De Incredibilibus
Palaiphatos
Palaiphatos. Mythographi Graeci. Vol. 3, fasc. 2. Festa, Nicola, editor. Leipzig: Teubner, 1902.
Περὶ Κενταύρων φασὶν ὡς θηρία ἐγένοντο καὶ ἵππου μὲν εἶχον τὴν ὅλην ἰδέαν πλὴν τῆς κεφαλῆς, ταύτην δὲ ἀνδρός. εἴ τις οὖν πείθεται τοιοῦτον γενέσθαι θηρίον, ἀδύνατον· οὔτε γὰρ ἄλλως αἱ φύσεις σύμφωνοι ἵππου καὶ ἀνδρός, οὔτε ἡ τροφὴ ὁμοία, οὔτε διὰ στόματος καὶ φάρυγγος ἀνθρωπείου δυνατὸν ἵππου τροφὴν διελθεῖν. εἰ δὲ τοιαύτη ἰδέα τότε ἦν, καὶ νῦν ἂν ὑπῆρχε. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἰξίονος βασιλέως ὄντος Θεσσαλίας ἐν τῷ Πηλίῳ ὄρει ἀπηγριώθη ταύρων ἀγέλη, ἥτις καὶ τὰ λοιπὰ τῶν ὀρῶν ἄβατα ἐποίει· εἰς γὰρ τὰ οἰκούμενα κατιόντες οἱ ταῦροι ἐσίνοντο τὰ δένδρα καὶ τὸν καρπόν, καὶ ὑποζύγια συνέφθειραν. ἐκήρυξεν οὖν ὁ Ἰξίων, εἴ τις ἀνέλοι τοὺς ταύρους, τούτῳ δώσειν χρήματα πολλά. νεανίσκοι δέ τινες ἐκ τῆς ὑπωρείας, ἐκ κώμης τινὸς καλουμένης Νεφέλης, ἐπινοοῦσιν ἵππους κέλητας διδάξαι (πρότερον γὰρ οὐκ ἠπίσταντο ἐφ’ ἵππων ὀχεῖσθαι, ἀλλὰ μόνον ἅρμασιν ἐχρῶντο). οὕτω δὲ ἀναβάντες τοὺς κέλητας ἤλαυνον ἐφ’ οὗ οἱ ταῦροι ἦσαν, καὶ ἐπεισβαλόντες τῇ ἀγέλῃ, ἠκόντιζον· καὶ ὅτε μὲν διώκοιντο ὑπὸ τῶν ταύρων, ὑπέφευγον οἱ νεανίαι (ποδωκέστεροι γὰρ ἦσαν οἱ ἵπποι), ὅτε δὲ σταίησαν οἱ ταῦροι, ὑποστρέφοντες ἠκόντιζον· καὶ τοῦτον τὸν τρόπον ἀνεῖλον αὐτούς. καὶ τὸ μὲν ὄνομα ἐντεῦθεν ἔλαβον οἱ Κένταυροι, ὅτι τοὺς ταύρους κατεκεντάννυσαν (οὐ γὰρ ἀπὸ τῆς ἰδέας τῶν ταύρων, οὐδὲν γὰρ πρόσεστι ταύρου τοῖς Κενταύροις, ἀλλ’ ἵππου καὶ ἀνδρὸς ἰδέα ἐστίν· ἀπὸ τοῦ ἔργου οὖν τὸ ὄνομα ἔλαβον). λαβόντες οὖν οἱ Κένταυροι παρὰ τοῦ Ἰξίονος τὰ χρήματα καὶ γαυριῶντες ἐπὶ τῇ πράξει καὶ τῷ πλούτῳ, βρισταὶ ὑπῆρχον καὶ πολλὰ κακὰ εἰργάζοντο, καὶ δὴ καὶ κατ’ αὐτοῦ τοῦ Ἰξίονος, ὃς ᾤκει τὴν νῦν καλουμένην Λάρισσαν πόλιν (τότε δὲ ἐκαλοῦντο οἱ τοῦτο τὸ χωρίον οἰκοῦντες Λαπίθαι). καλεσάντων οὖν αὐτοὺς ἐπὶ θοίνην μεθυσθέντες ἁρπάζουσιν αὐτῶν τὰς γυναῖκας, καὶ ἀναβιβάσαντες αὐτὰς ἐπὶ τοὺς ἵππους ᾤχοντο φεύγοντες εἰς τὴν οἰκείαν. ἐντεῦθεν ὁρμώμενοι ἐπολέμουν αὐτοῖς, καὶ καταβαίνοντες μὲν διὰ τῆς νυκτὸς εἰς τὰ πεδία ἐνέδρας ἐποιοῦντο, ἡμέρας δὲ γενομένης ἁρπάσαντες καὶ ἐμπρήσαντες ἀπέτρεχον ἐπὶ τὰ ὄρη. οὕτως ἀπιόντων αὐτῶν κατόπιν τὰ νῶτα τοῖς πόρρωθεν ὁρῶσι μόνον ἐφαίνοντο τοῦ ἵππου πλὴν τῆς κεφαλῆς, τῶν δὲ ἀνδρῶν τὰ λοιπὰ πλὴν τῶν σκελῶν. ξένην οὖν ὄψιν ὁρῶντες ἔλεγον οἱ Κένταυροι ἡμᾶς οἱ ἐκ Νεφέλης κατατρέχουσιν. ἀπὸ δὴ ταύτης τῆς ἰδέας καὶ τοῦ λόγου ὁ μῦθος ἀπίστως ἐπλάσθη, ὡς ἐκ τῆς νεφέλης ἵππος τε καὶ ἀνὴρ ἐν τῷ ὄρει ἐγεννήθη.