De Incredibilibus

Palaiphatos

Palaiphatos. Mythographi Graeci. Vol. 3, fasc. 2. Festa, Nicola, editor. Leipzig: Teubner, 1902.

Τάδε περὶ τῶν ἀπίστων συγγέγραφα. ἀνθρώπων γὰρ οἱ μὲν εὐπειθέστεροι πείθονται πᾶσι τοῖς λεγομένοις, ὡς ἀνομίλητοι σοφίας καὶ ἐπιστήμης, οἱ δὲ πυκνότεροι τὴν φύσιν καὶ πολυπράγματοι ἀπιστοῦσι τὸ παράπαν μηδὲ γενέσθαι τι τούτων. ἐμοὶ δὲ δοκεῖ γενέσθαι πάντα τὰ λεγόμενα (οὐ γὰρ ὀνόματα μόνον ἐγένοντο, λόγος δὲ περὶ αὐτῶν οὐδεὶς ὑπῆρξεν· ἀλλὰ πρότερον ἐγένετο τὸ ἔργον, εἶθ’ οὕτως ὁ λόγος ὁ περὶ αὐτῶν)· ὅσα δὲ εἴδη καὶ μορφαί εἰσι λεγόμεναι καὶ γενόμεναι τότε, αἳ νῦν οὐκ εἰσί, τὰ τοιαῦτα οὐκ ἐγένοντο. εἰ γάρ ‹τί› ποτε καὶ ἄλλοτε ἐγένετο, καὶ νῦν τε γίνεται καὶ αὖθις ἔσται. ἀεὶ δὲ ἔγωγε ἐπαινῶ τοὺς συγγραφέας Μέλισσον καὶ Λαμίσκον τὸν Σάμιον ἐν ἀρχῇ λέγοντας ἔστιν ἃ ἐγένετο, καὶ νῦν ἔσται. γενομένων δέ τινα οἱ ποιηταὶ καὶ λογογράφοι παρέτρεψαν εἰς τὸ ἀπιστότερον καὶ θαυμασιώτερον, τοῦ θαυμάζειν ἕνεκα τοὺς ἀνθρώπους. ἐγὼ δὲ γινώσκω ὅτι οὐ δύναται τὰ τοιαῦτα εἶναι οἷα καὶ λέγεται· τοῦτο δὲ καὶ διείληφα, ὅτι, εἰ μὴ ἐγένετο, οὐκ ἂν ἐλέγετο. ἐπελθὼν δὲ καὶ πλείστας χώρας ἐπυνθανόμην τῶν πρεσβυτέρων ὡς ἀκούοιεν περὶ ἑκάστου αὐτῶν, συγγράφω δὲ ἃ ἐπυθόμην παρ’ αὐτῶν. καὶ τὰ χωρία αὐτὸς εἶδον ὡς ἔστιν ἕκαστον ἔχον, καὶ γέγραφα ταῦτα οὐχ οἷα ἦν λεγόμενα, ἀλλ’ αὐτὸς ἐπελθὼν καὶ ἱστορήσας.

Περὶ Κενταύρων φασὶν ὡς θηρία ἐγένοντο καὶ ἵππου μὲν εἶχον τὴν ὅλην ἰδέαν πλὴν τῆς κεφαλῆς, ταύτην δὲ ἀνδρός. εἴ τις οὖν πείθεται τοιοῦτον γενέσθαι θηρίον, ἀδύνατον· οὔτε γὰρ ἄλλως αἱ φύσεις σύμφωνοι ἵππου καὶ ἀνδρός, οὔτε ἡ τροφὴ ὁμοία, οὔτε διὰ στόματος καὶ φάρυγγος ἀνθρωπείου δυνατὸν ἵππου τροφὴν διελθεῖν. εἰ δὲ τοιαύτη ἰδέα τότε ἦν, καὶ νῦν ἂν ὑπῆρχε. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἰξίονος βασιλέως ὄντος Θεσσαλίας ἐν τῷ Πηλίῳ ὄρει ἀπηγριώθη ταύρων ἀγέλη, ἥτις καὶ τὰ λοιπὰ τῶν ὀρῶν ἄβατα ἐποίει· εἰς γὰρ τὰ οἰκούμενα κατιόντες οἱ ταῦροι ἐσίνοντο τὰ δένδρα καὶ τὸν καρπόν, καὶ ὑποζύγια συνέφθειραν. ἐκήρυξεν οὖν ὁ Ἰξίων, εἴ τις ἀνέλοι τοὺς ταύρους, τούτῳ δώσειν χρήματα πολλά. νεανίσκοι δέ τινες ἐκ τῆς ὑπωρείας, ἐκ κώμης τινὸς καλουμένης Νεφέλης, ἐπινοοῦσιν ἵππους κέλητας διδάξαι (πρότερον γὰρ οὐκ ἠπίσταντο ἐφ’ ἵππων ὀχεῖσθαι, ἀλλὰ μόνον ἅρμασιν ἐχρῶντο). οὕτω δὲ ἀναβάντες τοὺς κέλητας ἤλαυνον ἐφ’ οὗ οἱ ταῦροι ἦσαν, καὶ ἐπεισβαλόντες τῇ ἀγέλῃ, ἠκόντιζον· καὶ ὅτε μὲν διώκοιντο ὑπὸ τῶν ταύρων, ὑπέφευγον οἱ νεανίαι (ποδωκέστεροι γὰρ ἦσαν οἱ ἵπποι), ὅτε δὲ σταίησαν οἱ ταῦροι, ὑποστρέφοντες ἠκόντιζον· καὶ τοῦτον τὸν τρόπον ἀνεῖλον αὐτούς. καὶ τὸ μὲν ὄνομα ἐντεῦθεν ἔλαβον οἱ Κένταυροι, ὅτι τοὺς ταύρους κατεκεντάννυσαν (οὐ γὰρ ἀπὸ τῆς ἰδέας τῶν ταύρων, οὐδὲν γὰρ πρόσεστι ταύρου τοῖς Κενταύροις, ἀλλ’ ἵππου καὶ ἀνδρὸς ἰδέα ἐστίν· ἀπὸ τοῦ ἔργου οὖν τὸ ὄνομα ἔλαβον). λαβόντες οὖν οἱ Κένταυροι παρὰ τοῦ Ἰξίονος τὰ χρήματα καὶ γαυριῶντες ἐπὶ τῇ πράξει καὶ τῷ πλούτῳ, βρισταὶ ὑπῆρχον καὶ πολλὰ κακὰ εἰργάζοντο, καὶ δὴ καὶ κατ’ αὐτοῦ τοῦ Ἰξίονος, ὃς ᾤκει τὴν νῦν καλουμένην Λάρισσαν πόλιν (τότε δὲ ἐκαλοῦντο οἱ τοῦτο τὸ χωρίον οἰκοῦντες Λαπίθαι). καλεσάντων οὖν αὐτοὺς ἐπὶ θοίνην μεθυσθέντες ἁρπάζουσιν αὐτῶν τὰς γυναῖκας, καὶ ἀναβιβάσαντες αὐτὰς ἐπὶ τοὺς ἵππους ᾤχοντο φεύγοντες εἰς τὴν οἰκείαν. ἐντεῦθεν ὁρμώμενοι ἐπολέμουν αὐτοῖς, καὶ καταβαίνοντες μὲν διὰ τῆς νυκτὸς εἰς τὰ πεδία ἐνέδρας ἐποιοῦντο, ἡμέρας δὲ γενομένης ἁρπάσαντες καὶ ἐμπρήσαντες ἀπέτρεχον ἐπὶ τὰ ὄρη. οὕτως ἀπιόντων αὐτῶν κατόπιν τὰ νῶτα τοῖς πόρρωθεν ὁρῶσι μόνον ἐφαίνοντο τοῦ ἵππου πλὴν τῆς κεφαλῆς, τῶν δὲ ἀνδρῶν τὰ λοιπὰ πλὴν τῶν σκελῶν. ξένην οὖν ὄψιν ὁρῶντες ἔλεγον οἱ Κένταυροι ἡμᾶς οἱ ἐκ Νεφέλης κατατρέχουσιν. ἀπὸ δὴ ταύτης τῆς ἰδέας καὶ τοῦ λόγου ὁ μῦθος ἀπίστως ἐπλάσθη, ὡς ἐκ τῆς νεφέλης ἵππος τε καὶ ἀνὴρ ἐν τῷ ὄρει ἐγεννήθη.

Περὶ Πασιφάης μυθεύεται ὡς ἠράσθη ταύρου νεμομένου, Δαίδαλον δὲ ποιῆσαι βοῦν ξυλίνην καὶ ἐγκλεῖσαι τὴν Πασιφάην εἰς αὐτήν, οὕτω δὲ τὸν ταῦρον ἐπιβάντα μιγῆναι τῇ γυναικί, τὴν δὲ κυῆσαι καὶ τεκεῖν παῖδα σῶμα μὲν ἔχοντα ἀνδρός, κεφαλὴν δὲ βοός. ἐγὼ δὲ τοῦτο οὔ φημι γενέσθαι. πρῶτον μὲν γὰρ ἀδύνατον ἐρασθῆναι ζῷον ἕτερον ἑτέρου μὴ ὁμοίως ἔχον τὴν μήτραν τοῖς αἰδοίοις· οὐ γὰρ δυνατὸν κύνα καὶ πίθηκον καὶ λύκον τε καὶ ὕαιναν ἀλλήλοις μίγνυσθαι οὐδὲ βούβαλον ἐλάφῳ (ἑτερογενῆ γὰρ ὑπάρχει), οὐδὲ ἀλλήλοις μιγνύμενα γεννᾶν. ταῦρος δὲ οὐ δοκεῖ μοι πρῶτον μὲν ἀναμιχθῆναι ξυλίνῃ βοΐ· πάντα γὰρ τὰ τετράποδα [ζῷα] ὀσφραίνεται τῶν αἰδοίων τοῦ ζῴου πρὸ τῆς μίξεως, καὶ οὕτως ἀναβαίνει ἐπ’ αὐτό· οὐδ’ ἂν ἠνέσχετο ταύρου ἐπιβαίνοντος ἡ γυνή, οὐδὲ φέρειν δύναται γυνὴ ἔμβρυον κέρατα ἔχον. τὸ δ’ ἀληθὲς ἔχει ὧδε. Μίνωά φασιν ἀλγοῦντα τὰ αἰδοῖα τεθεραπεῦσθαι ὑπὸ Πρόκριδος τῆς Πανδίονος ἐπὶ τῷ κυνιδίῳ καὶ τῷ ἀκοντίῳ *** Κέφαλον. κατὰ δὲ τὸν χρόνον τοῦτον Μίνῳ ἠκολούθει νεανίας κάλλει διαφέρων, ᾧ ὄνομα ἦν Ταῦρος. τούτου Πασιφάη ἔρωτι ἁλοῦσα καὶ πείσασα μίγνυται, καὶ ἐγέννησεν ἐξ αὐτοῦ παῖδα. Μίνως δ’ ἐπιλογισάμενος τὸν χρόνον τῆς ἀλγηδόνος τῶν αἰδοίων, καὶ ἐπιγνοὺς ὡς οὐκ ἔστιν ἐξ αὐτοῦ ὁ παῖς διὰ τὸ μὴ συγκοιμᾶσθαι, ἐξετάζων τὸ ἀκριβὲς ἐπέγνω ὅτι ἐκ τοῦ Ταύρου ἐστὶ τὸ γεννηθέν. ἀποκτεῖναι μὲν οὖν οὐκ ἔδοξεν αὐτῷ διὰ τὸ δοκεῖν ἀδελφὸν εἶναι τῶν παίδων· ἀποπέμπει δὲ αὐτὸν εἰς τὸ ὄρος ὅπως αὐξηθεὶς ὑπάρχῃ ἐν θεράποντος μοίρᾳ τοῖς ποιμέσιν. ἀνδρωθεὶς δὲ οὗτος οὐχ ὑπήκουε τῶν βουκόλων. πυθόμενος δὲ ὁ Μίνως καταντᾶν αὐτὸν ἐκέλευσεν εἰς τὴν πόλιν, κρατεῖν δὲ αὐτόν· καὶ εἰ μὲν ἑκὼν ἕποιτο, λελυμένον ἐλθεῖν, εἰ δὲ μή, δέσμιον. αἰσθόμενος δ’ ὁ νεανίας ἀφίσταται εἰς τὰ ὄρη, καὶ ἁρπάζων βοσκήματα οὕτω διέζη. πέμψαντος δὲ τοῦ Μίνωος πλείονα ὄχλον εἰς τὸ συλλαβεῖν αὐτόν, ὁ νεανίας ὄρυγμα βαθὺ ποιήσας καθεῖρξεν ἑαυτὸν εἰς ἐκεῖνο. ἔνθα ὄντι αὐτῷ τὸν μὲν ἄλλον χρόνον εἰσεβάλλοντο πρόβατα καὶ αἶγας, καὶ ἔζη σιτούμενος· ὁπότε δὲ Μίνως ἄνθρωπον ἠβούλετο τιμωρήσασθαι, τούτῳ καθειργμένῳ ἐν τῷ οἰκήματι εἰσέπεμπε, καὶ οὕτως ἀνῃρεῖτο. καὶ τὸν Θησέα ἄνδρα πολέμιον λαβὼν ὁ Μίνως ἤγαγε ἐπὶ τὸν τόπον ὡς ἀποθανούμενον· ἡ δὲ Ἀριάδνη προεισπέμπει ξίφος εἰς τὴν εἱρκτήν, ἐν ᾧ ὁ Θησεὺς ἀνεῖλε τὸν Μινώταυρον *** τοιούτου δὲ τοῦ συμβάματος γενομένου, ἐπὶ τὸ μυθῶδες οἱ ποιηταὶ τὸν λόγον ἐξέτρεψαν.

Λόγος τις ἀρχαῖος λέγει ὡς ὁ Κάδμος ὄφιν ἀποκτείνας καὶ ἐκλέξας τοὺς ὀδόντας ἔσπειρεν ἐν τῇ ἰδίᾳ γῇ· ἔπειτα ἐξέφυσαν ἄνδρες τε καὶ ὅπλα. εἰ δὲ τοῦτο ἦν ἀληθές, οὐδεὶς ἀνθρώπων ἄλλο τι ἂν ἔσπειρεν ἢ ὀδόντας ὄφεων· καὶ εἰ μὴ ἐν ἄλλῃ γῇ ἐφύετο, ἀλλ’ οὖν τέως ἐν ἐκείνῃ τῇ γῇ ἐσπείρετο ἐν ᾗ καὶ πρώην ἐφύετο. τὸ ἀληθὲς οὖν ἐστι τοῦτο. Κάδμος ἀνὴρ τὸ γένος Φοῖνιξ ἀφίκετο εἰς Θήβας, πρὸς τὸν ἀδελφὸν Φοίνικα ἁμιλλησόμενος περὶ τῆς βασιλείας. ἦν δὲ βασιλεὺς τότε Θηβῶν Δράκων Ἄρεως παῖς, ἔχων ἄλλα τε πολλὰ ὅσα βασιλεύς, καὶ δὴ καὶ ὀδόντας ἐλεφάντων. τοῦτον ὁ Κάδμος ἀποκτείνας αὐτὸς ἐβασίλευσεν· οἱ δὲ φίλοι τοῦ Δράκοντος ἐπολέμουν αὐτῷ, καὶ οἱ παῖδες αὐτοῦ συνέστησαν τῷ Κάδμῳ. οἱ οὖν φίλοι τοῦ Δράκοντος, ἐπεὶ ἥττονες ἐγένοντο τῇ μάχῃ, ἁρπάσαντες τὰ χρήματα τοῦ Κάδμου καὶ τοὺς ἐλεφαντίνους ὀδόντας κειμένους ἐν τῷ ἱερῷ, ᾤχοντο φεύγοντες εἰς τὴν οἰκείαν· ἄλλοι δὲ ἀλλαχῆ διεσπάρησαν, οἱ μὲν εἰς τὴν Ἀττικήν, οἱ δὲ εἰς τὴν Πελοπόννησον καὶ Φωκίδα καὶ Λοκρίδα. ἐντεῦθεν ὁρμώμενοι ἐπολέμουν τοῖς Θηβαίοις, καὶ ἦσαν ἀργαλέοι πολεμισταί, ὁμόγλωσσοι ὄντες καὶ ἐπιστάμενοι τὰ χωρία. ἐπεὶ οὖν τοὺς ὀδόντας διαρπάσαντες ἔφυγον, ταῦτα ἔλεγον οἱ πολῖται τοιαῦτα κακὰ ἡμᾶς ὁ Κάδμος εἰργάσατο Δράκοντα ἀποκτείνας· ἐκ γὰρ τῶν ἐκείνου ὀδόντων πολλοὶ καὶ ἀγαθοὶ ἄνδρες γενόμενοι σπαρτοὶ καταγωνίζονται ἡμᾶς. τούτου τοῦ πράγματος ἀληθινοῦ γενομένου ὁ μῦθος προσανεπλάσθη.

Περὶ τῆς Καδμείας Σφιγγὸς λέγεται ὡς θηρίον ἐγένετο σῶμα μὲν κυνὸς ἔχον, τὴν δὲ κεφαλὴν καὶ τὸ πρόσωπον κόρης, πτέρυγας δὲ ὄρνιθος, φωνὴν δὲ ἀνθρώπου. καθίζουσα δὲ ἐπὶ Φικίου ὄρους αἴνιγμά τι ἑκάστῳ τῶν πολιτῶν ᾖδεν· ὃν δ’ ἂν εὗρε διαλύσασθαι μὴ δυνάμενον, τοῦτον ἀνῄρει. διαλυσαμένου δὲ τὸ αἴνιγμα Οἰδίποδος, ῥίψασα ἑαυτὴν ἀνεῖλεν. ἔστι δὲ ἄπιστος καὶ ἀδύνατος ὁ λόγος. οὔτε γὰρ ἰδέα τοιαύτη δύναται γενέσθαι, τό τε τοὺς μὴ δυναμένους τοιαύτη δύναται γενέσθαι, τό τε τοὺς μὴ δυναμένους διαλύεσθαι [τὰ] αἰνίγματα κατεσθίεσθαι ὑπ’ αὐτῆς, παιδαριῶδες, τό τε τοὺς Καδμείους μὴ κατατοξεῦσαι τὸ θηρίον, ἀλλὰ περιορᾶν τοὺς πολίτας ὡς πολεμίους κατεσθιομένους, μάταιον. ἔχει οὖν ἡ ἀλήθεια ὧδε. Κάδμος ἔχων γυναῖκα Ἀμαζονίδα, ᾗ ὄνομα Σφίγξ, ἦλθεν εἰς Θήβας, καὶ ἀποκτείνας Δράκοντα τήν τε οὐσίαν καὶ βασιλείαν παρέλαβε, μετὰ δὲ καὶ τὴν ἀδελφὴν Δράκοντος, ᾗ ὄνομα Ἁρμονία. αἰσθομένη δὲ ἡ Σφὶγξ ὅτι ἄλλην ἐπέγημε, πείσασα πολλοὺς τῶν πολιτῶν συναπᾶραι αὐτῇ, καὶ τῶν χρημάτων τὰ πλεῖστα ἁρπάσασα, καὶ τὸν ποδώκη κύνα, ὃν ἧκεν ὁ Κάδμος ἄγων, λαβοῦσα, μετὰ τούτων ἀπῆρεν εἰς τὸ καλούμενον ὄρος Φίκιον, καὶ ἐντεῦθεν ἐπολέμει τῷ Κάδμῳ· ἐνέδρας δὲ ποιουμένη κατὰ τὴν ὥραν ἀνῄρει οὓς διαρπάζουσα ᾤχετο. καλοῦσι δὲ οἱ Καδμεῖοι τὴν ἐνέδραν αἴνιγμα.ἐθρύλλουν οὖν οἱ πολῖται λέγοντες Σφὶγξ ἡμᾶς ἡ ἀγρία αἰνίγματι ὑφισταμένη διαρπάζει, καὶ καθίζει ἐπὶ τοῦ ὄρους. ἐξευρεῖν δὲ τὸ αἴνιγμα οὐδεὶς δύναται, ἔκ τε τοῦ προφανοῦς μάχεσθαι ἀδύνατον· οὐ γὰρ τρέχει, ἀλλὰ πέτεται καὶ κύων καὶ γυνή[, οὕτω ποδώκης ἐστί]. κηρύττει δὲ ὁ Κάδμος τῷ ἀποκτενοῦντι τὴν Σφίγγα χρήματα δώσειν πολλά. ἐλθὼν οὖν ὁ Οἰδίπους, ἀνὴρ Κορίνθιος τά τε πολεμικὰ ἀγαθός, ἵππον ἔχων ποδώκη, καὶ λόχους τῶν Καδμείων ποιήσας καὶ διὰ νυκτὸς ἐξιὼν καὶ ἐνεδρεύσας αὐτήν, εὗρε τὸ αἴνιγμα [τουτέστι τὴν ἐνέδραν] καὶ ἀπέκτεινεν τὴν Σφίγγα. τούτων γενομένων τὰ λοιπὰ ἐμυθεύθη.

Φασὶ περὶ τῆς Τευμησίας Ἀλώπεκος ὡς ἁρπάζουσα τοὺς Καδμείους κατήσθιεν. ἔστι δὲ εὔηθες. οὐδὲ γὰρ ἄλλο τί ἐστι χερσαῖον θηρίον ὃ δύναται ἁρπάσαν ἄνθρωπον φέρειν, ἀλώπηξ δὲ μικρόν ἐστι καὶ ἀσθενές. ἐγένετο δέ τι τοιοῦτον. ἀνὴρ Θηβαῖος καλὸς κἀγαθὸς ἐκαλεῖτο Ἀλώπηξ, ὃ ἦν πανοῦργος· οὗτος γὰρ συνέσει πάντων τῶν ἀνθρώπων ὑπερέφερε. δεδιὼς δὲ ὁ βασιλεὺς μὴ ἐπιβουλεύσῃ αὐτῷ, ἐξελαύνει αὐτὸν ἐκ τῆς πόλεως. συναγαγὼν δὲ ἐκεῖνος πολὺν στρατὸν καὶ ἄλλους μισθοφόρους, κατέλαβε τὸν καλούμενον λόφον Τευμήσιον. ἐντεῦθεν ὁρμώμενος ἦγε καὶ ἔφερε τοὺς Θηβαίους. ἔλεγον δὲ οἱ ἄνθρωποι Ἀλώπηξ ἡμᾶς κατατρέχων ὑποχωρεῖ. ἀφικνεῖται δὲ ἀνὴρ Κέφαλος ὀνόματι, γένος Ἀθηναῖος, στρατὸν πολὺν ἔχων, ἐπίκουρος τοῖς Θηβαίοις. οὗτος τόν τε Ἀλώπεκα ἀπέκτεινε καὶ τὸν στρατὸν αὐτοῦ ἐξήλασεν ἐκ τοῦ Τευμησίου. ὧν γενομένων ἐμυθολογήθη ἐκεῖνα.

Φασὶν Ἀκταίωνα ὑπὸ τῶν ἰδίων κυνῶν καταβρωθῆναι. τοῦτο δὲ ψευδές· κύων γὰρ δεσπότην καὶ τροφέα μάλιστα φιλεῖ, ἄλλως τε καὶ αἱ θηρευτικαὶ πάντας ἀνθρώπους σαίνουσιν. ἔνιοι δέ φασιν ὡς Ἄρτεμις μὲν ‹εἰς ἔλαφον μετέβαλεν› αὐτόν, ἔλαφον δὲ ἀνεῖλον αἱ κύνες. ἐμοὶ δὲ δοκεῖ Ἄρτεμιν μὲν δύνασθαι ὅ τι θέλοι ποιῆσαι· οὐ μέντοι ἐστὶν ἀληθὲς ἔλαφον ἐξ ἀνδρὸς ἢ ἐξ ἐλάφου ἄνδρα γενέσθαι· τοὺς δὲ μύθους τούτους συνέθεσαν οἱ ποιηταί, ἵνα οἱ ἀκροώμενοι μὴ ὑβρίζοιεν εἰς τὸ θεῖον. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἀκταίων ἦν ἀνὴρ τὸ γένος Ἀρκάς, φιλοκύνηγος. οὗτος ἔτρεφεν ἀεὶ κύνας πολλὰς καὶ ἐθήρευεν ἐν τοῖς ὄρεσιν, τῶν δὲ αὑτοῦ πραγμάτων ἠμέλει. οἱ δὲ τότε ἄνθρωποι αὐτουργοὶ πάντες ἦσαν οἰκέτας τεοὐκ εἶχον[, ἀλλ’ ἑαυτοῖς ἐγεώργουν], καὶ οὗτος ἦν πλουσιώτατος ὃς [αὐτὸς ἐγεώργει καὶ] ἐργατικώτατος ὑπῆρχε. τῷ οὖν Ἀκταίωνι ἀμελοῦντι τῶν οἰκείων, μᾶλλον δὲ κυνηγετοῦντι, διεφθάρη ὁ βίος. ὅτε δὲ οὐκέτι εἶχεν οὐδέν, ἔλεγον οἱ ἄνθρωποι δείλαιος Ἀκταίων, ὃς ὑπὸ τῶν ἰδίων κυνῶν κατεβρώθη, ὥσπερ καὶ νῦν ἐάν τις πορνοβοσκῶν ἀτυχήσῃ, λέγειν εἰώθαμεν ὑπὸ τῶν πορνῶν κατεβρώθη. τοιοῦτον δή τι καὶ τὸ περὶ τὸν Ἀκταίωνα γέγονεν.

Περὶ τῶν Διομήδους ἵππων φασὶν ὅτι ἀνδροφάγοι ἦσαν, γελοίως· τὸ γὰρ ζῷον τοῦτο μᾶλλον χόρτῳ καὶ κριθῇ ἥδεται ἢ κρέασιν ἀνθρωπίνοις. τὸ δ’ ἀληθὲς ὧδε ἔχει. τῶν παλαιῶν ἀνθρώπων ὄντων αὐτουργῶν, καὶ τὴν τροφὴν καὶ τὴν περιουσίαν οὕτως κτωμένων, ἅτε τὴν γῆν ἐργαζομένων, ἱπποτροφεῖν τις ἐπελάβετο, καὶ μέχρι τούτου ἵπποις ἥδετο, ἕως οὗ τὰ αὑτοῦ ἀπώλεσε καὶ πάντα πωλῶν κατανάλωσεν εἰς τὴν τῶν ἵππων τροφήν. οἱ οὖν φίλοι ἀνδροφάγους τοὺς ἵππους ὠνόμασαν. ὧν γενομένων προήχθη ὁ μῦθος.

Φασὶν ὡς Νιόβη γυνὴ ζῶσα λίθος ἐγένετο ἐπὶ τῷ τύμβῳ τῶν παίδων· ὅστις δὲ πείθεται ἐξ ἀνθρώπου λίθον γενέσθαι ἢ ἐκ λίθου ἄνθρωπον, εὐήθης ἐστί. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Νιόβης ἀποθανόντων τῶν παίδων, ποιήσας τις εἰκόνα λιθίνην ἔστησεν ἐπὶ τῷ τύμβῳ [τῶν παίδων]. ἔλεγον οὖν οἱ παριόντες Νιόβη λιθίνη ἕστηκεν ἐπὶ τῷ τύμβῳ· ἐθεασάμεθα ἡμεῖς αὐτήν, ὥσπερ καὶ νῦν λέγεται παρὰ τὸν χαλκοῦν Ἡρακλέα ἐκαθήμην καὶ παρὰ τὸν Πάριον Ἑρμῆν ὤν. τοιοῦτον ἦν κἀκεῖνο, ἀλλ’ οὐχὶ Νιόβη αὐτὴ λιθίνη ἐγένετο.

Λέγεται ὡς Λυγκεὺς καὶ τὰ ὑπὸ γῆν ἑώρα. τοῦτο δὲ ψευδές. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Λυγκεὺς πρῶτος ἤρξατο μεταλλεύειν χαλκὸν καὶ ἄργυρον καὶ τὰ λοιπά· ἐν δὲ τῇ μεταλλείᾳ λύχνους καταφέρων ὑπὸ τὴν γῆν, τοὺς μὲν κατελίμπανεν ἐπὶ τοῦ τόπου, αὐτὸς δὲ θυλάκους ἀνέφερε τοῦ χαλκοῦ καὶ τοῦ σιδήρου. ἔλεγον οὖν οἱ ἄνθρωποι Λυγκεὺς καὶ τὰ ὑπὸ γῆν ὁρᾷ καὶ καταδύνων ἀργύριον ἀναφέρει.

Καινέα φασὶν ὅτι ἄτρωτος ἦν. ὅστις δὲ ὑπολαμβάνει ἄτρωτον εἶναί τινα ἀπὸ σιδήρου ἄνθρωπον ὄντα, ματαιάζει. ἡ δὲ ἀλήθεια ἔχει ὧδε. Καινεὺς ἦν ἀνὴρ Θετταλὸς τὸ γένος, ἀγαθὸς τὰ πολεμικὰ καὶ ἐπιστήμων τοῦ μάχεσθαι· γενόμενος δὲ ἐν πολλαῖς μάχαις οὐδέποτε ἐτρώθη, οὐδὲ ὅτε Λαπίθαις συμμαχῶν πρὸς Κενταύρους ἀπέθανεν· ἀλλὰ συλλαβόντες αὐτόν, μόνον κατέχωσαν, καὶ οὕτως ἐτελεύτησεν. ἔλεγον οὖν οἱ Λαπίθαι, ἀνελόμενοι τὸν νεκρὸν αὐτοῦ καὶ εὑρόντες μὴ τετρωμένον τὸ σῶμα, Καινεὺς τόν τε ἄλλον βίον ἄτρωτος ἦν καὶ ἀπέθανεν ἄτρωτος.

Ὁ αὐτὸς λόγος καὶ περὶ Κύκνου τοῦ ἐν Κολωναῖς· καὶ γὰρ κἀκεῖνόν φασιν ὅτι ἄτρωτος ἦν. καὶ αὐτὸς ἦν αἰχμητὴς καὶ ἐπιστήμων μάχης· ἀπέθανε δὲ ἐν Τροίᾳ ὑπὸ Ἀχιλλέως λίθῳ βληθείς, καὶ οὐδὲ τότε ἐτρώθη. ἔλεγον οὖν οἱ ἄνθρωποι, ὁρῶντες τὸν νεκρὸν αὐτοῦ, ὅτι ἄτρωτος ἦν, ὥσπερ καὶ νῦν λέγουσιν τοὺς ἀγωνιστάς, ἐάν τις ἄτρωτος ᾖ. οὕτως κἀκεῖνοι ἐκλήθησαν ἄτρωτοι. κατηγορεῖ δὲ τούτων τῶν λόγων καὶ ἐμοὶ μαρτυρεῖ Αἴας ὁ Τελαμώνιος· καὶ γὰρ κἀκεῖνος ἐλέγετο ἄτρωτος, καὶ ἀπέθανε ξίφει τρωθεὶς ὑφ’ ἑαυτοῦ.

Φασὶν ὅτι Μίνως Δαίδαλον καὶ Ἴκαρον τὸν υἱὸν αὐτοῦ καθεῖρξε διά τινα αἰτίαν, Δαίδαλος δὲ ποιήσας πτέρυγας ἀμφοτέροις προσθετάς, ἐξέπτη μετὰ τοῦ Ἰκάρου. νοῆσαι δὲ ἄνθρωπον πετόμενον, ἀμήχανον, καὶ ταῦτα πτέρυγας ἔχοντα προσθετάς. τὸ οὖν λεγόμενον ἦν τοιοῦτον. Δαίδαλος ὢν ἐν τῇ εἱρκτῇ, καθεὶς ἑαυτὸν διὰ θυρίδος καὶ τὸν υἱὸν κατασπάσας, σκαφίδι ἐμβάς, ἀπῄει. αἰσθόμενος δὲ ὁ Μίνως πέμπει πλοῖα διώξοντα. οἱ δὲ ὡς ᾔσθοντο διωκόμενοι, ἀνέμου λάβρου καὶ φοροῦ ὄντος, πετόμενοι ἐφαίνοντο. εἶτα πλέοντες οὐρίῳ Κρητικῷ νότῳ ἐν τῷ πελάγει περιτρέπονται· καὶ ὁ μὲν Δαίδαλος περισῴζεται εἰς τὴν γῆν, ὁ δὲ Ἴκαρος διαφθείρεται (ὅθεν ἀπ’ ἐκείνου Ἰκάριον πέλαγος ἐκλήθη), ἐκβληθέντα δὲ ὑπὸ τῶν κυμάτων ὁ πατὴρ ἔθαψεν.

Λέγεται περὶ Ἀταλάντης καὶ Μειλανίωνος ὡς ὁ μὲν ἐγένετο λέων, ἡ δὲ λέαινα. ἦν δὲ τὸ ἀληθὲς τοιοῦτον. Ἀταλάντη καὶ Μειλανίων ἐκυνηγέτουν. ἀναπείθει δὲ τὴν κόρην ὁ Μειλανίων μιγῆναι αὐτῷ. εἰσέρχονται δὲ εἴς τι σπήλαιον μιχθησόμενοι. ἦν δὲ ἐν τῷ ἄντρῳ εὐνὴ λέοντος καὶ λεαίνης, οἳ δή, ἀκούσαντες φωνῆς, ἐξελθόντες ἐμπίπτουσι τοῖς περὶ Ἀταλάντην καὶ ἀναιροῦσιν αὐτούς. μετὰ δὲ χρόνον τοῦ λέοντος καὶ τῆς λεαίνης ἐξελθόντων, ἰδόντες τούτους οἱ συγκυνηγετοῦντες τῷ Μειλανίωνι, ἔδοξαν αὐτοὺς εἰς ταῦτα τὰ ζῷα μεταβληθῆναι. εἰσβάλλοντες οὖν εἰς τὴν πόλιν διεφήμιζον ὡς οἱ περὶ Ἀταλάντην [καὶ Μειλανίωνα] εἰς λέοντας μετεβλήθησαν.

Καὶ ὁ περὶ Καλλιστοῦς λόγος τοιοῦτος, ὡς κυνηγετοῦσα ἄρκτος ἐγένετο. ἐγὼ δέ φημι καὶ ταύτην εἰς γετοῦσα ἄρκτος ἐγένετο. ἐγὼ δέ φημι καὶ ταύτην εἰς ξύλοχόν που καταντήσασαν, ὅπου ἐτύγχανεν ἄρκτος, θηρεύουσαν καταβρωθῆναι· τοὺς δὲ ‹συγ›κυνηγετοῦντας, ἰδόντας εἰσελθοῦσαν μέν, μηκέτι δὲ ἐξερχομένην, εἰπεῖν ὡς ἡ κόρη ἄρκτος ἐγένετο.

Φασὶν Εὐρώπην τὴν Φοίνικος ἐπὶ ταύρου ὀχουμένην διὰ τῆς θαλάσσης ἐκ Τύρου εἰς Κρήτην ἀφικέσθαι. ἐμοὶ δὲ οὔτ’ ἂν ταῦρος οὔθ’ ἵππος δοκεῖ τοσοῦτον πέλαγος διανύσαι [δύνασθαι], οὔτε κόρη ἐπὶ ταῦρον ἄγριον ἀναβῆναι· ὅ τε Ζεύς, εἰ ἐβούλετο Εὐρώπην εἰς Κρήτην ἐλθεῖν, εὑρεῖν ἂν αὐτῇ ἑτέραν πορείαν καλλίονα. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. ἀνὴρ Κνώσιος ὀνόματι Ταῦρος ἐπολέμει τὴν Τυρίαν χώραν. τελευτῶν οὖν ἐκ Τύρου ἥρπασεν ἄλλας τε πολλὰς κόρας καὶ δὴ καὶ τὴν τοῦ βασιλέως θυγατέρα Εὐρώπην. ἔλεγον οὖν οἱ ἄνθρωποι Εὐρώπην τὴν τοῦ βασιλέως Ταῦρος ἔχων ᾤχετο. τούτων γενομένων προσανεπλάσθη ὁ μῦθος.

Φασὶν ὡς Ἀχαιοὶ οἱ ἐν ξυλίνῳ κοίλῳ ἵππῳ ἀριστεῖς κατέβαλον τὴν Ἴλιον. ἔστι δὲ μυθώδης ἄγαν ὁ λόγος. ἡ δὲ ἀλήθεια αὕτη. ἵππον κατεσκεύασαν ξύλινον πρὸς μέτρον τῶν πυλῶν, ὅπως μὴ ἑλκόμενος εἰσέλθῃ, ἀλλ’ ὑπερέχῃ τῷ μεγέθει. οἱ δὲ λοχαγοὶ ἐκάθηντο ἐν κοίλῳ χωρίῳ παρὰ τὴν πόλιν, ὃς Ἀργείων λόχος ἐκαλεῖτο μέχρι τοῦ νῦν. αὐτόμολος δὲ ἐλθὼν παρὰ τῶν Ἀργείων Σίνων φράζει αὐτοῖς κατὰ μαντείαν ὡς, εἰ μὴ εἰσαγάγοιεν τὸν ἵππον εἰς τὴν πόλιν, ὑποστρεψόντων Ἀχαιῶν, ἂν δὲ εἰσαγάγωσι, μηκέθ’ ἡξόντων. οὑ ἐπακούσαντες οἱ Τρῶες καὶ καθελόντες τὸ τεῖχος, εἰσάγουσι τὸν ἵππον. εὐωχουμένοις δὲ αὐτοῖς ἐπιπίπτουσιν οἱ Ἕλληνες δι’ ἧς καθῄρητο τὸ τεῖχος, καὶ οὕτως ἑάλω ἡ Ἴλιος.

Λέγεται ὅτι Αἴολος ἄνθρωπος ἦν κυριεύων πνευμάτων, ὅστις ἔδωκεν Ὀδυσσεῖ τοὺς ἀνέμους ἐν ἀσκῷ· περὶ δὲ τούτου, ὡς οὐχ οἷόν τε γίνεσθαι, δῆλον εἶναι πᾶσιν οἶμαι. εἰκὸς δὲ ἀστρολόγον γενόμενον Αἴολον φράσαι Ὀδυσσεῖ τοὺς χρόνους καὶ καθ’ ἃς ἐπιτολὰς ἄνεμοί τινες πνευσοῦνται. φασὶ δὲ ὅτι καὶ χαλκοῦν τεῖχος τῇ πόλει αὐτοῦ περιεβέβλητο, ὅπερ ἐστὶ ψεῦδος· ὁπλίτας γὰρ εἶχε τὴν πόλιν αὐτοῦ φυλάττοντας.

Λέγεται ὡς γυναῖκές τινες ἦσαν αἱ Ἑσπερίδες, ταύταις δὲ ἦν μῆλα χρυσᾶ ἐπὶ μηλέας, ἣν ἐφύλασσε δράκων, ἐφ’ ἃ μῆλα καὶ Ἡρακλῆς ἐστρατεύσατο. ἔχει δὲ ἡ ἀλήθεια ὧδε. Ἕσπερος ἦν ἀνὴρ Μιλήσιος, ὃς ᾤκει ἐν τῇ Καρίᾳ καὶ εἶχε θυγατέρας δύο αἳ ἐκαλοῦντο Ἑσπερίδες. τούτῳ δὲ ἦσαν ὄις καλαὶ καὶ εὔκαρποι, τοῦτο τὸ γένος ὃ νῦν ἐστιν ἐν Μιλήτῳ. ἐπὶ τούτῳ δὴ ὠνομάζοντο χρυσαῖ· κάλλιστον γὰρ ὁ χρυσός, ἦσαν δὲ κἀκεῖναι κάλλισται. μῆλα δὲ ἐκαλεῖτο τὰ πρόβατα. ἅπερ ἰδὼν Ἡρακλῆς βοσκόμενα παρὰ τῇ θαλάσσῃ, περιελάσας ἐνέθετο εἰς τὴν ναῦν, καὶ τὸν ποιμένα αὐτῶν ὀνόματι Δράκοντα *** ἤγαγεν εἰς οἶκον, οὐκέτι ζῶντος τοῦ Ἑσπέρου, ἀλλὰ τῶν παίδων αὐτοῦ. ἔλεγον δὴ οἱ ἄνθρωποι ἐθεασάμεθα χρυσᾶ μῆλα, ἃ ἤγαγεν ἐξ Ἑσπερίδων Ἡρακλῆς τὸν φύλακα ἀποκτείνας Δράκοντα. ἔνθεν ὁ μῦθος.

Περὶ Κόττου καὶ Βριάρεω, ὡς ἑκατὸν ἔσχον χεῖρας ἄνδρες ὄντες, πῶς οὐκ εὔηθες; τὸ δὲ ἀληθὲς οὕτως. τούτων τῇ πόλει ὄνομα ἦν Ἑκατογχειρία, ἐν ᾗ ᾤκουν, ἦν δὲ τῆς Χαονίας τῆς νῦν Ὀρεστιάδος καλουμένης. τεκμαίρομαι δὲ ὅτι μετὰ τῶν Ὀλυμπίων ἐμαχέσαντο τὴν πρὸς Τιτᾶνας μάχην· ταῦτα δὲ τὰ χωρία ὅμορά ἐστι τῷ Ὀλύμπῳ. ἔλεγον οὖν οἱ ἄνθρωποι Κόττος καὶ Βριάρεως [καὶ Γύγης] οἱ Ἑκατόγχειρες βοηθήσαντες τοῖς Ὀλυμπίοις αὐτοὶ ἐξήλασαν τοὺς Τιτᾶνας ἐκ τοῦ Ὀλύμπου.