Fragmenta
Serapion Astrologus
Serapion Astrologus. Codices Parisini, 8.4. Boudreaux, Pierre, editor. Brussels: Maurice Lamertin, 1921.
Χρηματιστικὰ ζῴδια [γίνεται ἢ] λέγεται τὰ δ’ κέντρα καὶ αἱ τούτων ἐπαναφοραί. Χρηματίζοντες 〈ἀστέρες〉 λέγονται οἱ ἐπὶ δυνάμεως ἐπίκεντροι ἢ ἐπίκληροι καὶ οἱ ἐπὶ φάσεως ἢ οἱ τρίγωνοι Ἡλίου γινόμενοι. συγχρηματίζοντες δὲ οἱ κοινῶς ἔγκεντροι ἢ ἔγκληροι καὶ οἱ ἐπὶ φάσεως. ἀχρημάτιστοι δέ εἰσιν οἱ μὴ οὕτως ἔχοντες.
Βοηθοὶ δὲ λέγονται ἀστέρες οἱ συλλαμβανόμενοι ἢ ἐπιμαρτυροῦντες ἢ μεσεμβολοῦντες.
Συνεργοί εἰσιν οἱ συνοδεύοντες, ὑπουργοὶ δὲ οἱ συμβάλλοντες.
Συμπαθεῖς εἰσιν ὁι κατʼ ἴσον ἀπέχοντες κατʼ ἐπιθεώρησιν ἀλλήλων σύμφωνοι· ἀσυμπαθεῖς δὲ οἱ κατὰ μηδένα τρόπον ἐπιθεωροῦντες ἀλλήλους, ὅπερ γίνεται ἐκ τῆς τῶν ἀσυνδέτων ζῳδίων ἀποστροφίας· ἐστὶν δὲ [τὰ] ἀσύνδετα τὰ παρ’ ἑκάτερα καὶ τὰ διὰ Ϛʹ καὶ η′ ζῳδίων ἀριθμούμενα.
Προστάσσειν λέγεται, ὅταν ἐν ἰδίῳ οἴκῳ ἄστηρ ὑπὲρ γῆς ἐπίκεντρος τύχῃ καὶ τὰ δύο φώτα ἐπιθεωρῇ χρηματίζων· διὸ λέγεται προστάσσων ὅταν καὶ ἐν ἰδίῳ οἴκῳ ἐπίκεντρος τύχῃ καὶ συσχηματίζηται τῇ Σελήνη· ἐάν τις τύχῃ τῶν ε′ ἀστέρων ἐπίκεντρος. μὴ 〈ἐπι〉μαρτυρῶν τῇ Σελήνῃ, χρηματίζει· ἐὰν δὲ καὶ ἐπιμαρτυρεῖ τῇ Σελήνῃ τρίγωνος ἢ τετράγωνος; ἢ διάμετρος. προστάσσει· ἐὰν δὲ ὡροσκοπῇ Ἥλιος, προστάσσει· ἐὰν δὲ καὶ ἡ Σελήνη αὐτῷ τύχῃ τρίγωνος, καὶ προστάσσει καὶ χρηματίζει ὁ Ἥλιος.
Ἰσχύοντες λέγονται ἀστέρες οἱ ἐπὶ τῶν ἐπικαίρων τῆς γενέσεως τόπων τυχόντες, τουτέστι ἐπίκεντροι, καὶ οἱ ἐπὶ φάσεως καὶ οἱ ἐπίκληροι καὶ οἱ ἐν ταῖς συνόδοις ἀκριβῶς ὄντες.
Κακοῦται ἀστὴρ ὅταν μὴ εἰς ἁρμόζοντα τύχῃ παρὼν ἢ περιέχηται ὑπὸ κακοποιῶν ἢ κατ’ ἐναντίον ἢ ἐπιδέκατον. ὅτι ἀγαθοποιὰ ζῷδια εἰσὶν ὁ ὡροσκόπος, τὸ μεσουράνημα, ια′, ε′, θεός, θεά· κακοποιὰ δὲ β′, δ′, Ϛ′, ζ′, 〈η′〉, ιβ ′.
Προσνεύων λέγεται ὁ ἀκολουθῶν τῷ προερχομένῳ.
Ὁμοροοῦν λέγεται ζῴδιον τῇ Σελήνῃ τὸ ἐπαναφερόμενον ἐφ’ ὃ φέρεται· τὸ γὰρ αὐτὸ καὶ παράκολλον καλεῖται. ἀποσαλεῦον δὲ τὸ μηδὲ ὁροούμενον ὑπὸ τῆς Σελήνης ζῴδιον.
Τὴν κατὰ κράτος καθυπερτέρησιν λέγουσιν ὅταν ἐπὶ τοῦ 〈ἐνναίου〉 ζῳδίου γένηται ἀστήρ· ὅταν δὲ μηδεὶς παρῇ ἐπὶ τοῦ ἐννάτου, ἰσχύει· γίνονται δὲ καθυπερτερήσεις καὶ μοιρικαὶ τὸν τρόπον
τοῦτον·ὅταν δύο ἀστέρες ἐν τῷ αὐτῷ ζῳδίῳ τύχωσιν καὶ ὁ μὲν ἐλάσσονας μοίρας ἐπέχων τὸν τὰς πλείονας μοίρας ἔχοντα καθυπερτερεῖ. οἷον ἔστω τὸν τοῦ Ἑρμοῦ ἀστέρα εἶναι Κριῷ περὶ μοῖραν ιʹ, τὸν δὲ τοῦ Κρόνου ἐν τῷ αὐτῷ ζῳδίῳ περὶ μοῖραν κε′· δῆλον ὅτι ὁ τοῦ Ἑρμοῦ τὸν τοῦ Κρόνου μοιρικῶς καθυπερτερεῖ.
Ἐν ἰδίαις λαμπήναις λέγονται οἱ ἀστέρες ὅταν ἐπὶ τῶν ἰδίων ὑψωμάτων τύχωσι.
Δορυφόροι ἀστέρες λέγονται ἑῷοι μὲν 〈οἱ〉 προαναφερόμενοι Ἡλιῳ, ἑσπέριοι δὲ οἱ προανατέλλοντες μὲν Ἡλίῳ, τῇ δὲ Σελήνῃ ἐπαναφερόμενοι.
Αἱ πρὸ Ἡλίου ιε′ 〈μοῖραι〉 εὐσεβῶν λέγονται ὡς ἀπολελυμέναι ἤδη τῶν τοῦ Ἡλίου αὐγῶν· αἱ δὲ μεθ’ Ἡλίου μοῖραι ιε′ ἀσεβῶν, ὅτι οἱ ἐκεῖ εὑρισκόμενοι ἀστέρες ἀδρανέστεροί εἰσιν ὑποπεπτωκότες ταῖς τοῦ Ἡλίου αὐγαῖς.
Σελήνης ἑσπερία ἀνατολὴ λέγεται, ὅταν ἀπὸ συνόδου φέρηται μέχρι πανσελήνου ἑῴα δὲ ἀνατολὴ ἀπὸ πανσελήνου μέχρι συνόδου.
Ἀρχέτυπος λέγεται ὁ καλούμενος κλῆρος τύχης, τὰ δὲ τούτου τετράγωνα ὑπόστασις.
Κραταιοὶ ἀστέρες λέγονται Κρόνος, Ζεύς, Ἄρης. ζῴδιον κραταιὸν καλεῖται ἑκάστης γενέσεως τὸ δέκατον καὶ ἔννατον ἀπὸ Σελήνης, τουτέστι τὸ δεξιὸν τετράγωνον καὶ τρίγωνον.
Τὸ πρῶτον τρίγωνον καὶ τετράγωνον καὶ ἑξάγωνον λέγεται τὰ εὐώνυμα † ἑξῆς ἡ Σελήνη πρῶτον συνάπτει τινὶ τῶν ἀστέρων.
Ἐπιδέκατον λέγεται τὸ δεξιὸν τετράγωνον.
Φωσφορίαι λέγονται ἐπὰν ἀποσπάσῃ ἡ Σελήνη τοῦ Ἡλίου μοίρας ιε′ καὶ ἀνατείλῃ.
Τῶν μὲν ἐπαναφορῶν ὁ δεύτερος τόπος, τῶν δ’ ἀποκλιμάτων ὁ Ϛ′ ϛἀμείνους διὰ τὸ τρίγωνον εἶναι τὸ μεσουράνημα.
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀστέρων φωσφορίαι λέγονται.
Ὅταν ὁ Ζεὺς καὶ ὁ Κρόνος συνοδεύωσιν ἐπὶ τοῦ Ὑδροχόου, ἔσται τις † σαρηκ(ὴ) ἐπισημασία ὀχληρὰ κατὰ τὰ βόρεια κλίματα τὰ συνεγγίζοντα τῇ καθ’ ἡμᾶς θαλάσσῃ.
Τὸ μὲν οὖν μεσουράνημα καὶ τὰ ἴδια κέντρα δίδωσι τὴν περίκτησιν, τὴν δὲ ποιότητα τῆς περικτήσεως οἱ ἐν τοῖς ἀποκλίμασι δηλοῦσιν· οἷον Ζεὺς μεσουρανῶν, Ἄρης ἐν τῷ ϛʹ, ἡ μὲν περίκτησις ἐκ τοῦ Διός, ἡ δὲ ποιότης ἀπὸ Ἄρεος, οἷον διὰ στρατιωτικῶν 〈προσώπων〉· αἴτιος μὲν ὁ Ζεύς, τὸ δὲ ποῖον ὁ Ἄρης τοῦ διὰ τοιούτων προσώπων.
Δυνατώτεροι δέ εἰσιν οἱ κακοποιοὶ ἐν τοῖς ἀποκλίμασιν, ἐὰν παρὰ τῷ κέντρῳ ἐπίκειταί τις· τὰ γὰρ αἴτια τῆς κακίας δι’ αὐτῶν ἔσται, καὶ μάλιστα ἐὰν ὦσιν ἐν τῷ ϛʹ· οἱ δὲ ἀχρημάτιστοι τῶν ἀποκλινόντων ἀστέρων διὰ πάντων ἀνενεργότεροί εἰσιν.
Πολλάκις γίνεται ἡ τύχη δαίμων· ὅταν γὰρ τὸ αἱρετικὸν φῶς εἰς παραιρέτου ἢ ὅρια ἢ κατὰ τὸ ἄρρεν καὶ θῆλυ, οἷον ἡμέρας μὲν Ἥλιος θηλυκῷ ζῳδίῳ, νυκτὸς δὲ Σελήνη ἀρσενικῷ· καὶ ὅταν τὸ αἱρετικὸν φῶς μὴ ᾖ ἀπηλιωτικὸν ἐν τῷ αἱρετικῷ ἡμισφαιρίῳ. ἐὰν δὲ ἄμφω τὰ φῶτα ἐν τῷ ὑπὸ γῆν τύχη ἡμισφαιρίῳ καὶ τὰ ἄλλα ἀνοικείως ἔχωσι ἀπὸ τοῦ καθυπερτεροῦντος ἤτοι προηγουμένου φωτός, ἐπὶ τὸ ἑπόμενον ἡ τύχη λαμβάνεται.
Ὅτι οἱ τριγωνισμοὶ φιλικώτεροί εἰσιν, κἂν ὦσι κακοποιοί, ἧττον βλάπτουσιν· οἱ δὲ τετράγωνοι μεγίστας ἔχουσι δυνάμεις, οἱ δὲ ἑξάγωνοι ἀνειμένας. αἱ δὲ διαμετρήσεις τῶν μὲν ἀγαθοποιῶν ἀντιζηλίας ἔχουσι, τῶν δὲ κακοποιῶν δυνατώτερα γίνονται τὰ κακά. ἔτι δὲ καὶ ἐὰν ἐπίκεντροι ὦσιν, αἱ συμπαρουσίαι τῶν μὲν ἀγαθοποιῶν χαιρόντων ἐν αὐταῖς ἄρισται, τῶν δὲ κακοποιῶν πραΰνονται αἱ κακίαι.
Ὅτι κρείττονες αἱ διαμετρήσεις αὗται· Σελήνη Ταύρῳ Ἄρης Σκορπίῳ. Ἥλιος Λέοντι Κρόνος Ὑδοροχόῳ, Ζεὺς Αἰγοκέρωτι† Κρόνος Ζυγῷ, διὰ τὸ οἰκείως εἶναι τοὺς θεοὺς καὶ ἰδιοθρονεῖν· γίνονται γὰρ ἀρχικοὶ τότε. τὸ δ’ ἐνάλλαξ κάκιστον σχῆμα καὶ καθόλου ἐναντιούμενον τοῖς ἰδίοις ὁρίοις τὴν καθυπερτέρησιν καὶ διαμέτρησιν ἔχειν τοῦ ἐναντίως ἔχοντος. πολλάκις δὲ τὰς διαμετρήσεις κωλύει τὸ τῆς γῆς κύρτωμα καὶ ἀδικεῖ, οἷον Παρθένῳ, Ἰχθύσι· πλὴν Ζεὺς καὶ Κρόνος οὐκ ἀδικοῦνται ὑπὸ τοῦ κυρτώματος τῆς γῆς. οὐδὲ Σελήνη Ταύρῳ καὶ Ἄρης Σκορπίῳ οὐδ’ οὗτοι. οἱ δ’ ἄλλοι πάντες ἐν τοῖς διαμέτροις ὄντες ἀθεώρητοί εἰσιν ἀλλήλων διὰ τὸ τῆς γῆς κύρτωμα.
Ὅτι ἐφ’ ὧν ἐστιν ἡ Σελήνη ὁρίων, οἰκοδεσπότης ποιεῖται, ὅταν τύχῃ ὁ τῶν ὁρίων κύριος ἐν ἰδίω ζῳδίῳ ἢ μοίρᾳ μαρτυρῶν τὴν Σελήνην. ἀφ’ ὧν φέρεται, ἀπόρροιαν ποιεῖται, εἰς ἃς δὲ ἐπιτρέχει μοίρας, τούτοις
συνάπτει.ἐὰν δὲ ὁ κύριος ἐπιτρέχῃ μοίραις τῶν ὁρίων 〈καὶ〉 Σελήνη συμπαρῇ αὐτῷ κατὰ τὰ αὐτὰ ὅρια, εἰ δὲ Σελήνη αὐτῷ συνάπτει, κυρία ἔσται ἡ συναφή· ὡσαύτως ἐὰν ἀπορρῇ, κυρία ἔσται ἡ ἀπόρροια. ἐὰν δὲ μὴ οὕτως ἔχῃ, μέλλῃ δὲ συνάπτειν τινὶ τῶν ἀστέρων ἢ κατὰ σῶμα ἢ κατὰ μαρτυρίαν ἐφ’ ὧν ἡ Σελήνη μοιρῶν ἐπιβαίνει, σκοπεῖν δεῖ 〈ζεῖ〉 εἰς ἃ ἀπέρχεται Σελήνη ὅρια, τοῦ ἀστέρος εἰσὶν ἐκεῖνα ᾧ τὴν ἀκτῖνα ἐπέβαλεν, καὶ ἐὰν οὕτως ἢ. λέγ(ε) † ἔχη· εἰ δὲ μὴ τύχῃ εἰς ἃ μέλλει ὅρια ἀπέρχεσθαι ἡ Σελήνη, εἶναι αὐτὰ τὰ τοῦ ἀκτινοβοληθέντος ἀστέρος ὅρια, ἀκυρολόγητος ἔσται ἡ συναφή· τὸ δ’ αὐτὸ νοείσθω καὶ ἐπὶ τῶν ἀπορροιῶν.
Ὅτι ἡ Σελήνη χαίρει συνάπτουσα μεστὴ μὲν πρὸς τὴν τοῦ Ἡλίου αἵρεσιν, ἀποκρουστικὴ δὲ πρὸς τὴν ἑαυτῆς αἵρεσιν.
Ὅτι ἡ Σελήνη ὅτε μὲν ἀπὸ τῶν ἐλασσόνων ἐπὶ τὰ μέσα κινεῖται, μεσοβίους ποιεῖ· ἀπὸ δὲ τῶν μέσων ἐπὶ τὰ ἐλάσσονα ταπεινοτέρους· ἀπὸ δὲ τῶν μέσων ἐπὶ τὰ μεγάλα, εὐδαίμονας ποιεῖ· ἀπὸ δὲ τῶν μεγάλων ἐπὶ τὰ μέσα μεσοβίους. ταῦτα δὲ ἐπιτείνονται καὶ ἀνίενται πρὸς τὴν αὐξομείωσιν τοῦ φωτός· ἀποκρούουσα γὰρ ὥσπερ τὴν δύναμιν ἀφαιρεῖται αὑτῆς. ἀλλὰ † κἂν τῶν ἀπὸ τῶν ἄλλων σχημάτων, εὐδαιμονίας ἢ ἐκπτώσεως γίνεται αἰτία· ἀμαρτύρητος δὲ ὑπὸ Διὸς Ἀφροδίτης καὶ κενοδρομοῦσα μετρίους, φιλερήμους ποιεῖ· εἰ δὲ καὶ ἀφαιρεῖ, ἐκπτώτους· χείρων δὲ ἐὰν ἀποκλίνωσι ἢ ὕπαυγοι ὦσιν.
Σελήνη ἀπορρέουσα Ἑρμοῦ μὲν δηλοῖ περὶ ἤθους καὶ φρονήσεως, Ἀφροδίτης 〈ποιεῖ ἡδο〉νὰς καὶ τὰ τοιαῦτα, Διὸς δὲ 〈περὶ〉 θυμικῶν καὶ φρενῶν ἐκστάσεως, Κρόνου δὲ περὶ σωματικῶν ψύξεων καὶ κακώσεων νεύρων καὶ ὑγρῶν ὀχλήσεως. ἐὰν δὲ ἀπὸ Ἡλίου καὶ Ἄρεος, καύσεις 〈ποιεῖ〉καὶ ὅσα διὰ πυρὸς γίνεται.
Ὅτι δὲ τὰς τῶν ἀστέρων φάσεις ἑπομένως τῷ θείῳ Πτολεμαίὼ ἐκλαμβάνει καὶ οὐχὶ Δωροθέῳ.
Ὅτι δυναμοῦνται οἱ ἀστέρες τετράγωνοι ἢ διάμετροι Ἡλίῳ ὄντες, κἂν ἐν ἀχρηματίστοις ὦσι τόποις.
Ὅτι ὁ Κρόνος ὅσα δ’ ἂν χαρίσηται, οὐδεὶς ἄλλος δύναται ἀστὴρ ἀφαιρῆσαι.
Ὅτι ἡ Σελήνη μεστὴ μὲν πρὸς Ἄρη, ἀποκρουστικὴ δὲ πρὸς Κρόνον, τετράγωνος ἢ διάμετρος καὶ μάλιστα ἐπίκεντρος, συμφορὰς ποιεῖ καὶ ἐκπτώσεις.
Ὅτι ἐάν τις τῶν ἀστέρων τύχῃ ἐν ταῖς πρώταις τοῦ ζῳδίου τρισὶ μοίραις, τὴν δύναμιν ἔχει εἰς τὸ ὄπισθεν ζῴδιον, ὥσπερ πάλιν ἐὰν ἐν ταῖς ὑστάταις τοῦ ζῳδίου τρισὶ μοίραις τύχῃ τις τῶν ἀστέρων, εἰς τὸ ἑξῆς ζῴδιον τὴν δύναμιν ἔχει τῶν ἀποτελεσμάτων· μάλιστα δὲ τοῦτο γίνεται ἐπὶ Σελήνης καὶ Ἡλίου. ἐὰν ἐπὶ τοῦ τμήματος τῶν δύο ζῳδίων τις τύχῃ, δυνατώτερός ἐστι καὶ ἀμέτρητος περὶ τὰς ἐνεργείας.
Ὅτι ὁ μὲν ὡροσκόπος καὶ οἱ ἐν τῷ ἀπηλιώτῃ καὶ οἱ ἑῷοι ἀνατολικοὶ σημαίνουσι τὰ τῆς ἀκμῆς τῆς ἡλικίας. τὸ δὲ μεσουράνημα καὶ οἱ ἑῷοι ἀνατολικοὶ καὶ οἱ ἐν τῷ α′ ἑξαγώνῳ δηλοῦσι τὴν νεότητα, μέρος δ’ ἔτι καὶ τῆς ἀκμῆς διὰ τὸ κέντρον. τὸ δὲ δῦνον καὶ οἱ ἑσπέριοι ἀνατολικοὶ καὶ οἱ † ἑξάγωνοι καὶ οἱ ἐπαναφερόμενοι δηλοῦσι τὴν μεσότητα, μέρος δ’ ἔτι καὶ τῆς νεότητος διὰ τὸ κέντρον. τὸ δὲ ὑπὸ γῆν καὶ οἱ ἑσπέριοι ἀνατολικοὶ καὶ οἱ ἐπὶ τοῦ βʹ ἑξαγώνῳ 〈καὶ〉 οἱ ἐπαναφερόμενοι σημαίνουσι τὸ γῆρας, μέρος δ’ ἔτι καὶ τῆς νεότητος καὶ μεσότητος διὰ τὸ κέντρον.
Οἱ δὲ ὕπαυγοι αὐτοὶ μὲν ἀσθενεῖς· ὁ δὲ Ἥλιος τὴν αὐτῶν δύναμιν ἀναλαβὼν τὰς ἐνεργείας αὐτῶν ἐν οἰκείοις χρόνοις ἀποδίδωσι ἤτοι ἀγαθὰς Διὶ Ἀφροδίτῃ ἢ κακὰς Ἄρει Κρόνῳ, ἐάνπερ ἐν χρηματιστικοῖς ὦσιν ζῳδίοις· εἰ δὲ συνοδικοί, δυναμοῦνταί πως διὰ τὴν τοῦ φωτὸς τοῦ Ἡλίου μετουσίαν, τὰς δὲ ἐνεργείας ἐν τοῖς ὑστέροις χρόνοις ἀποδιδόασιν, ἐὰν ὦσιν ἐν χρηματιστικοῖς. μάλιστα δὲ ὁ Ἑρμῆς χαίρει συνοδικὸς ὧν καὶ ἐνεργὴς γίνεται· οἱ δ’ ἀκρόνυχοι δυνατώτεροί εἰσιν μάλιστα νυκτὸς διὰ τὸ ὑπὲρ γῆν εἶναι.
Ἀμφόριστοι ἀστέρες εἰσὶν ὅσοι τῷ μὲν Ἡλίῳ εἰσὶν ἑῷοι, τῷ δὲ ὡροσκόπῳ ἑσπέριοι.
Ὅτι χαίρουσιν οἱ ἀστέρες ἐν ἀγαθοποιῶν καὶ συναιρεσιωτῶν τόποις, ὥσπερ καὶ ἰδιοτοποῦντες· τότε γὰρ καὶ οἱ φθοροποιοὶ ἀγαθύνονται.
Ὅτι οἱ ἡμερινοὶ ἀστέρες χαίρουσιν ἐν ἀρσενικοῖς ζῳδίοις καὶ ἑῷοι τῷ Ἡλίῳ· οἱ δὲ τῆς νυκτερινῆς αἱρέσεως ἐν θηλυκοῖς καὶ ἑσπέριοι τῇ Σεληνῃ.
Ὅτι οἱ ἀγαθοποιοὶ ἐν κακοποιοῖς τόποις καὶ παρ’ αἵρεσιν κακύνονται.
Ὅτι ἐπὶ ἀρσενικῶν γενέσεων ἐν ἀρσενικῷ ζῳδίῳ οἱ ἀστέρες ὄντες χαίρουσιν, ἐπὶ δὲ θηλυκῶν ἐν θηλυκοῖς.
Ὅτι οἱ ἀστέρες ἐναντιούμενοι τοῖς ἰδίοις οἴκοις κακύνονται.
Ὅτι ἐν ταῖς τῶν χρόνων διαιρέσεσιν, ἡνίκα ποιοῦμεν τοὺς τῶν ἀστέρων περιπάτους. δεῖ γινώσκειν ὅτι αἱ κολλήσεις τῶν πλανωμένων καὶ ὡροσκοπούντων καὶ μεσουρανούντων καὶ τῶν κλήρων αἱ πρὸς αὐτοὺς γινόμεναι κατὰ τὰς κράσεις αὐτῶν μεσουρανήματος ἔχουσι τὰς ἐνε γείας, μάλιστα εἰ καὶ τὸν αὐτὸν ἄνεμον τρέχουσι ἄμφω.
Ὅτι πρὸ πάντων δεῖ ζητεῖν τὸν ἐνιαυτοκράτορα καὶ τὴν κρᾶσιν αὐτοῦ καὶ τοὺς ἐπιθεωροῦντας αὐτὸν καὶ τὴν θέσιν αὐτοῦ κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ πῶς ἔκειτο ἐπὶ τῆς γενέσεως.
Ὅτι δεῖ καὶ τὸν ὡροσκόπον τοῦ ἐνιαυτοῦ ἀκριβῶς στῆσαι ἐν τῇ ἀντιγενέσει καὶ τοὺς θεωροῦντας αὐτόν τε καὶ τὸν κύριον αὐτοῦ κατά τε πῆξιν καὶ κατὰ πάροδον.
Ὅτι οἱ πλανῆται ἰδιοθρονοῦντες χαίρουσι, κἂν ὕπαυγοι ὦσιν· ἐπαυξοῦσι γὰρ οἱ μὲν ἀγαθοποιοὶ τὰ ἀγαθά, οἱ δὲ κακοποιοὶ μεταβάλλονται εἰς ἀγαθοποιΐαν.
Ὅτι χαίρουσιν οἱ ἀστέρες, ὁ μὲν Κρόνος καὶ Ζεὺς καὶ Ἄρης ἑῷοι ὄντες καὶ συσχηματιζόμενοι, Σελήνη δὲ καὶ Ἀφροδίτη ἑπόμεναι καὶ ἑσπέριαι· ἔτι δὲ Κρόνος μὲν καὶ Ζεὺς καὶ Ἄρης χαίρουσι συσχηματιζόμενοι ἐν τοῖς ἑῴοις τεταρτημορίοις τοῦ ζῳδιακοῦ, Σελήνη δὲ καὶ Ἀφροδίτη ἐν τοῖς ἐναλλάξ· καὶ οἱ μὲν ἡμερινοὶ δι’ ἡμέρας ὑπέργειοι χαίρουσιν, οἱ δὲ νυκτερινοὶ ὑπόγειοι· καὶ ἔμπαλιν οἱ μὲν ἡμερινοὶ διὰ νυκτὸς ὑπόγειοι χαίρουσιν, οἱ δὲ νυκτερινοὶ ὑπέργειοι. ὁ δὲ Ἑρμῆς διὰ τὸ κοινὸν εἶναι πρὸς τὴν αἵρεσιν εἴωθε καὶ μεταβάλλεσθαι.
Ὅτι ὁ ὡροσκόπος δηλοῖ τὴν πρώτην ἡλικίαν καὶ τούτου ὁ μὲν ιβʹ τὰ πρὸ τῆς ἐκτέξεως, ὁ δὲ δεύτερος τὰ ἔσχατα τῆς πρώτης ἡλικίας, αὐτὸς δὲ ὁ ὡροσκόπος τὴν μέσην τῆς πρώτης ἡλικίας. τὸ δὲ μεσουράνημα δηλοῖ τὴν μέσην τῆς ὅλης ζωῆς ἡλικίαν· καὶ ταύτης ὁ μὲν θʹ τὰ πρῶτα τῆς μέσης, ὁ δὲ ιʹ τὰ μέσα τῆς μέσης, ὁ δὲ ιαʹ τὰ ἔσχατα τῆς μέσης. τὸ δὲ δῦνον δηλοῖ τὴν ὑστάτην ἡλικίαν τῆς ζωῆς ἀλλ’ ὁ μὲν ϛʹ τὰς ἀρχὰς τῆς ὑστάτης, ὁ δὲ ζʹ τὰ μέσα τῆς ὑστάτης, ὁ δὲ η′ τὰ ὕστατα τῆς ὑστάτης· διὸ καὶ θανατικὸς καλεῖται. τὸ δὲ ὑπόγειον αὐτὸν τὸν θάνατον καὶ τούτου ὁ μὲν γʹ τὰ πρὸ τοῦ θανάτου, ὁ δὲ τέταρτος αὐτὸν τὸν θάνατον, ὁ δὲ εʹ τὰ μετὰ θάνατον.
Ὅτι οὐ δοκιμάζουσιν οἱ ἀστρολόγοι εἰς οἰκοδεσποτείας ἐπικράτησιν
τόν τε ὕπαυγον καὶ τὸν ἀπεστραμμένον καὶ τὸν ἀφαιρέτην καὶ τὸν ταπεινούμενον καὶ τὸν ἐναντιούμενον καὶ ἁπλῶς τὸν κακὴν φαῦσιν ἔχοντα.Textus abrumpitur folio uno avulso.