De Incredibilibus
Palaiphatos
Palaiphatos. Mythographi Graeci. Vol. 3, fasc. 2. Festa, Nicola, editor. Leipzig: Teubner, 1902.
Φασὶν ὡς Ἀχαιοὶ οἱ ἐν ξυλίνῳ κοίλῳ ἵππῳ ἀριστεῖς κατέβαλον τὴν Ἴλιον. ἔστι δὲ μυθώδης ἄγαν ὁ λόγος. ἡ δὲ ἀλήθεια αὕτη. ἵππον κατεσκεύασαν ξύλινον πρὸς μέτρον τῶν πυλῶν, ὅπως μὴ ἑλκόμενος εἰσέλθῃ, ἀλλ’ ὑπερέχῃ τῷ μεγέθει. οἱ δὲ λοχαγοὶ ἐκάθηντο ἐν κοίλῳ χωρίῳ παρὰ τὴν πόλιν, ὃς Ἀργείων λόχος ἐκαλεῖτο μέχρι τοῦ νῦν. αὐτόμολος δὲ ἐλθὼν παρὰ τῶν Ἀργείων Σίνων φράζει αὐτοῖς κατὰ μαντείαν ὡς, εἰ μὴ εἰσαγάγοιεν τὸν ἵππον εἰς τὴν πόλιν, ὑποστρεψόντων Ἀχαιῶν, ἂν δὲ εἰσαγάγωσι, μηκέθ’ ἡξόντων. οὑ ἐπακούσαντες οἱ Τρῶες καὶ καθελόντες τὸ τεῖχος, εἰσάγουσι τὸν ἵππον. εὐωχουμένοις δὲ αὐτοῖς ἐπιπίπτουσιν οἱ Ἕλληνες δι’ ἧς καθῄρητο τὸ τεῖχος, καὶ οὕτως ἑάλω ἡ Ἴλιος.