Fragmenta

Speusippus

Speusippus. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

141. Παρακαταθήκη δόμα μετὰ πίστεως.

142. Κάθαρσις ἀπόκρισις χειρόνων ἀπὸ βελτιόνων.

143. Νικᾷν κρατεῖν διαφερόμενον.

144. Ἀγαθὸς ἄνθρωπος ὁ τοιοῦτος οἶος ἀνθρώπῳ τἀγαθὰ ἐπιτελεῖν.

145. Σώφρων ὁ μετρίας ἐπιθυμίας ἔχων.

146. Ἐγκρατὴς ὁ κρατῶν ἀντιτεινόντων τῶν τῆς ψυχῆς μορίων τῷ ὀρθῷ λογισμῷ.

147. Σπουδαῖος ὁ τελέως ἀγαθός· ὁ ἔχων τὴν αὑτοῦ ἀρετήν.

148. Σύννοια διάνοια μετὰ λύπης ἄνευ λόγου.

149. Δυσμαθία βραδυτὴς ἐν μαθήσει.

150. Δεσποτεία ἀρχὴ ἀνυπεύθυνος δικαία.

151. Ἀφιλοσοφία ἕξις καθ’ ἣν ὁ ἔχων μισολόγος ἐστί.

152. Φόβος ἔκπληξις ψυχῆς ἐπὶ κακοῦ προσδοκίᾳ.

153. Θυμὸς ὁρμὴ βίαιος ἄνευ λογισμοῦ· νοῦς τάξεως ψυχῆς ἀλογίστου.

154. Ἔκπληξις φόβος ἐπὶ προσδοκίᾳ κακοῦ.

155. Κολακεία ὁμιλία ἡ πρὸς ἡδονὴν ἄνευ τοῦ βελτίστου· ἕξις ὁμιλητικὴ πρὸς ἡδονὴν ὑπερβάλλουσα τὸ μέτριον.

156. Ὀργὴ παράκλησις τοῦ θυμικοῦ εἰς τὸ τιμωρεῖσθαι.

157. Ὕβρις ἀδικία πρὸς ἀτιμίαν φέρουσα.

158. Ἀκρασία ἕξις βιαστικὴ παρὰ τὸν ὀρθὸν λογισμὸν πρὸς τὰ δοκοῦντα ἡδέα εἶναι.

159. Ὄκνος φυγὴ πόνων ἀρχῆς.

160. Δειλία ἀντιληπτικὴ ὁρμῆς πρώτη τοῦ εἶναι αἰτία.