Fragmenta
Philolaus of Croton
Philolaus of Croton. Die Fragmente der Vorsokratiker, Vol. 1. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
[Boeckh Philolaos S. 45] Diog. VIII 85 [A 1 S. 301, 30] Περὶ φύσεως ὦν ἀρχὴ ἥδε· ἁ φύσις δ’ ἐν τῶι κόσμωι ἁρμόχθη ἐξ ἀπείρων τε καὶ περαινόντων καὶ ὅλος ⟨ ὁ ⟩ κόσμος καὶ τὰ ἐν αὐτῶι πάντα.
[B.47] Stob. Ecl. I 21, 7a [p. 187,14 Wacham.] Ἐκτοῦ Φιλολάου περὶ κόσμου. ἀνάγκα τὰ ἐόντα εἶμεν πάντα ἢ περαίνοντα ἤ ἄπειρα ἢ περαίνοντά τε καὶ ἄπειρα, ἄπειρα δὲ μόνον ⟨ ἤ περαίνοντα μόνον⟩ οὔ κα εἶη. ἐπεὶ τοίνυν φαίνεται οὔτ’ ἐκ περαινόντων πάντων ἐόντα οὔτ’ ἐξ ἀπείρων πάντων, δῆλον τἆρα ὅτι ἐκ περαινόντων τε καὶ ἀπείρων ὅ τε κόσμος καὶ τὰ ἐν αὐτῶι συναρμόχθη. δηλοῖ δὲ καὶ τὰ ἐν τοῖς ἔργοις. τὰ μὲν γὰρ αὐτῶν ἐκ περαινόντων περαίνοντι, τὰ δ’ ἐκ περαινόντων τε καὶ ἀπείρων περαίνοντί τε καὶ οὗ
περαίνοντι, τὰ δ’ ἐξ ἀπείρων ἄπειρα φανέονται. (Vgl. Damasc. 240 I 101, 3 Ru. τὸ ὂν ἐκ πέρατος καὶ ἀπείρου, ὡς ἔν τε Φιλήβωι [p.23 c] λέγει ὁ Πλάτων καὶ Φ. ἐν τοῖς Περὶ φύσεως. S. A 9.) Folgen bei Stob. B 4—7.[B. 49] Iambl. in Nicom. p. 7, 24 Pist. ἀρχὰν γὰρ οὐδὲ τὸ γνωσούμενον ἐσσεῖται πάντων ἀπείρων ἐόντων κατὰ τὸν Φιλόλαον.
[B. 58] Stob. Ecl. I 21, 7b [p. 188, 5 W.] καὶ πάντα γα μὰν τὰ γιγνωσκόμενα ἀριθμὸν ἔχοντι· οὐ γὰρ οἷόν τε οὐδὲν οὔτε νοηθῆμεν οὔτε γνωσθῆμεν ἄνευ τούτου.