The Epistle to the Philippians of Saint Polycarp

Polycarp

Polycarp, Epistula ad Philippenses, Apostolic Fathers 1, Lake, 1912

Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας ὑμῶν δουλεύσατε τῷ θεῷ ἐν φόβῳ καὶ ἀληθείᾳ, ἀπολιπόντες [*](I Pet. 1, 13 (Eph. 6, 14); Ps 2, 11) τὴν κενὴν ματαιολογίαν καὶ τὴν τῶν πολλῶν πλάνην, πιστεύσαντες εἰς τὸν ἐγείραντα τὸν κύριον [*](I Pet. 1, 21) ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν καὶ δόντα αὐτῷ [*](Phil. 9, 21; 2, 10) δόξαν καὶ θρόνον ἐκ δεξιῶν αὐτοῦ: ᾧ ὑπετάγη τὰ πάντα ἐπουράνια καὶ ἐπίγεια, ᾧ πᾶσα πνοὴ [*](Acts 10, 42 II Tim. 4, 1; I Pet. 4, 5)) λατρεύει, ὃς ἔρχεται κριτὴς ζώντων καὶ νεκρῶν, οὖ τὸ αἷμα ἐκζητήσει ὁ θεὸς ἀπὸ τῶν ἀπειθούντων [*](II Cor. 4, 14 (I Cor. 6. 14; Rom. 8, 11)) αὐτῷ.

ὁ δὲ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ ἡμᾶς ἐγερεῖ, ἐὰν ποιῶμεν αὐτοῦ τὸ θέλημα καὶ πορευώμεθα ἐν ταῖς ἐντολαῖς αὐτοῦ καὶ ἀγαπῶμεν ἃ ἠγάπησεν, ἀπεχόμενοι πάσης ἀδικίας, πλεονεξίας, [*](I Pet. 8, 9) φιλαργυρίας, καταλαλιᾶς,ψευδομαρτυρίας: μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας ἢ γρόνθον ἀντὶ γρόνθον ἢ κατάραν ἀντὶ κατάρας:

μνημονεύοντες δὲ ὧν εἶπεν ὁ κύριος [*](Mt. 7, 1, 2; Luke 6, 36-38) διδάσκων: Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε: ἀφίετε, καὶ ἀφεθήσεται ὑμῖν: ἐλεᾶτε, ἵνα ἐλεηθῆτε: ᾧ [*](Luke 6, 20; Mt. 5, 3. 10) μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν: καὶ ὅτι μακάριοι οἱ πτωχοὶ καὶ οἱ διωκόμενοι ἕνεκεν δικαιοσύνης, ὅτι αὑτῶν ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.

286