Περὶ ἀπαθείας
Teles Megarenesis
Teles Megarenesis. Teletis Reliquiae. Hense, Otto, editor. Tübingen: Mohr, 1909.
Μήποθ’ ὃν τρόπον ἀπύρηνος ῥοὰ λέγεται καὶ ἀτράχηλοι καὶ ἄπλευροι ἄνθρωποι, οὕτω καὶ ἄλυποι καὶ ἄφοβοι ἄνθρωποι λέγονται; — βούλει οὖν τοῖς αὐτοῖς παραδείγμασι χρησάμενοι λέγωμεν, ὃν τρόπον ἀπύρηνος ῥοὰ λέγεται καὶ ἄπλευροι καὶ ἀτράχηλοι ἄνθρωποι, οὕτω καὶ ἀναμάρτητοι καὶ ἄφθονοι λέγονται; καὶ ὃν τρόπον ἐκεῖ ἄπλευρος οὐ κατὰ στέρησιν πλευρῶν, ἀλλὰ τοιούτων πλευρῶν λέγεται, οὕτω καὶ ὁ ἄφρων καὶ ὁ ἄνους οὐ κατὰ στέρησιν φρενῶν καὶ νοῦ, ἀλλὰ τοιούτων φρενῶν καὶ τοιούτου νοῦ; καὶ ὥσπερ τὸν ἄπλευρον ἔχειν μὲν φαμὲν πλευράς, μοχθηρὰς δέ, οὕτω καὶ τὸν ἄνουν ἔχειν μὲν νοῦν, μοχθηρὸν δέ, καὶ τὸν ἄφρονα ἔχειν μὲν φρένας, μοχθηρὰς δέ; ἢ παντάπασι τὸ πεπεῖσθαι ταῦτα γελοῖον; ἀλλ’ ὥσπερ ἀναμάρτητος ὁ ἐκτὸς ἁμαρτίας, καὶ ἄφθονος
καὶ ἀβάσκανος 〈ὁ ἐκτὸς φθόνου καὶ βασκανίας〉, καὶ ἀπερίεργος καὶ ἀμεμψίμοιρος 〈ὁ〉 ἐκτὸς ἑκατέρου τούτων, οὕτω καὶ ἄλυπος καὶ ἄφοβος 〈ὁ〉 ἐκτὸς λύπης καὶ φόβου; οὕτω γὰρ καὶ εὐδαίμων ἔσται [ὁ] ἐκτὸς τοῦ πάθους καὶ ταραχῆς ὤν. ὅστις δὲ ἐν ὀδύνῃ καὶ λύπῃ [ὤν] καὶ φόβῳ ἐστί, πῶς ἂν ἐκεῖνος εὐαρεστοίη τῷ βίῳ, ἢ μὴ, εὐαρεστῶν πῶς ἂν εἴη εὐδαίμων; ἢ εἰ λύπη ἅψεται, πῶς οὐ καὶ φόβος καὶ ἀγωνία καὶ ὀργὴ καὶ ἔλεος; ὧν γὰρ ὑπαρξάντων ἄνθρωποι λυποῦνται, τούτων ἐν προσδοκίᾳ γενόμενοι φοβοῦνται καὶ ἀγωνιῶσι καὶ τοὺς ἀναξίως δοκοῦντας περιπίπτειν τούτοις ἐλεοῦσι καὶ τοῖς κατὰ προαίρεσιν περιβάλλουσιν ὀργίζονται καὶ θυμοῦνται καὶ ὑφορῶνται· καὶ οὓς μισοῦσι, τούτους ὁρῶντες εὖ πράττοντας ζηλοτυποῦσι καὶ φθονοῦσι, καὶ ἀκούσαντες ἔχοντάς τι κακὸν ἐπιχαίρουσιν. εἰ οὖν ἐν λύπῃ ἔσται, πῶς ἐκτός τινος ἔσται πάθους; ἢ μηθενὸς ἐκτὸς ὤν πῶς ἀπαθὴς ἔσται; ὅπερ δεῖ τὸν μακάριον εἶναι, ὥστε οὖν μήτε ἐπὶ φίλου μήτε ἐπὶ τέκνου τελευτῇ λυπηθῆναι, εἴπερ μηδὲ ἐπὶ τῇ αὑτοῦ. ἢ οὐκ ἄνανδροί σοι δοκοῦσιν εἶναι οἱ τὸν ἑαυτῶν θάνατον ἀγεννῶς καὶ μὴ εὐθαρσῶς προσδεχόμενοι; ἢ οὐ δεῖ τὸν εὔψυχον καὶ ἀνδρεῖον εὐψύχως τὴν ἑαυτοῦ τελευτὴν φέρειν, ὥσπερ Σωκράτης, μὴ δυσφοροῦντα μηδὲ δυσκολαίνοντα; ἢ δυσχερέστερόν τι κρίνειν τὴν ἄλλου τελευτὴν τῆς ἑαυτοῦ; ἢ οὐχ ὁμοίως αὑτὸν ἀγαπᾷ καὶ στέργει; ἢ τὸν φίλον μᾶλλον καὶ τὰ τέκνα ἢ ἑαυτόν; καὶ ταύτην μὲν ἐπαινοῦσιν ἐντελλομένηνσὺ δ’ ὦ τεκοῦσα, μή τι σὴν λιβάσι κατάσπενδε . . . . .παρηίδα,τὴν δὲ κατακολουθοῦσαν ὠμὴν φησὶν ἡ δόξα. ἐπεὶ καὶ ταυτασὶ τὰς Λακωνικὰς γυναῖκας πᾶς τις ἐπαινεῖ ὡς εὐψύχους. ἀκούσασά 〈τις〉 τὸν ἑαυτῆς υἱὸν σεσωσμένον καὶ πεφευγότα ἐκ τῶν πολεμίων, γράφει αὐτῷ [κακὰ φάμα τεῦ κακκέχυται· τὺ ὦν ἢ ταύταν ἀπότριψαι ἢ μηδ’ ἁμὶν φάνευ.] οὐχ ὡς ἂν Ἀττικὴ γυνὴ ἀκούσασα σεσωσμένον ἔγραψεν ἂν εὖ τέκνον, ὅτι σαυτόν μοι ἔσωσας, ἀλλ ἐκ τῶν ἐναντίων κακὰ φάμα τεῦ κακκέχυται· τὺ ὦν ἢ ταύταν ἀπότριψαι ἢ μηδ’ ἁμὶν φαίνευ, τοῦτο δέ ἐστιν ἄπαγξαι. καὶ ἄλλη πάλιν ἀπαγγείλαντος αὐτῇ τοῦ κήρυκος ὅτι ὁ υἱὸς ἐν τῇ παρατάξει τετελεύτηκε ποῖός τις φησί γενόμενος; ἀνὴρ ἀγαθός, ὦ μῆτερ. εὖγε, ὦ τέκνον φησί· τούτου γὰρ ἕνεκά σε φησίν ἐγέννησα, ἵνα χρήσιμος καὶ βοηθὸς ἦσθα τᾷ Σπάρτᾳ. οὐκ ἔκλαιε καὶ ἐδεινοπάθει, ἀλλὰ καὶ ἀκούσασα ὅτι εὐψύχως, ἐπῄνεσε. καὶ ἐκείνη δὲ πάλιν ἡ Λάκαινα ὡς γεννική· φυγόντων γὰρ αὐτῆς τῶν υἱῶν ἐκ τῆς μάχης καὶ παραγενομένων πρὸς αὐτὴν ποῦ φησίν ἥκατε φεύγοντες; ἢ δεῦρο καταδυσόμενοι ὅθεν ἐξέδυτε; ἀνασυραμένη καὶ δείξασα αὐτοῖς. ὅρα εἰ καὶ τῶν παρ’ ἡμῖν τις γυναικῶν τοῦτ’ ἂν ποιήσειεν. ἀλλ’ οὐκ ἀσμένη ὄψεται σεσωσμένους; ἐκεῖναι δ’ οὔ. ἀλλ’ ἀποθανόντας εὐψύχως ἥδιον 〈. . . . διὸ⟩ καὶ ἐπιγράφουσι Λακεδαιμόνιοι
. . . οὔ[τε] τὸ ζῆν θέμενοι καλὸν οὔτε τὸ θνῄσκειν, ἀλλὰ τὸ ταῦτα καλῶς ἀμφότερ’ ἐκτελέσαι.πῶς δὲ οὐκ ἀλόγιστον καὶ ἄλλως μάταιον τὸ τελευτήσαντος τοῦ φίλου καθῆσθαι κλαίοντα καὶ λυπούμενον καὶ ἑαυτὸν προσκαταφθείροντα; δέον, ἵνα καί τι μᾶλλον φιλόσοφος δόξῃ παρὰ τοῖς ἀποπλήκτοις, πρὸ τοῦ τελευτῆσαι τὸν φίλον ὀδυνᾶσθαι 〈καὶ〉 κλαίειν, ἐνθυμούμενον ὅτι αὐτῷ ὁ φίλος θνητὸς ἐγένετο καὶ ἄνθρωπος. οὐ γὰρ ὀρθῶς φησὶ βουλευομένου ὁ Στίλπων τὸ διὰ τοὺς ἀπογενομένους τῶν ζώντων ὀλιγωρεῖν· γεωργὸς οὐ ποιεῖ τοῦτο, οὐδ’ ἐὰν τῶν δένδρων ξηρόν τι γένηται, καὶ τὰ ἄλλα προσεκκόπτει, ἀλλὰ τῶν λοιπῶν ἐπιμελόμενος πειρᾶται τὴν τοῦ ἐκλελοιπότος χρείαν ἀναπληροῦν. οὐδ’ ἡμεῖς ἐπὶ τῶν ἡμετέρων μερῶν· γελοῖον γὰρ ἔσται εἰ ἐὰν τὸν ἕτερόν τις ὀφθαλμὸν ἀποβάλῃ, δεήσει καὶ τὸν ἕτερον προσεκκόψαι, κἂν ὁ εἷς ποὺς κυλλός, καὶ τὸν ἕτερον ἀνάπηρον ποιεῖν, κἂν ἕνα ὀδόντα, καὶ τοὺς ἄλλους προσεκλέξαι· ἀλλ’ ἐπὶ μὲν τούτων εἴ τις οὕτως οἴοιτο, μαργίτης· τοῦ δὲ υἱοῦ τελευτήσαντος ἢ τῆς γυναικός, 〈εἰκὸς〉 αὑτοῦ τε ὀλιγωρεῖν ζῶντος καὶ τὰ ὑπάρχοντα προσκαταφθείρειν; καὶ εἰ μὲν τῶν γνωρίμων τινὸς υἱὸς ἢ γυνὴ ἀπέθανε, παρεκάλεις ἄν, οἰόμενος δεῖν ἀνδρωδῶς καὶ θαρσαλέως καὶ μὴ βαρέως φέρειν· αὐτὸς δὲ τοῖς αὐτοῖς περιπεσὼν συμπτώμασιν, οὕτως οἴει δεῖν δυσφορεῖν. ἀλλ’ οὐ πράως καὶ εἴπερ ἕτερον, παρακαλεῖν μέτριον ἐν στενοχωρίᾳ καὶ ἀπορίᾳ μὴ δυσκολαίνειν μηδὲ ἀβίωτον τὸν βίον νομίζειν, ἀλλὰ τῷ δοκοῦντι κακῷ τὸ δοκοῦν ἀγαθὸν ἀντιτιθέναι καὶ ἐξισοῦν ἀπογέγονεν ὁ φίλος, καὶ γὰρ γέγονε.’ σὺ δέ, ὅτι μὲν ἀπογέγονεν, ἀκληρεῖν οἴει, ὅτι δὲ ἐγένετο, οὐκ εὐκληρεῖν· καὶ εἰ μὲν μηκέτι παρέξεται χρείας ἀπογενόμενος, ἄθλιον, ὅτι δὲ παρείχετο γενόμενος, οὐ μακάριον. - Ναί· ἀλλ’ οὐκέτι ἔσται. - Οὐδὲ γὰρ ἦν μυριοστὸν ἔτος, οὐδ’ ἐπὶ τῶν Τρωικῶν· οὐδὲ γὰρ κατὰ τοὺς προπάππους σου. σὺ δὲ ἐπὶ μὲν τούτῳ οὐκ ἄχθῃ, ὅτι δὲ εἰς ὕστερον οὐκ ἔσται, δυσχεραίνεις. — Χρειῶν γὰρ ἐστέρημαι. — Καὶ γὰρ ὑπουργιῶν, ἃς αὐτὸς ἐλειτούργεις ζῶντι τῷ τέκνῳ καὶ τῷ φίλῳ καὶ κακοπαθῶν καὶ δαπανῶν. ἄδηλον γὰρ φησὶν ὁ Σωκράτης οὐ μόνον τῷ καλὴν εἰ ἐπὶ ταύτῃ πλείω, ἀλλὰ καὶ τῷ τέκνα καὶ φίλους εἰ περὶ τούτους πλείω. ἔπειτα δὴ καὶ ἀποδημοῦντος αὐτοῦ χρειῶν στερηθήσῃ καὶ στρατευομένου ὑπὲρ τῆς πατρίδος καὶ πρεσβεύοντος καὶ ἱερεύοντος καὶ ἀρρωστήσαντος καὶ πρεσβυτέρου γενομένου. ἀλλ’ εἰ ἐπὶ πᾶσι τούτοις δυσκολαίνοις, τί τοῖς γρᾳδίοις ἀπολείψεις; ἄλογον δὲ καὶ ἅμα μὲν ἐπιβάλλουσαν ἡγεῖσθαι τὴν στρατείαν καὶ τὴν ἀποδημίαν τῷ φίλῳ καὶ αὐτὸν συνεκπίπτειν καὶ εἰ μὴ ἀποδημοίη ἐγκαλεῖν ὡς ἁμαρτάνοντι, ἅμα δὲ δυσφορεῖν εἰ ἀποδημήσει ἢ στρατεύσεται. καλῶς τὸ τοῦ κυβερνήτου ἐκείνου ἀλλ’ οὖν γε, ὦ Πόσειδον, ὀρθήν’. οὕτω καὶ ἀνὴρ ἀγαθὸς εἴποι πρὸς τὴν τύχην ἀλλ’ οὖν γε ἄνδρα, καὶ οὐ βλᾶκα.