Fragmenta

Speusippus

Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

61. Εὐβουλία ἀρετὴ λογισμοῦ σύμφυτος.

62. Πίστις ὑπόληψις ὀρθὴ τοῦ οὕτως ἔχειν ὡς αὐτῷ φαίνεται· βεβαιότης ἤθους.

63. Ἀλήθεια ἕξις ἐν καταφάσει καὶ ἀποφάσει· ἐπιστημη ἀληθῶν.

64. Βούλησις ἔφεσις μετὰ λόγου ὀρθοῦ· ὄρεξις εὔλογος· ὄρεξις μετὰ λόγου κατὰ φύσιν.

65. Συμβούλευσις παραίνεσις ἑτέρῳ πρὸ πράξεως, τίνα δεῖ τρόπον πράττειν.

66. Εὐκαιρία χρόνου ἐπίτευξις, ἐν ᾧ χρὴ παθεῖν ἢ ποιῆσαι.

67. Εὐλάβεια φυλακὴ κακοῦ· ἐπιμέλεια φυλακῆς.

68. Τάξις ἐργασίας ὁμοιότης τῶν πρὸς ἄλληλα πάντων ὄντων· συμμετρία κοινωνίας· αἰτία τῶν πρὸς ἄλληλα πάντων ὄντων· συμμετρία πρὸς τὸ μαθεῖν.

69. Πρόσεξις συντονία ψυχῆς πρὸς τὸ καταμαθεῖν.

70. Εὐφυΐα τάχος μαθήσεως· γέννησις φύσεως ἀγαθή· ἀρετὴ ἐν φύσει.