Περὶ αὐταρκείας
Teles Megarenesis
Teles Megarenesis. Teletis Reliquiae. Hense, Otto, editor. Tübingen: Mohr, 1909.
Δεῖ ὥσπερ τὸν ἀγαθὸν ὑποκριτὴν ὅ τι ἂν ὁ ποιητῆς περιθῇ πρόσωπον τοῦτο ἀγωνίζεσθαι καλῶς, οὕτω καὶ τὸν ἀγαθὸν ἄνδρα ὅ τι ἂν περιθῇ ἡ τύχη. καὶ γὰρ αὕτη, φησὶν ὁ Βίων, ὥσπερ ποιήτρια, ὁτὲ μὲν πρωτολόγου, ὁτὲ δὲ δευτερολόγου περιτίθησι πρόσωπον, καὶ ὁτὲ μὲν βασιλέως, ὁτὲ δὲ ἀλήτου. μὴ οὖν βούλου δευτερολόγος ὢν τὸ πρωτολόγου πρόσωπον· εἰ δὲ μή,
ἀνάρμοστόν τι ποιήσεις. σὺ μὲν ἄρχεις καλῶς, ἐγὼ δὲ ἄρχομαι, φησί, καὶ σὺ μὲν πολλῶν, ἐγὼ δὲ ἑνὸς τουτουῒ παιδαγωγὸς γενόμενος, καὶ σὺ μὲν εὔπορος γενόμενος δίδως ἐλευθερίως, ἐγὼ δὲ λαμράνω εὐθαρσῶς παρὰ σοῦ οὐχ ὑποπίπτων οὐδὲ ἀγεννίζων οὐδὲ μεμψιμοιρῶν. σὺ κέχρησαι τοῖς πολλοῖς καλῶς, ἐγὼ δὲ τοῖς ὀλίγοις· οὐ γὰρ τὰ πολυτελῆ, φησί, τρέφει, οὐδὲ ἐκείνοις μὲν ἔστι μετ’ ὠφελείας χρῆσθαι, τοῖς δὲ ὀλίγοις καὶ εὐτελέσι μετὰ σωφροσύνης οὐκ ἔστι καὶ ἀτυφίας. διὸ καὶ εἰ λάβοι, φησὶν ὁ Βίων, φωνὴν τὰ πράγματα, ὃν τρόπον καὶ ἡμεῖς, καὶ δύναιτο δικαιολογεῖσθαι, οὐκ ἂν εἴποι, φησίν, [πρῶτον ἡ πενία, ἄνθρωπε, τί μοι μάχῃ;] ὥσπερ οἰκέτης πρὸς τὸν κύριον ἐφ’ ἱερὸν καθίσας δικαιολογεῖται τί μοι μάχῃ; μή τί σοι κέκλοφα; οὐ πᾶν τὸ προσταττόμενον ὑπὸ σοῦ ποιῶ; οὐ τὴν ἀποφορὰν εὐτάκτως σοι φέρω; καὶ ἡ Πενία 〈ἂν〉 εἴποι πρὸς τὸν ἐγκαλοῦντα τί μοι μάχῃ; μὴ καλοῦ τινος δι’ ἐμὲ στερίσκῃ; μὴ σωφροσύνης; μὴ δικαιοσύνης; 〈μὴ〉 ἀνδρείας; ἀλλὰ μὴ τῶν ἀναγκαίων ἐνδεὴς εἶ; ἢ οὐ μεσταὶ μὲν αἱ ὁδοὶ λαχάνων, πλήρεις δὲ αἱ κρῆναι ὕδατος; οὐκ εὐνάς σοι τοσαύτας παρέχω ὁπόση γῆ; καὶ στρωμνὰς φύλλα; ἢ εὐφραίνεσθαι μετ’ ἐμοῦ οὐκ ἔστιν; ἢ οὐχ ὁρᾷς γρᾴδια φυστὴν φαγόντα τερετίζοντα; ἢ οὐκ ὄψον ἀδάπανον καὶ ἀτρύφερον παρασκευάζω σοι τὴν πεῖναν; ἢ οὐχ ὁ πεινῶν ἥδιστα ἐσθίει καὶ ἥκιστα ὄψου δεῖται; καὶ ὁ διψῶν ἥδιστα πίνει καὶ ἥκιστα τὸ μὴ παρὸν ποτὸν ἀναμένει; ἢ πεινᾷ τις πλακοῦντα ἢ διψᾷ Χῖον; ἀλλ’ οὐ ταῦτα διὰ τρυφὴν ζητοῦσιν ἄνθρωποι; ἢ οἰκήσεις οὐ παρέχω σοι προῖκα, τὸν μὲν χειμῶνα τὰ βαλανεῖα, θέρους δὲ τὰ ἱερά; ποῖον γάρ σοι τοιοῦτον οἰκητήριον, φησὶν ὁ Διογένης, τοῦ θέρους, οἷον ἐμοὶ ὁ παρθενὼν οὗτος, εὔπνους καὶ πολυτελής; εἰ ταῦτα λέγοι ἡ Πενία, τί ἂν ἔχοις ἀντειπεῖν; ἐγὼ μὲν γὰρ 〈ἂν〉 δοκῶ ἄφωνος γενέσθαι. ἀλλ’ ἡμεῖς πάντα μᾶλλον αἰτιώμεθα ἢ τὴν ἑαυτῶν δυστροπίαν καὶ κακοδαιμονίαν, τὸ γῆρας, τὴν πενίαν, τὸν ἀπαντήσαντα, τὴν ἡμέραν, τὴν ὥραν, τὸν τόπον. διό φησιν ὁ Διογένης φωνῆς ἀκηκοέναι κακίας ἑαυτὴν αἰτιωμένης,οὔτις ἐμοὶ τῶνδ’ ἄλλος ἐπαίτιος, ἀλλ’ ἐγὼ αὐτή.παράφοροι δὲ πολλοὶ οὐχ ἑαυτοῖς ἀλλὰ τοῖς πράγμασι τὴν αἰτίαν ἐπάγουσιν. ὁ δὲ Βίων, ὥσπερ τῶν θηρίων, φησί, παρὰ τὴν λῆψιν ἡ δῆξις γίνεται, κἂν μέσου τοῦ ὄφεως ἐπιλαμβάνῃ, δηχθήσῃ, ἐὰν τοῦ τραχήλου, οὐδὲν πείσῃ· οὕτω καὶ τῶν πραγμάτων, φησί, παρὰ τὴν ὑπόληψιν ἡ ὀδύνη γίνεται, καὶ ἐὰν μὲν οὕτως ὑπολάβῃς περὶ αὐτῶν, ὡς ὁ Σωκράτης, οὐκ ὀδυνήσῃ, ἐὰν δὲ ὡς ἑτέρως, ἀνιάσῃ, οὐχ ὑπὸ τῶν πραγμάτων ἀλλ’ ὑπὸ τῶν ἰδίων τρόπων καὶ τῆς ψευδοῦς δόξης. διὸ δεῖ μὴ τὰ πράγματα πειρᾶσθαι μετατιθέναι, ἀλλ’ αὑτὸν παρασκευάζειν πρὸς ταῦτά πως ἔχοντα, ὅπερ ποιοῦσιν οἱ ναυτικοί· οὐ γὰρ τοὺς ἀνέμους καὶ τὴν θάλατταν πειρῶνται μετατιθέναι, ἀλλὰ παρασκευάζουσιν αὑτοὺς δυναμένους πρὸς ἐκεῖνα στρέφεσθαι. εὐδία, γαλήνη· ταῖς κώπαις πλέουσι. κατὰ ναῦν ἄνεμος· ἐπῆραν τὰ ἄρμενα. ἀντιπέπνευκεν· ἐστείλαντο, μεθείλαντο. καὶ σὺ πρὸς τὰ παρόντα χρῶ. γέρων γέγονας· μὴ ζήτει τὰ τοῦ νέου. ἀσθενὴς πάλιν· μὴ ζήτει τὰ τοῦ ἰσχυροῦ [φορτία βαστάζειν καὶ διατραχηλίζεσθαι], ἀλλ’ ὥσπερ Διογένης, ἐπεί τις ὤθει καὶ ἐτραχήλιζεν ἀσθενῶς ἔχοντα, οὐ διετραχηλίζετο, ἀλλὰ δείξας αὐτῷ τὸν κίονα βέλτιστε φησί τοῦτον ὤθει προσστάς. ἄπορος πάλιν γέγονας· μὴ ζήτει τὴν τοῦ εὐπόρου δίαιταν, ἀλλ’ ὡς πρὸς τὸν ἀέρα φράττῃ (εὐδία, [καὶ] διεστείλω· ψῦχος, συνεστείλω), οὕτω καὶ πρὸς τὰ ὑπάρχοντα· εὐπορία, διάστειλον· ἀπορία, σύστειλον. ἀλλ’ ἡμεῖς οὐ δυνάμεθα ἀρκεῖσθαι τοῖς παροῦσιν, ὅταν καὶ τρυφῇ πολὺ διδῶμεν, καὶ τὸ ἐργάζεσθαι . . . . αἱ κρίνωμεν καὶ τὸν θάνατον ἔσχατόν [τι] τῶν κακῶν. ἐὰν δὲ ποιήσῃ καὶ τῆς ἡδονῆς καταφρονοῦντά τινα, καὶ πρὸς τοὺς πόνους μὴ διαβεβλημένον, καὶ πρὸς δόξαν καὶ ἀδοξίαν ἴσως ἔχοντα, καὶ τὸν θάνατον μὴ φοβούμενον, ὅ τι ἂν θέλῃς ἐξέσται σοι ἀνωδύνῳ ὄντι ποιεῖν. διὸ ἅπερ λέγω, οὐχ ὁρῶ πῶς αὐτὰ τὰ πράγματα ἔχει τι δύσκολον, ἢ γῆρας ἢ πενία ἢ ξενία. οὐκ ἀηδῶς γὰρ Ξενοφῶν ἐάν σοι φησί δείξω δύο ἀδελφῶν τὴν ἴσην οὐσίαν διελομένων τὸν μὲν ἐν τῇ πάσῃ ἀπορίᾳ, τὸν δὲ ἐν εὐκολίᾳ, οὐ φανερὸν ὅτι οὐ τὰ χρήματα αἰτιατέον ἀλλ’ ἕτερόν τι; οὕτως ἐάν σοι δείξω δύο γέροντας, δύο πένητας, δύο φεύγοντας, τὸν μὲν ἐν τῇ πάσῃ εὐκολίᾳ καὶ ἀπαθείᾳ ὄντα, τὸν δὲ ἐν τῇ πάσῃ ταραχῇ, οὐ φανερὸν ὅτι οὐ τὸ γῆρας, οὐ τὴν πενίαν, οὐ τὴν ξενίαν αἰτιατέον ἀλλ’ ἕτερόν τι; καὶ ὅπερ Διογένης ἐποίησεν πρὸς τὸν πολυτελῆ φάμενον πόλιν εἶναι τὰς Ἀθήνας· λαβὼν γὰρ αὐτὸν ἦγεν εἰς τὸ μυροπωλεῖον καὶ ἐπυνθάνετο πόσου τῆς κύπρου ἡ κοτύλη. μνᾶς φησὶν ὁ μυροπώλης· ἀνέκραγε πολυτελής γε ἡ πόλις. ἀπῆγεν αὐτὸν πάλιν εἰς τὸ μαγειρεῖον καὶ ἐπυνθάνετο πόσου τὸ ἀκροκώλιον. τριῶν δραχμῶν· ἐβόα πολυτελής γε ἡ πόλις. εἰς τὰ ἔρια πάλιν τὰ μαλακὰ καὶ πόσου τὸ πρόβατον. μνᾶς φησίν· ἐβόα πολυτελής γε ἡ πόλις. δεῦρο δή φησί. κἀνταῦθα ἄγει αὐτὸν καὶ εἰς τοὺς θέρμους. πόσου ἡ χοῖνιξ; χαλκοῦ φησίν· ἀνέκραγεν ὁ Διογένης εὐτελής γε ἡ πόλις. πάλιν εἰς τὰς ἰσχάδας, δύο χαλκῶν· τῶν δὲ μύρτων; δύο χαλκῶν· εὐτελής γε ἡ πόλις. ὃν τρόπον οὖν ὧδε οὐχ ἡ πόλις εὐτελὴς καὶ 〈πολυτελής, ἀλλ’ ἐὰν μέν τις οὕτω ζῇ,〉 πολυτελής, ἐὰν δὲ οὕτως, εὐτελής, οὕτω καὶ τὰ πράγματα, ἐὰν μὲν αὐτοῖς οὕτω χρῆται, εὐπετῆ καὶ ῥᾴδια φανεῖται, ἐὰν δὲ οὕτως, δυσχερῆ. - Ἀλλ’ ὅμως δοκεῖ μοι ἔχειν τι ἡ πενία δυσχερὲς καὶ ἐπίπονον· καὶ μᾶλλον ἄν τις ἐπαινέσαι τὸν μετὰ πενίας εὐκόλως 〈τὸ〉 γῆρας ἐνεγκόντα ἢ τὸν μετὰ πλούτου. — Καὶ τί ἔχει δυσχερὲς ἢ ἐπίπονον ἡ πενία; ἢ οὐ Κράτης καὶ Διογένης πένητες ἦσαν; καὶ πῶς 〈οὐ〉 ῥᾳδίως διεξήγαγον, ἄτυφοι γενόμενοι καὶ ἐπαῖται καὶ διαίτῃ εὐτελεῖ καὶ λιτῇ δυνάμενοι χρήσασθαι; ἀπορία καὶ δάνεια περιέστηκεν· κόγχον καὶ κύαμον συνάγαγε, φησὶν ὁ Κράτης, καὶ τὰ τούτοις πρόσφορα· κἂν τάδε δράσῃς, ῥᾳδίως στήσεις τρόπαιον κατὰ πενίας. ἢ τί δεῖ μᾶλλον ἐπαινέσαι τὸν μετὰ πενίας εὐκόλως 〈τὸ〉 γῆρας ἐνεγκόντα ἢ τὸν μετὰ πλούτου; ἐπεί τοι οὐδὲ γνῶναι ῥᾳδιέστερόν ἐστι, ποῖόν τι ἐστὶ πλοῦτος ἢ ποῖόν τι πενία· ἀλλὰ καὶ πλούτῳ πολλοὶ μετὰ γήρως δυσκόλως χρῶνται καὶ πενίᾳ ἀγεννῶς καὶ ὀδυρτικῶς· καὶ οὔτε τούτῳ ῥᾴδιον, ὥστε τῷ πλούτῳ ἐλευθερίως καὶ ἀφόρτως, οὔτε ἐκείνῳ, ὥστε 〈τῇ〉 πενίᾳ γενναίως, ἀλλὰ τοῦ αὐτοῦ ἀμφότερα, καὶ ὅσπερ τοῖς πολλοῖς δύναται κατὰ τρόπον, οὗτος καὶ τοῖς ἀνάπαλιν. καὶ ἐὰν μὲν ἐκποιῇ πενητεύουσι 〈δεῖ〉 μένειν ἐν τῷ βίῳ, εἰ δὲ μή, ῥᾳδίως ἀπαλλάττεσθαι ὥσπερ ἐκ πανηγύρεως [οὕτω καὶ ἐκ τοῦ βίου]. καθάπερ καὶ ἐξ οἰκίας, φησὶν ὁ Βίων, ἐξοικιζόμεθα, ὅταν τὸ ἐνοίκιον ὁ μισθώσας οὐ κομιζόμενος τὴν θύραν ἀφέλῃ, τὸν κέραμον ἀφέλῃ, τὸ φρέαρ ἐγκλείσῃ, οὕτω, φησί, καὶ ἐκ τοῦ σωματίου ἐξοικίζομαι, ὅταν ἡ μισθώσασα φύσις τοὺς ὀφθαλμοὺς ἀφαιρῆται τὰ ὦτα τὰς χεῖρας τοὺς πόδας· οὐχ ὑπομένω, ἀλλ’ ὥσπερ ἐκ συμποσίου ἀπαλλάττομαι οὐθὲν δυσχεραίνων, οὕτω καὶ ἐκ τοῦ βίου, ὅταν [ἡ] ὥρα ᾖ, ἔμβα πορθμίδος ἔρυμα. ὥσπερ 〈ὁ〉 ἀγαθὸς ὑποκριτὴς εὖ καὶ τὸν πρόλογον εὖ καὶ τὰ μέσα εὖ καὶ τὴν καταστροφήν, οὕτω καὶ ὁ ἀγαθὸς ἀνὴρ εὖ καὶ τὰ πρῶτα τοῦ βίου εὖ καὶ τὰ μέσα εὖ καὶ τὴν τελευτήν· καὶ ὥσπερ ἱμάτιον τρίβωνα γενόμενον ἀπεθέμην καὶ οὐ . . . . παρέλκω οὐδὲ φιλοψυχῶ, ἀλλὰ μὴ δυνάμενος ἔτι εὐδαιμονεῖν ἀπαλλάττομαι. καθάπερ καὶ Σωκράτης· ἦν αὐτῷ ἐκ τοῦ δεσμωτηρίου, εἰ ἐβούλετο, ἐξελθεῖν . . . καὶ τῶν δικαστῶν κελευόντων ἀργυρίου τιμήσασθαι οὐ προσεῖχεν, ἀλλὰ τῆς ἐν πρυτανείῳ σιτήσεως ἐτιμήσατο· καὶ τριῶν ἡμερῶν αὐτῷ δοθεισῶν τῇ πρώτῃ ἔπιεν καὶ οὐ προσέμεινεν τῆς τρίτης ἡμέρας τὴν ἐσχάτην ὥραν παρατηρῶν, εἰ ἔτι ἥλιος ἐπὶ τῶν ὀρῶν, ἀλλ’ εὐθαρσῶς [τῇ πρώτῃ], 〈ὡς Πλάτων φη〉σίν, οὐδὲν τρέψας οὔτε τοῦ προσώπου οὔτε τοῦ χρώματος, ἀλλὰ μάλα ἱλαρῶς τε καὶ εὐκόλως λαβὼν τὸ ποτήριον ἐξέπιεν, καὶ τὸ τελευταῖον ἀποκοτταβίσας τουτὶ δέ φησίν Ἀλκιβιάδῃ τῷ καλῷ· ὅρα σχολὴν καὶ παιδιάν. ἡμεῖς δέ, κἂν ἄλλον 〈θανατῶντ’〉 ἴδωμεν, πεφρίκαμεν. καὶ μέλλων ἀποθνῄσκειν, ἐκάθευδε βαθέως, ὥστε μόλις διεγεῖραι τινά. ταχύ γ’ ἂν καὶ ἡμῶν τις ἂν κοιμηθείη. . . . καὶ γυναικὸς χαλεπότητα πράως ἔφερε κἀκείνης βοώσης οὐκ ἐφρόντιζεν· ἀλλὰ Κριτοβούλου εἰπόντος πῶς ἀνέχῃ ταύτης συμβιούσης; πῶς δὲ σὺ τῶν παρὰ σοὶ χηνῶν; τί δὲ μοι μέλει ἐκείνων; φησίν οὕτως οὐδ’ ἐμοὶ ταύτης, ἀλλ’ ἀκούω ὥσπερ χηνός. καὶ πάλιν παρειληφότος αὐτοῦ Ἀλκιβιάδην ἐπ’ ἄριστον, ὡς ἐκείνη παρελθοῦσα τὴν τράπεζαν ἀνέτρεψεν, οὐκ ἐβόα οὐδ’ ὠδυνᾶτο δεινοπαθῶν ὢ τῆς παρανομίας, ὥστε ταύτῃ πάσχειν, ἀλλ’ ἀναλέξας τὰ πεσόντα, παραθέσθαι πάλιν ἐκέλευσε τὸν Ἀλκιβιάδην· ὡς δὲ ἐκεῖνος οὐ προσεῖχεν ἀλλ’ ἐγκαλυψάμενος ἐκάθητο [αἰσχυνόμενος], προάγωμεν δή’ φησίν ἔξω· φαίνεται γὰρ ἡ Ξανθίππη ὀξυρεγμίᾳ σπαράσσειν ἡμᾶς. εἶτα μετ’ ὀλίγας ἡμέρας αὐτὸς ἀριστῶν παρὰ τῷ Ἀλκιβιάδῃ, ὡς ἡ ὄρνις ἡ γενναία ἐπιπτᾶσα κατέβαλε τὸν πίνακα, ἐγκαλυψάμενος ἐκάθητο καὶ οὐκ ἠρίστα· ὡς δὲ ἐκεῖνος ἐγέλα καὶ ἐπυνθάνετο εἰ διὰ τοῦτο οὐκ ἀριστᾷ ὅτι ἡ ὄρνις ἐπιπτὰσα καταβάλοι, δῆλον ὅτι φησί σὺ μὲν πρῴην Ξανθίππης ἀνατρεψάσης οὐκ ἐβούλου ἀριστᾶν, ἐμὲ δὲ οἴει νῦν 〈ἂν〉 ἀριστᾶν τῆς ὄρνιθος ἀνατρεψάσης; ἢ διαφέρειν τι ἐκείνην ὄρνιθος κορυζώσης ἡγῇ; ἀλλ’ εἰ μὲν ὗς φησίν ἀνέτρεψεν, οὐκ ἂν ὠργίζου, [οὐκ ἂν διηνέχθης] εἰ δὲ γυνὴ ὑώδης; ὅρα παιδιάν.