼ— ἀπώλειαν C 6 οὐ] σὺ A 7 κριτηρίου] +μου A 11, 12 ἔλαβεν — νεφέλης] λαβὼν— νεφ. B; ἐποίησεν τὴν νεφέλην ἀναλαβεῖν τὸν Ἀ. C 12, 13 εἰς τ. παράδ. — τόπον] om C 15 κύριε] + ὅτι οὐχ ἤμαρτον 18 αὐτὴν] om AC 18—21 φόνος— κατεψεύσ. μου] φευδέται ἡ θυγάτηρ μου B 21 βαστάζοντα] om A; κατάξοντα C 23 τρεῖς στεφάνους] τρία A 24 ἑτέρων δόο] τεσσάρων A; ἑτέρων C 25 στέφ. μαρτυρίας] στέφ. μαρτύρον Α; μαρτυρία C)

115
καὶ ἀναπτύξας ὁ ἀνήρ ἐκεῖνος μίαν τῶν βιβλίων τῶν [*](ABC) ὄντων ἐκ τῶν χερουβὶμ ἀνεζήτησεν τὴν ἁμαρτίαν τῆς ψυχῆς τῆς γυναικὸς, καὶ εὖρεν. καὶ εἶπεν ὁ κριτής· Ὦ ταλαίπωρε ψυχὴ, πῶς λέγεις ὅτι φόνον οὐκ ἐποίησας; οὐχὶ σὺ ἀπελθοῦσα μετὰ τὴν τελευτὴν τοῦ ἀνδρός σου, ἐμοίχευσας τὸν ἄνδρα τῆς θυγατρός σου, καὶ ἀπέκτεινας αὐτήν; ἤλεγχε δὲ καὶ τὰς ἄλλας ἁμαρτίας αὐτῆς, καὶ εἴ τι ἔπραξεν ἐκ νεότητος αὐτῆς. ταῦτα ἀκούσασα ἡ γυνὴ ἐβόησεν λέγουσα· Οἴμοι, οἴμοι, ὅτι πάσας τὰς ἁμαρτίας μου ἂς ἐποίησα ἐν τῷ κόσμῳ ἐληθάργησα· ἐνταῦθα δὲ οὐκ ἐληθαροήθησαν. τότε ᾖραν καὶ αὐτὴν καὶ παρέδωκαν τοῖς βασανισταῖς.

XΙ καὶ εἶπεν Ἁβραὰμ πρὸς Μιχαήλ· Κύριε, τίς ἐστιν οὗτος ὁ κριτὴς, καὶ τίς ἐστιν ὁ ἄλλος, ὁ ἐλέγχων τὰς ἁμαρτίας; καὶ λέγει Μιχαὴλ πρὸς Ἁβραάμ· Θεωρεῖς τὸν κριτήν; οὗτός ἐστιν ὁ Ἄβελ, ὁ ἐν πρώτοις μαρτυρήσας· καὶ ἤνεγκεν αὐτὸν ὧδε ὁ θεὸς κρίνειν. καὶ ὁ ἀποδεικνύμενος οὗτός ἐστιν ὁ διδάσκαλος τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ γραμματεὺς τῆς δικαιοσύνης Ἐνώχ· ἀπέστειλεν γὰρ κύριος αὐτοὺς ἐνταῦθα, ἵνα ἀπογράφωσιν τάς ἁμαρτίας καὶ τάς δικαιοσύνας ἑκάστου. καὶ λέγει ὁ Ἀβραάμ· Καὶ πῶς δύναται Ἐνὼχ βαστάσαι τὸ βάρος τῶν ψυχῶν, μὴ ἰδὼν θάνατον; ἢ πῶς δύναται δοῦναι πασῶν τῶν ψυχῶν ἀπόφασιν; καὶ εἶπεν Μιχαήλ· Ἐὰν δώσῃ ἀπόφασιν περὶ [*](4 φόνον οὐκ ἐποίησας] φώνος διά σου οὐ γέγονεν B; φόνος ἐξ ἐμοῦ οὐ γέγονεν C 7, 8 καὶ ε τι— νεότ. αὐτῆς] om B 8 γυνὴ] om B; ψυχὴ C 10 ἂς- κόσμῳ] om A κόσμῳ] + κατὰ πρόσωπόν μου βλέπω καὶ τὶ ποιήσω ἡ τάλαινα ὅτι ἐνταῦθα μετάνοια οὐκ ἔστιν B 10, 11 ἐνταῦθα— ἐληθαργ.] om B 11 ᾖραν αὐτὴν] + αἱ ὑπηρέται τῆς ὀργῆς C 14, 15 καὶ τίς- ἀμαρτ.] om C 14 ἐλέγχων] κατέχων B 17 ἤεγκεν] προσέταξεν B; ἔταξεν C 17—19 ὁ ἀποδεικν. οὖτος— Ἐνὼχ] ὸ ἕτερος προσκομίζωον τὰς ἁμαρτίας κ. ἐλέγχων τὰς ἀγαθὰς κ. παηρὰς πράξεις ἐστὶν ἔνωχ ὁ μάρτὺς τῆς ἐσχάτης ἡμέρας B 19 γραμματεὺς] γραφεὺς A 19—21 Ἐνὼχ— δικαιοσύνας] om A (which reads γραφεὺς τῆς δικ. κ. τῶν ἀμαρτι ἑκάστου] ἀπέστειλεν- ἑκάστου] κ. προσετάγειν παρὰ κυ ἐν τῶ κόσμω διάγειν κ. ἀπογράφεσθαι πράξεις κ. λαγισμοὺς ἕνος ἑκάστου ἀνθρώπου B 22 βαστάσαι τὸ βάρος τῶ ψ.] βλέπειν κ. προσκομίζειν ἔνος ἑκάστου τὰς ἁμαρτίας κ. τὰς δικαιοσύνας Β; βαστᾶσαι τὸ μέρος τῶ ψ. C 24 ἀπόφασιν] ἀπολογίαν A; ἀποφάσεις ἢ κ. σώζειν τοὺς ἐξομολογουμένους B 24—p. 116, 10 ἐὰν— κόλασιν] ταῦτα κ. αὐτὸς ὁ Ἐ. πρὸς κν ἐλάλησεν ἴνα μὴ πρὸς τοὺς ανους ἐπιβαρὶς γύνεται ἀλλʼ ὁ κς οὐκ ἤκουσεν αὐτοῦ ἀλλʼ ἐκέλευσεν αὐτὸν οὕτος ποιεῦν B)

116
[*](ABC) αὐτῶν, οὐ συγχωρεῖται· ἀλλʼ οὐ τὰ τοῦ Ἐνὼχ αὐτοῦ ἀποφαίνεται, ἀλλʼ ὁ κύριός ἐστιν ὁ ἀποφαινόμενος, καὶ τούτου οὐκ ἐστὶν εἰ μὴ μόνον τό γράψαι. ἐπειδὴ ηὔξατο Ἐνὼχ πρὸς κύριον λέγων· Οὐ θέλω, κύριε, ἀποδοῦναι τῶν ψυχῶν ἀπόφασιν, ὅπως μὴ τινὸς ἐπιβαρὴς γένωμαι· καὶ εἶπεν κύριος πρὸς Ἐνώχ· Ἐγὼ κελεύσω σε ἵνα γράφῃς τὰς ἁμαρτίας ψυχῆς ἐξιλεουμένης, καὶ εἰσελεύσεται εἰς τὴν ζωήν· καὶ ἡ ψυχὴ ἐὰν μὴ ἐξιλεωθῇ καὶ μετανοήσῃ, εὑρήσεις τὰς ἁμαρτίας αὐτῆς γεγραμμένας, καὶ βληθήσεται εἰς τὴν κόλασιν.

ΧΙΙ. καὶ μετὰ τὸ θεωρῆσαι Ἁβραὰμ τὸν τόπον τοῦ κριτηρίου, κατήγαγεν αὐτὸν ἡ νεφέλη ἐν τῷ στερεώματι κάτω. καὶ κατανοήσας Ἁβραὰμ ἐπὶ τὴν γῆν, εἶδεν ἄνθρωπον μοιχεύοντα γυναῖκα ὕπανδρον. καὶ στραφεὶς λέγει Ἁβραὰμ πρὸς Μιχαήλ· Θωρεῖς τὴν ἁμαρτίαν ταύτην; ἀλλὰ, κύριε, πέμψον πῦρ ἐξ οὐρανοῦ, ἵνα καταφάγῃ αὐτούς. καὶ εὐθὺς κατῆλθεν πῦρ καὶ κατέφαγεν αὐτούς· διότι εἶπεν κύριος τῷ Μιχαὴλ ὅτι Ὅσα αἰτήσεταί σε ὁ Ἁβραὰμ ποιῆσαι αὑτῷ, ποίησον. καὶ πάλιν ἀναβλέψας Ἁβραὰμ, εἶδεν ἄλλους ἀνθρώπους καταλαλοῦντας ἑταίρους, καὶ εἶπεν· Ἀνοιχθήτω ἡ γῆ καὶ καταπιέτω αὐτούς. καὶ ἐν τῷ εἰπεῖν αὐτῷ, κατέπιεν αὐτοὺς ἡ γῆ ζῶντας. καὶ πάλιν ἀνήςγαγεν αὐτὸν ἡ νεφέλη ἐν ἑτέρῳ τόπῳ. καὶ εἶδεν Ἁβραάμ τινας ἀπερχομένους εἰς ἔρημον τόπον τοῦ ποιῆσαι φόνον. καὶ εἶπεν πρὸς Μιχαήλ· Θεωρεῖς τὴν ἁμαρτίαν ταύτην; ἀλλʼ ἐλθέτωσαν θηρία ἐκ τῆς ἐρήμου καὶ διαμερίσονται αὐτούς. καὶ αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον θηρία ἐκ τῆς ἐρήμου καὶ κατέφαγον αὐτούς. τότε ἐλάλησεν κύριος ὁ θεὸς πρὸς τὸν Μιχαὴλ λέγων· Ἀπόστρεψον τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ καὶ μὴ ἀφήσεις αὐτὸν κυκλῶσαι πᾶσαν τὴν κτίσιν ἢν ἐποίησα, ὅτι οὐ σπλαγχνίζεται ἐπὶ τοὺς ἁμαρτωλοὺς, ἀλλʼ ἐγὼ σπλαγχνίζομαι ἐπὶ τοὺς ἁμαρτωλοὺς ὥστε ἐπιστρέψουσιν καὶ ζήσωσιν καὶ μετανοήσωσιν ἐκ [*](6 ἐγὼ κελεύσω σε] ἐγέρθητί μοι σημειῶν πρὸς σὲ C 8 μὴ ἐξιλεωθῇ καὶ] om A 9 βληθήσεται] -ονται A; κληθήσεται C 26, 27 διαμερίσονται αὐτοὺς] διαφάγωσιν αὐτοὺς A; καταφαγέτωσαν αὐτοὺς ὅτι τοιοῦτον ἀνόμημα ὄρμη- σαν ποιῆσαι B 33—p. 117, 1 ὥστε— σωθήσονται] ὡς τὸ ἐπιστρέψαι κ. ζήσωοσιν—σωθήσ. A; om B ; ὥστε ἐπιστρέφουσιν κ. μετανοήσωσιν—σωθήσ. C)

117
τῶν ἁμαρτιῶν αὐτῶν, καὶ σωθήσονται. καὶ κατὰ τὴν [*](ABC) ἐνάτην ὥραν ὑπέστρεψεν Μιχαὴλ τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ. Σάρρα δὲ ἡ γυνὴ αὐτοῦ, μὴ θεωρήσασα τὸν Ἁβραὰμ τί γέγονεν, κατεπόθη τῇ λυπῇ καὶ παρέδωκε τὴν ψυχήν· καὶ μετὰ τὸ ὑποστρέψαι τὸν Ἁβραὰμ, εὖρεν αὐτὴν νεκρὰν, καὶ ἔθαψεν αὐτήν.

ΧΙΙΙ. ὅτε δὲ ἤγγισαν αἱ ἡμέραι τοῦ θανάτου τοῦ Ἁβραὰμ, εἶπεν κύριος ὁ θεὸς πρὸς Μιχαήλ· Οὐ μὴ τολμήσῃ θάνατος ἐγγίσαι τοῦ ἐξενεγκεῖν τὴν ψυχὴν τοῦ δούλου μου, ὅτι φίλος μου ἐστίν· ἀλλὰ ἄπελθε καὶ κόσμησον τὸν θάνατον ἐν πολλῇ ὡραιότητι, καὶ οὕτως ἀπόστειλον αὐτὸν πρὸς Ἁβραὰμ ὅπως θεάσηται αὐτὸν τοῖς ὀφθαλμοῖς αὐτοῦ. καὶ ὁ Μιχαὴλ εὐθὺς καθὼς προσετάχθη ἐκόσμησεν τὰν θάνατον ἐν πολλῇ ὡραιότητι, καὶ οὕτως ἀπέστειλεν αὐτὸν πρὸς Ἁβραὰμ, ὅπως θεάσηται αὐτόν. καὶ ἐκάθισεν πλησίον τοῦ Ἁβραάμ· ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸν θάνατον πλησίον αὐτοῦ καθήμενον ἐφοβήθη φόβον μέγαν. καὶ εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ· Χαίροις, ἁγία ψυχή. χαῖρε, φίλος κυρίου τοῦ θεοῦ· χαῖρε, τὸ παραμύθιον τοῦ ξενισμοῦ τῶν ὁδοιπόρων. καὶ εἶπεν Ἁβραάμ· Καλῶς ἐλήλυθας, δοῦλε θεοῦ ὑψίστου· παρακαλῶ σε, εἰπέ μοι τίς εἶ σὺ, καὶ εἰσελθὼν ἐν τῷ οἴκῳ μετάλαβε βρώσεως καὶ πόσεως, καὶ ἀπόστηθι ἀπʼ ἐμοῦ· ἀφʼ οὗ γὰρ ἐθεασάμην σε καθήμενον ἔγγιστά μου, ἐταράχθη ἡ ψυχή μου. πάντως γὰρ οὐκ εἰμὶ ἄξιος μετά σου πλησιάζειν, σὺ γὰρ εἶ ὑψηλὸν πνεῦμα, ἐγὼ δὲ σὰρξ καὶ αἶμα, καὶ διὰ τοῦτο οὐ δύναμαι βαστάσαι τὴν δόξαν σου. θεωρῶ γὰρ τὴν ὡραιότητά σου, ὅτι οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. καὶ [*](AB) εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ· Λέγω σοι, ἐν ὅλῳ τῷ κτίσματι ὃ ἔκτισεν ὁ θεὸς, οὐχ εὑρέθη ὅμοιός σου· καὶ [*](1, 2 καὶ— ὤραν] κ. ταύτη τὴν ὥραν A; ἐν ἐκείνη τῆ ἡμέρα· καὶ C 3— 6 Σάρρα δὲ— ἔθαψεν αὐτὴν] κ. οὕτως ἀπέθανεν ἡ γυνὴ αὐτοῦ— αὐτὴν ὁ Ἁβρ. A; κ. πρῶτον τέθνηκεν ἡ γυνὴ αὐτοῦ κ. ἕθ. αὐτήν B 7—9 τοῦ Ἁβρ.— ἐγγίσαι] om B 12, 13 τοῖς ὀφθ. αύτοῦ] ἔμπροσθεν αὐτοῦ πρὸς θάνατον A; om B 16 καὶ ἐκάθ.— Ἁβρ.] om AC καὶ] om B 18—21 καὶ εἷπεν ὁ θάν. —ὑψίστου] om AB 22, 23 σὺ— πόσεως] om AB 27, 28 θεωρῶ—κόσμου τούτου] om B 28—p. 118, 26 τούτοι—ψυχὴν τοῦ Ἁ.] om C, a leaf of which is lost here 30 κτίσματι ὃ] κτισμ. ἤν A; κόσμω ὅ B)

118
[*](AB) αὐτὸς γὰρ ὁ θεὸς ζητήσας οὐχ εὗρεν τοιοῦτον ἐπὶ πάσης τῆς γῆς. καὶ εἶπεν Ἁβραὰμ πρὸς τὸν θάνατον· Πῶς ἐτόλμησας ψεύσασθαι; ὅτι ὁρῶ τὴν ὡραιότητά σου ὅτι οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. καὶ εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ· Μὴ νομίσῃς, Ἁβραὰμ, ὅτι ἡ ὡραιότης αὕτη ἐμή ἐστιν, ἢ καὶ οὕτως πορεύομαι εἰς πάντα ἄνθροπον. οὐχὶ, ἀλλʼ ἐάν τις δίκαιος ὡς σὺ, οὕτως λαμβάνω στεφάνους καὶ ἀπέρχομαι πρὸς αὐτόν· ἐὰν δὲ ἁμαρτωλός ἐστιν, ἀπέρχομαι ἐν μεγάλῃ σαπρότητι καὶ ἐκ τῆς ἁμαρτίας αὐτῶν ποιῶ στέφανον τῇ κεφαλῇ μου, καὶ ταράσσω αὐτοὺς ἐν μεγάλῳ φόβῳ, ἵνα ἐκθαμβῆται. λέγει οὖν Ἁβραὰμ πρὸς αὐτόν· Καὶ πόθεν ἔστιν ἡ ὡραιότης αὕτη; καὶ λέγει ὁ θάνατος· Οὐκ ἐστὶν ἄλλος σαπρότερός μου. λέγει αὐτῷ ὁ Ἁβραάμ· Καὶ μὴ σὺ εἶ ὁ λεγόμενος θάνατος; ἀπεκρίθη αὐτῷ καὶ εἶπεν· Ἐγώ εἰμι τὸ πικρὸν ὄνομα· ἐγώ εἰμι κλαυθμός ---.

[*](A)

XIV. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Δεῖξον ἡμῖν τὴν σαπρότητά σου. καὶ ἐφανέρωσεν ὁ θάνατος τὴν σαπρότητα αὐτοῦ· καὶ εἶχεν δύο κεφαλάς· ἡ μία εἶχεν πρόσωπον δράκοντος, καὶ διʼ αὐτοῦ τινὲς ὑπὸ ἀσπίδων τελευτῶσιν ἄφνω· ἡ δὲ ἑτέρα κεφαλὴ ὁμοία ῥομφαίας· διὰ τοῦτο τινες ἐν ῥομφαιᾷ τελευτῶσιν ὡς ἐπὶ τόξοις. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐτελεύτησαν οἱ παῖδες τοῦ Ἁβραὰμ διὰ τὸν φόβον τοῦ θανάτου· οὓς ἰδὼν Ἁβραὰμ ηὔξατο πρὸς κύριον, καὶ ἀνέστησεν αὐτούς. ἐπέστρεψεν δὲ ὁ θεὸς καὶ [*](AC) ἐξέτεινεν τὴν ψυχὴν τοῦ Ἁβραὰμ ὡς ἐν ὀνείροις, καὶ ὁ ἀρχιστρατηγὸς Μιχαὴλ ἦρεν αὐτὴν εἰς τοὺς οὐρανούς. [*](5 μὴ νομίσης, Ἁβρ.] om A 7—11 οὐχὶ— ἐκθαμβῆται] om B 9 τῆς] τὰς A 11—16 λέγει οὗν— κλαυθμὸς] om A 16 κλαυθμὸς] with this word B breaks off 19 σαπρότητα αὐτοῦ] +ἐφανέρωοσεν δὲ αὐτοὺς A 21 ῥομφαίας] -α A 22 τόξοις] -ος A 26—p. 119, 5 ὀνείροις —ἀμήν] ὀνείροις καὶ ἰδοὺ ἄρμα κυρίου τοῦ θεοῦ ἦρεν τὴν τιμίαν αὐτοῦ φυχὴν εἰς τοὺς οὐρανοὺς, καὶ ἄγγελοι προάγατες καὶ ἀκολουθοῦντες μετὰ λαμπάδωον καὶ θυμιατῶν, δοξάζυντες καὶ εὐλογοῦντες τὸν θεὸν τὸν ὕφιστον. ἔδραμεν δὲ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ, καὶ ἔπεσεν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἔκλαυσεν καὶ κατεφίλησε αὐτὸν, ὁμοίως καὶ οἱ οἰκοπαῖδες ἅπαντες· καὶ βαστάζοντες τὸ τιμιώτατον ἐκεῖνο λείψανον ἀπήγαγον· καὶ ἔθαψεν αὐτὸ Ἰσαὰκ οἰκειοχείρως πλησίον τῆς μητρὸς αὐτοῦ Σάρρας. καὶ ὑπέστρεψαν δοξάζοντες καὶ ὑμνοῦντες τὸν θεὸν ἡμῶν· ὅτι αὐτῷ ὑπάρχει ἡ δόξα, ἡ τιμὴ, καὶ ἡ μεγαλοσύνη εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. C 26, 27 κ. ὁ άρχιστρ. M.] ὁ ἀρχ. M. καὶ A.)

119
ἔθαψεν δὲ Ἰσαὰκ τὸν πατέρα αὐτοῦ πλησίον τῆς μητρὸς [*](AC) αὐτοῦ τῆς Σάρρας, δοξάζων καὶ αἰνῶν τὸν θεόν· ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.