Περὶ συγκρίσεως πενίας καὶ πλούτου
Teles Megarenesis
Teles Megarenesis. Teletis Reliquiae. Hense, Otto, editor. Tübingen: Mohr, 1909.
Δοκεῖ μοι ἡ τῶν χρημάτων κτῆσις σπάνεως καὶ ἐνδείας ἀπολύειν. — Καὶ πῶς; οὐχ ὁρᾷς ἐνίους κεκτημένους μὲν πολλὰ ὡς δοκοῦσιν, οὐ χρωμένους δὲ τούτοις δι’ ἀνελευθερίαν καὶ ῥυπαρίαν; ἀλλ’ ὥσπερ ὁ Πρίαμος οὐδ’ ἔτλη ἕζεσθαι ἐπὶ θρόνου
πολλῶν κατὰ οἶκον ἐόντων,ἀλλὰ χαμαὶ ἐκάθητο
κυλινδόμενος κατὰ κόπρον,οὕτως ἔνιοι πολλῶν ὑπαρχόντων αὐτοῖς δι’ ἀνελευθερίαν οὐδενὸς γεύονται οὐδὲ ἅπτονται· ἀλλὰ πλείω οἱ μῦς κατεσθίουσι καὶ οἱ μύρμηκες ἢ αὐτοί. ὥσπερ ὁ Λαέρτης, [ἀγροῦ ἐπ’ ἐσχατιῆς γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε παρτίθει] εἰς ἀγρὸν ἀπελθὼν μόνος μετὰ γρᾳδίου κακουχεῖ αὑτὸν καὶ ξηραίνει, οἱ δὲ μνηστῆρες τὰ ἐκείνου. καὶ ὥσπερ ὁ Τάνταλος ἐν λίμνῃ ἕστηκεν, ὥς φησιν ὁ ποιητής, κατὰ κρατὸς δὲ καρποί,
ἀλλ’ ὁπότ’ ἰθύσει’ ὁ γέρωνπιεῖν ἢ τῶν καρπῶν ἅψασθαι, ἡ μὲν λίμνη ξηρὰ ἐγίνετο,
τοὺς δ’ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα,οὕτως ἐνίων ἡ ἀνελευθερία καὶ δυσελπιστία καὶ τὸν οἶνον καὶ τὸν σῖτον καὶ τὴν ὀπώραν ῥίπτασκεν, οὐ ποτὶ νέφεα ἀλλ’ ἃ μὲν εἰς τὴν ἀγορὰν ἃ δὲ εἰς τὸ καπηλεῖον, καὶ ἐπιθυμοῦντες οὐδενὸς γεύονται. καὶ ἐὰν μὲν πρὸς ἕτερον κληθῇ, ἐκπαθῶς ἀπολαύει, αὐτὸς δὲ ἔχων οὐθενὶ ἂν παρέχοι, ἀλλ’ ἐπιθυμῶν στραγγεύεται· καὶ εἰ μέν τις αὐτὸν ἐξοικίζοι, τὸν τοιοῦτον πολέμιον ἂν ἡγοῖτο, ἑαυτὸν δὲ ἐξοικίζων οὐ δοκεῖ εἶναι πολέμιος. οὐκ ἀηδῶς δ’ ἔμοιγε δοκοῦσι καὶ οἱ ἀρχαῖοι πρὸς ταῦτα ἐρωτᾶν· ὃ μὴ ἀπολύει ἀπληστίας καὶ ἀνελευθερίας καὶ ἀλαζονείας ἄνθρωπον, οὐδὲ ἐνδείας οὐδὲ σπάνεως ἀπολύει· οὐθὲν δὲ τῶν τοιούτων ἀπληστίας καὶ ἀνελευθερίας καὶ ἀλαζονείας ἀπολύει· τὸν γὰρ τρόπον οὐ μετατίθησιν· ὥσπερ οὐδὲ τῶν σωφρονούντων ἡ πενία, ἐὰν ἐκ πλουσίων πένητες γένωνται. θᾶττον γὰρ ἂν ἔμοιγε δοκεῖ τις εἰπεῖν ὡς τὴν χρόαν, τὸ μέγεθος, [ἢ] τὴν ὄψιν μετατίθησιν ἡ τῶν χρημάτων κτῆσις ἤπερ τὸν τρόπον· ἕως δ’ ἂν ᾖ οὗτος ἄπληστος ἀνελεύθερος ἀλαζὼν δειλός, ἐν ἐνδείᾳ καὶ σπάνει ἔσται. — Καὶ πῶς σπανίζουσιν οὗτοι τούτων ἃ ἔχουσι; — Πῶς δὲ οἱ τραπεζῖται, φησὶν ὁ Βίων, χρημάτων, ἔχοντες αὐτά; οὐ γὰρ αὑτῶν ὄντα ἔχουσιν· οὐδὲ ἄρα οὗτοι αὑτῶν. εἰ δὲ καὶ τοῦτό τίς σοι δοίη ἐπὶ τοῦ παρόντος, ἀλλ’ ὅμοιόν ἐστι τὸ οὕτως ἔχειν 〈καὶ τὸ μὴ ἔχειν〉, ὅταν ἀδυνατῇς αὐτοῖς χρῆσθαι. ἢ τί διαφέρει μὴ ἔχειν ἢ οὕτως ἔχειν ὡς αἱ Φορκίδες τὸν ὀφθαλμὸν ἀποκείμεν〈ον ἔχειν λέγοντ〉αι, αὐτὰς δὲ εἰς φραγμοὺς καὶ βόθρους καὶ βόρβορον ἐμπίπτειν, μηθὲν προορωμένας, ἀλλ’ ἐώσας ἀποκεῖσθαι, ἕως ὅτου καὶ αὐτὸν τὸν ὀφθαλμὸν ὁ Περσεὺς ὑφείλετο; ἢ τί διαφέρει μὴ ἔχειν τροφὴν ἢ τοιαύτην ἔχειν, ἧς οὐ μὴ γεύσηται, . . . ἰχθῦς καὶ περιστέρια ἢ Αἰγυπτίῳ κύνα ἢ Ἕλληνι κρανίον ἀνθρώπου; ὁμοίως γὰρ σπανιεῖ τροφῆς καὶ ἔχων ταύτην καὶ μὴ ἔχων. τί οὖν ὄφελος τὸ οὕτως ἔχειν; ἐπεὶ καὶ σὺ ἀργύριον ἔχεις, ἀλλ’ οὐ μὴ χρήσῃ διὰ ῥυπαρίαν καὶ δειλίαν. διὸ καὶ οἱ ἀρχαῖοι ἔλεγον οὐκ ἀηδῶς· ἔφασαν γὰρ τῶν ἀνθρώπων οὓς μὲν χρήματα ἔχειν οὓς δὲ κτήματα. οὓς μὲν γὰρ χρᾶσθαι τοῖς ὑπάρχουσιν, οὓς δὲ μόνον κεκτῆσθαι οὔτε ἑαυτοῖς προϊεμένους οὔτε ἄλλοις μεταδιδόντας. καὶ ὃν τρόπον, ὅταν βασιλεὺς ἢ δυνάστης τὰ ὑπάρχοντα παρασφραγίσηται, οὐκ ἔστιν ἅψασθαι, οὕτως ἐνίων ἡ ἀνελευθερία καὶ δυσελπιστία τὰ ὑπάρχοντα παρεσφράγισται οὐκ ἐῶσᾳ ἅψασθαι, ἀλλὰ σπανίζουσι καὶ ἐν ἐνδείᾳ εἰσίν, ἐπιθυμοῦντες μὲν πολλῶν χρᾶσθαι δὲ οὐ δυνάμενοι. διὸ καὶ ὁ Κράτης πρὸς τὸν ἐπιζητοῦντα τί οὖν μοι ἔσται φιλοσοφήσαντι; δυνήσῃ φησί τὸ φασκώλιον ῥᾳδίως λῦσαι καὶ τῇ χειρὶ ἐξελὼν εὐλύτως δοῦναι, καὶ οὐχ ὥσπερ νῦν στρέφων καὶ μέλλων καὶ τρέμων, ὥσπερ οἱ παραλελυμένοι τὰς χεῖρας· ἀλλὰ καὶ πλῆρες ὂν αὐτὸ οὕτως ὄψει καὶ κενούμενον ἰδὼν οὐκ ὀδυνήσῃ, καὶ χρᾶσθαι προελόμενος ῥᾳδίως δυνήσῃ καὶ μὴ ἔχων οὐκ ἐπιποθήσεις, ἀλλὰ βιώσῃ ἀρκούμενος τοῖς παροῦσι, τῶν ἀπόντων οὐκ ἐπιθυμῶν, τοῖς συμβεβηκόσιν οὐ δυσαρεστῶν. καὶ εἴ τις βούλεται ἢ αὐτὸς ἐνδείας καὶ σπάνεως ἀπολυθῆναι ἢ ἄλλον ἀπολῦσαι, μὴ χρήματα αὐτῷ ζητείτω. ὅμοιον γάρ, φησὶν ὁ Βίων, ὡς εἴ τις τὸν ὑδρωπικὸν βουλόμενος παῦσαι τοῦ δίψους, τὸν μὲν ὕδρωπα μὴ θεραπεύοι, κρήνας δὲ καὶ ποταμοὺς αὐτῷ παρασκευάζοι. ἐκεῖνός τε γὰρ ἂν πρότερον πίνων διαρραγείη ἢ παύσαιτο τοῦ δίψους, οὗτός τε οὐκ ἄν ποθ’ ἱκανωθείη, ὅταν ᾖ ἄπληστος καὶ δοξοκόπος καὶ δεισιδαίμων. διὸ καὶ εἰ βούλει τὸν υἱόν σου τῆς ἐνδείας καὶ σπάνεως παῦσαι, μὴ πρὸς τὸν Πτολεμαῖον πέμπε ὅπως χρήματα κτήσεται· εἰ δὲ μή, ἀλαζονείαν προσλαβὼν ἀπελεύσεται, περανεῖς δὲ οὐδέν· ἀλλὰ [εἰς ἀκαδημίαν] πρὸς Κράτητα· ἐκεῖνος ἠδύνατο ἐξ ἀπλήστων καὶ πολυτελῶν ἐλευθερίους καὶ ἀφελεῖς κατασκευάζειν. καὶ Μητροκλῆς δὲ ἐκεῖνος ἔφη, ὡς ἔοικεν, ὅτε μὲν παρὰ Θεοφράστῳ καὶ Ξενοκράτει σχολάζοι, πολλῶν αὐτῷ ἐξ οἴκου ἀποστελλομένων φοβεῖσθαι μὴ τῷ λιμῷ ἀποθάνοι καὶ ἀεὶ σπανίζειν καὶ ἐνδεὴς εἶναι, μεταβὰς δὲ ὕστερον πρὸς Κράτητα κἂν ἄλλον προστρέφειν οὐδενὸς πεμπομένου. τότε μὲν γὰρ ἐξ ἀνάγκης ἔδει ὑπόδημα ἔχειν, καὶ τοῦτο ἀκάττυτον [ἥλους οὐκ ἔχον], εἶτα χλανίδα, παίδων ἀκολουθίαν, οἰκίαν μεγάλην, εἰς τὸ σύνδειπνον ὅπως ἄρτοι καθαροί, ὄψον μὴ τὸ τυχόν, οἶνος ἡδὺς, ὑποδοχὰς τὰς ἐπιβαλλούσας, ἵνα πολυτελῶς· ἐλευθέριος γὰρ παρ’ αὐτοῖς ἡ τοιαύτῃ ἀναστροφὴ ἐκρίνετο· πρὸς Κράτητα δὲ μεταβάντι οὐδὲν ἦν τούτων· ἀλλ’ ἀφελέστερος τῷ τρόπῳ γενόμενος ἠρκεῖτο τρίβωνι καὶ μάζῃ καὶ λαχανίοις οὐκ ἐπιποθῶν τὴν προτέραν δίαιταν οὐδὲ τῇ παρούσῃ δυσχεραίνων. πρὸς ῥῖγος ἡμεῖς μὲν ζητοῦμεν παχύτερον ἱμάτιον, ἐκεῖνος δὲ διπλώσας τὸν τρίβωνα περιῄει τρόπον τινὰ δύο ἱμάτια ἔχων. εἰ ἀλείψασθαι χρείαν ἔχοι, εἰσελθὼν ἂν εἰς τὸ βαλανεῖον τῷ γλοιῷ ἠλείψατο. καὶ βαδίσας ἐνίοτε πρὸς τὴν κάμινον οὗ τὰ χαλκεῖα, τῶν μαινίδων ἀπόπυριν ποιήσας, περιχέας ἂν ἐλᾴδιον καθίσας ἠρίστησε. καὶ ἐκάθευδε τὸ μὲν θέρος ἐν τοῖς ἱεροῖς, τὸν δὲ χειμῶνα ἐν τοῖς βαλανείοις· οὐ σπανίζων ὥσπερ πρὸ τοῦ οὐδὲ ἐνδεὴς ὤν, ἀλλ’ ἀρκούμενος τοῖς παροῦσι, διακόνους οὐκ ἐπιθυμῶν ἔχειν. θαυμαστὸν μὲν γάρ, φησὶν 〈ὁ Διογένης〉, εἰ Μάνης μὲν Διογένους ἄνευ δυνήσεται ζῆν, Διογένης δὲ ἄνευ Μάνους οὐ δυνήσεται θαρρεῖν. ὅταν δὲ ποιήσας ἀλαζόνα πολυτελῆ δεισιδαίμονα δοξοκόπον ἄπληστον χρήματα πολλὰ διδῷς, οὐδὲν περανεῖς. οὐκ ἀηδῶς γὰρ ὁ Φιλήμων
πλοῦτον μεταλήψεσθ’ ἕτερον, οὐχ ἕτερον τρόπον.τούτου δὲ μένοντος τοῦ αὐτοῦ ὁμοίως οὐκ ἀρκεῖται οὐδ’ ἱκανοῦται, ἀλλ’ ἐπιθυμίας καὶ ἐπιβολὰς τοσούτων καὶ τοιούτων ἔχει, ἐξ ὧν ἐν ἐνδείᾳ καὶ σπάνει ἔσται·
ἄπληστον γὰρ ἔχουσι κακοὶ νόον.καὶ παῖς μὲν ὢν ἐπιθυμεῖ ἔφηβος γενέσθαι, ἔφηβος δὲ γενόμενος ζητεῖ πάλιν τὸ χλαμύδιον ἀποθέσθαι, ὅταν δὲ ἀνδρωθῇ πάλιν εἰς τὸ γῆρας σπεύδει. νῦν δέ, φησίν, ἀβίωτος ὁ βίος, στρατεία, λειτουργία, πολιτικὰ πράγματα, σχολάσαι [αὐτῷ] οὐκ ἔστι. πρεσβύτης γέγονε· πάλιν ἐπιθυμεῖ τὰ ἐν νεότητι,
ἡ νεότης μοι φίλον ἀεί, τὸ δὲ γῆρας βαρύτερον Αἴτνης,καὶ μακαρίζει τὸν τοῦ παιδὸς βίον. οἰκέτης ἐστίν· ἐλεύθερος σπεύδει γενέσθαι· κἂν τούτου τύχω, φησί, πάντ’ ἔχω. γέγονεν ἐλεύθερος· δοῦλον εὐθὺς ἐπιθυμεῖ κτήσασθαι. γέγονε τοῦτ’ αὐτῷ· ἕτερον πρὸς σπεύδει κτήσασθαι· μία γάρ, φησί, χελιδὼν ἔαρ οὐ ποιεῖ. εἶτα δύο, εἶτα κἀγρόν, εἴτ’ Ἀθηναῖος . . . γενέσθαι, εἶτα ἄρξαι, εἶτα βασιλεῦσαι, εἶτα, ὥσπερ Ἀλέξανδρος, ἀθάνατος γενέσθαι· εἰ δὲ καὶ τούτου τύχοι, οἶμαι, ἵνα Ζεὺς γένηται ἐπιθυμήσει. πῶς οὖν ὁ τοιοῦτος οὐκ ἐνδεής; ἢ ποία χρημάτων ὕπαρξις 〈τῶν〉 τοιούτων ἐπιθυμιῶν ἀπολύει; οἱ βασιλεῖς αὐτοὶ πολλῆς ἐπάρχοντες καὶ προσόδους μεγάλας ἔχοντες οὐδὲν ἧττον σπανίζουσιν, ὥστε καὶ τυμβωρυχεῖν καὶ ἱεροσυλεῖν καὶ παρὰ τὸ προσῆκον φυγαδεύειν. ἅμα γὰρ τῇ ἀρχῇ πολλὰ τὰ ἀναγκαῖα ἀναπεπλάκασι, καὶ οὔτε τῆς ἀρχῆς ἀποστῆναι προαιροῦνται οὔτε τὰ καθ’ ἑαυτοὺς λιτότερον διεξάγουσιν· εἶτα ἀναγκάζονται πολλὰ ὧν 〈οὐ〉 βούλονται. εἰ δὲ πάντων τις τῶν τοιούτων ὑπεράνω γένοιτο, ἐν πολλῇ ἂν εἴη ἀδείᾳ καὶ ἀσπανιστίᾳ. οὐκ ἀηδῶς γὰρ Κράτης
οὐκ οἶσθα,φησί,
πήρα δύναμιν ἡλίκην ἔχει, θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν.τῷ ὄντι μέγα καὶ ἀξιόλογον καὶ πήρας καὶ θέρμων καὶ λαχάνων καὶ ὕδατος 〈τὸ〉 μηδενὸς φροντίζειν, ἀλλ’ εἶναι ἀθώπευτον καὶ ἀκολάκευτον.