De Incredibilibus

Palaiphatos

Palaiphatos. Mythographi Graeci. Vol. 3, fasc. 2. Festa, Nicola, editor. Leipzig: Teubner, 1902.

Ὁ αὐτὸς λόγος καὶ περὶ Κύκνου τοῦ ἐν Κολωναῖς· καὶ γὰρ κἀκεῖνόν φασιν ὅτι ἄτρωτος ἦν. καὶ αὐτὸς ἦν αἰχμητὴς καὶ ἐπιστήμων μάχης· ἀπέθανε δὲ ἐν Τροίᾳ ὑπὸ Ἀχιλλέως λίθῳ βληθείς, καὶ οὐδὲ τότε ἐτρώθη. ἔλεγον οὖν οἱ ἄνθρωποι, ὁρῶντες τὸν νεκρὸν αὐτοῦ, ὅτι ἄτρωτος ἦν, ὥσπερ καὶ νῦν λέγουσιν τοὺς ἀγωνιστάς, ἐάν τις ἄτρωτος ᾖ. οὕτως κἀκεῖνοι ἐκλήθησαν ἄτρωτοι. κατηγορεῖ δὲ τούτων τῶν λόγων καὶ ἐμοὶ μαρτυρεῖ Αἴας ὁ Τελαμώνιος· καὶ γὰρ κἀκεῖνος ἐλέγετο ἄτρωτος, καὶ ἀπέθανε ξίφει τρωθεὶς ὑφ’ ἑαυτοῦ.