Fragmenta

Philoxenus of Alexandria

Philoxenus of Alexandria. Grammaticae Romanae Fragmenta, Vol. 1. Funaioli, Gino, editor. Leipzig: Teubner, 1907.

ἁρπῶ· ἐξ οὗ τὸ ἁρπάζω· ἐν χρήσει μὲν οὐκ οἶδα 〈τὸ〉 πρωτότυπον. τὸ δὲ ἁρπῶ αὐτὸ παράγωγον ἀπὸ τοῦ ἅρπη παρηγμένον· ἅρπη δέ ἐστιν εἶδος ὀρνέου· ἁρπακτικὸν γάρ. ὡς φωνή φωνῶ, αὐδή αὐδῶ, σιγή σιγῶ, οὕτως ἅρπη ἁρπῶ. οὕτω Φιλόξενος περὶ Ῥωμαίων διαλέκτου.

ὁ Φιλόξενος ἐν τῇ περὶ Ῥωμαίων διαλέκτου ἀντὶ τοῦ ἀρτὴρ τροπῇ τοῦ ρ̄ εἰς λ̄.

κάψα· κάπτω ῥῆμα δηλοῦν τὸ χωρῶ· παρὰ τὸ κάψω κάψα, ὡς δόξω δόξα, ἡ χωρητικὴ οὖσα τῶν ἐντιθεμένων αὐτῇ. ὥσπερ γὰρ ἀπὸ τοῦ δόξω δόξα καὶ ἄξω ἄξα. οὕτως Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου. λέγει δὲ ὅτι δύναται καὶ παρὰ τὸ κάμπτω κάμψω, κάμψα εἶναι καὶ κάψα.

κορώνη καὶ ἐπὶ τοῦ τόξου καὶ ἐπὶ τῆς θύρας καὶ ἐπὶ τῆς πρύμνης τοῦ πλοίου, ἡ καὶ κορωνίς, διὰ τὸ ἐπικαμπές. εἴρηται δὲ ταῦτα ἀπὸ τῆς κορώνης τοῦ ζώου· εὐλύγιστον γὰρ ἔχει καὶ οἷον ἐπικαμπῆ τὸν τράχηλον. καὶ ἐπὶ μέρους δὲ σώματος, ὡς ἐπὶ τοῦ ἀγκῶνος, οἷόν τε παράγεσθαι. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτῳ.

μοχλός· παρὰ τὸ ὁμοῦ καὶ τὴν κλεῖν ἔχειν ὠνόμασται, ὃς ἅμα αὐτῷ τὴν κλεῖν ἔχει. οὕτω Φιλόξενος ἐν τῇ περὶ Ῥωμαίων διαλέκτῳ· ἀλλαχοῦ δέ φησιν· παρὰ τὸ μολῶ μοχλὸς πλεονασμῷ τοῦ χ̄.

ξέστης Ῥωμαϊκόν ἐστι τὸ ὄνομα· τὸν γὰρ παρ’ ἡμῖν ἓξ ἀριθμὸν αὐτοὶ λέγουσι σέξ, καὶ μέτρου τινὸς παρ’ αὐτοῖς τὸ ἕκτον λέγεται σέξτον· διὰ δὲ εὐφωνίαν τὸ σέξτης λέγεται ξέστης μεταθέσει τοῦ ξ̄. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου.

ὀπωπή· ὄπτω καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν ὀπὴ καὶ διπλασιασμὸς ὀπωπή. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου.

παιδνὸς κυρίως ἐπὶ τοῦ νεωτάτου παιδός· παρὰ τὸ παίζω. τὸ παιδνός, ὡς ἀλαπάζω ἀλαπαδνός. οὕτως Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων.

στυγνός· ὡς παρὰ τὸ ἔτραγον τραγανός, ἔπιθον πιθανός, οὕτω παρὰ τὸ ἔστυγον στυγανὸς καὶ συγκοπῇ στυγνός. οἱ δὲ παρὰ τὴν Στύγα φασὶν εἰρῆσθαι· οἱ γὰρ ἀρχαῖοι τὰ μὲν ἀηδῆ καὶ λυπηρὰ ἀπὸ ψυχροῦ ὀνομάζουσιν, τὰ δὲ ἡδέα καὶ τερπνὰ ἀπὸ τῶν θερμῶν. τὸ οὖν στυγεῖν καὶ φοβεῖσθαι ἀπὸ τῆς Στυγός, ἥπερ μυθεύεται ψυχρότατον παρέχειν ὕδωρ. καὶ ὁμοίως ὁ στυγνὸς παρ’ αὐτὴν εἴρηται. τὴν δὲ τέρψιν θαλπωρὴν παρὰ τὸ τέρπεσθαι καὶ ἰαίνεσθαι, καὶ [Hom. Il. 9, 2] φόβου κρυόεντος * *. Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου.

ὑπέρινον τὸ σφόδρα λεπτόν· ἰνῶ ἐστι ῥῆμα τὸ ἐκκενῶ· ὅθεν ὑπέρινον ἄνδρα λέγουσι τὸν λεπτὸν καὶ κενὸν σαρκῶν. Φιλόξενος ἐν τῷ περὶ τῆς Ῥωμαίων διαλέκτου.

Μάιος· Φιλόξενος δὲ λέγει ὅτι παρ’ Αἰολεῦσι ἡ γραφὴ διὰ τοῦ ἰῶτα. ἔστι δὲ Μάιος ἐπεξουσιαστὴς ὡς ἐκ τοῦ μαγέστατος, ἀπὸ Μαίας τῆς Ἄτλαντος τοῦ Ἑρμοῦ ὀνομασθείς. Μάιον κατὰ διάλυσιν τοῦ ἰῶτα.

νέπως ὁ νέος παῖς ἐξ Ἑλληνικῆς ἐτυμολογίας ὁ ἔγγονος λέγεται, ὡς καλῶς ὁ Φιλόξενος εἶπεν· nepos δὲ καὶ ὁ ἄσωτος, ὅπερ καὶ αὐτὸ τροπικῶς. καὶ κατὰ θεωρίαν τάχα τοῖς Ἕλλησι παραχωρητέον, ὅτι τὸν σκορπίον οἱ Ῥωμαῖοι πατρίως νέπαν καλοῦσιν οἱονεὶ ἄποδα κατὰ στέρησιν (τὴν γὰρ ne συλλαβὴν στερητικῷ τρόπῳ λαμβάνουσι Ῥωμαῖοι, ὥσπερ Ἕλληνες νήλιπος νήχυτος νήγρετος νήδυμος) ἐκ τοῦ κατὰ φύσιν συμβαίνοντος τῷ θηρίῳ.