Fragmenta
Speusippus
Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
41. Χρηστότης ἤθους ἀπλαστία μετ’ εὐλογιστίας· ἤθους σπουδαιότης.
42. Καλοκαγαθία ἕξις προαιρετικὴ τῶν βελτίστων.
43. Μεγαλοψυχία χρῆσις τοῖς ξυμβαίνουσιν ἀστεία· μεγαλοπρέπεια ψυχῆς μετὰ λόγου.
44. Φιλανθρωπία ἕξις εὐάγωγος ἤθους πρὸς ἀνθρώπου φιλίαν· ἕξις εὐεργετικὴ ἀνθρώπων· χάριτος σχέσις μνήμη μετ’ εὐεργεσίας.
45. Εὐσέβεια δικαιοσύνη περὶ θεούς· δύναμις θεραπευτικὴ θεῶν ἑκούσιος· περὶ θεῶν τιμῆς ὑπόληψις ὀρθή· ἐπιστήμη τῆς περὶ θεῶν τιμῆς.
46. Ἀγαθὸν τὸ αὑτοῦ ἕνεκεν.
47. Ἀφοβία ἕξις καθ’ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς φόβους.
48. Ἀπάθεια ἕξις καθ’ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς πάθη.
49. Εἰρήνη ἡσυχία ἐπ’ ἔχθρας πολεμικάς.
50. Ῥᾳθυμία ῥᾳστώνη ψυχῆς· ἀπάθεια τοῦ θυμοειδοῦς.