De Incredibilibus

Palaiphatos

Palaiphatos. Mythographi Graeci. Vol. 3, fasc. 2. Festa, Nicola, editor. Leipzig: Teubner, 1902.

Περὶ Κόττου καὶ Βριάρεω, ὡς ἑκατὸν ἔσχον χεῖρας ἄνδρες ὄντες, πῶς οὐκ εὔηθες; τὸ δὲ ἀληθὲς οὕτως. τούτων τῇ πόλει ὄνομα ἦν Ἑκατογχειρία, ἐν ᾗ ᾤκουν, ἦν δὲ τῆς Χαονίας τῆς νῦν Ὀρεστιάδος καλουμένης. τεκμαίρομαι δὲ ὅτι μετὰ τῶν Ὀλυμπίων ἐμαχέσαντο τὴν πρὸς Τιτᾶνας μάχην· ταῦτα δὲ τὰ χωρία ὅμορά ἐστι τῷ Ὀλύμπῳ. ἔλεγον οὖν οἱ ἄνθρωποι Κόττος καὶ Βριάρεως [καὶ Γύγης] οἱ Ἑκατόγχειρες βοηθήσαντες τοῖς Ὀλυμπίοις αὐτοὶ ἐξήλασαν τοὺς Τιτᾶνας ἐκ τοῦ Ὀλύμπου.